ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΑΚΩΒΟΥ (2019)

22 ΝΟΕΜΒΡΙΟΥ 2019

+ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΑΚΩΒΟΥ

ΗΓΟΥΜΕΝΟΥ ΤΗΣ Ι.ΜΟΝΗΣ ΤΟΥ ΟΣΙΟΥ ΔΑΥΪΔ ΕΥΒΟΙΑΣ

Αποτέλεσμα εικόνας για ΟΣΙΟΣ ΙΑΚΩΒΟΣ ΤΣΑΛΙΚΗΣ

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ (21/11/2019)

 

Ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ναγνστης: μήν.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δξα σοι.

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν……

  • Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν αστάσιν.

ὁ α’ χορός

Ἦχος  πλ. δ΄ ‘  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στχ. α’. ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

το παραδξου θαματος

τοῦ παραδόξου θαύματος! προϋπογράφεται νῦν, τὸ ἐσόμενον ἄρρητον, ἐν συμβόλοις σήμερον, ὁρατοῖς τὰ νοούμενα· ἡ φῶς γὰρ κόσμῳ, θεῖον ἐκλάμψουσα, νυμφαγωγεῖται, πρὸς Ναὸν ἔνθεον, ἣν εὐφημήσωμεν, ὡς ναὸν θεότητος ὑπερφυῆ, ἅγιον ἀείφωτον, τοῦ φωτοδότου Χριστοῦ.

ὁ β’ χορός

Στχ. β’. νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

ντως ἀπαρχὴν εὐσπρόδεκτον, Ἰωακεὶμ ὁ σοφός, σὺν τῇ Ἄννῃ προσήνεγκαν, τῷ καταξιώσαντι θεῖον δοῦναι καρπὸν αὐτοῖς, καὶ θεόπαιδα, κόρην Μαρίαν σαφῶς, δι’ ἧς τῆς λύπης, ἐλύθη ὄφλημα, ἣν ἀνυμνήσωμεν, εὐσεβῶς γηθόμενοι· τῆς γὰρ χαρᾶς, πρόξενος γεγένηται, παντὶ τῷ κόσμῳ αὐτῇ.

ὁ α’ χορός

Στχ. γ’. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Δεῦτε μυστικῶς συνδράμωμεν, καὶ προεξάρξωμεν νῦν, ταῖς λαμπάσι τῆς πίστεως, καταλαμπρυνόμενοι, τῆς Παρθένου τὴν πρόοδον· Ναὸν Θεοῦ γάρ, δόξῃ εἰσέρχεται, προμνηστευθεῖσα, σαφῶς τῷ Πνεύματι, ἧς ἑορτάσωμεν, τὴν τερπνὴν πανήγυριν, θεοπρεπῶς, πάντες εὐωχούμενοι, ἐν τῇ Εἰσόδῳ αὐτῆς.

ΤΟΥ ΟΣΙΟΥ

ὁ β’ χορός

Ἦχος δ’

Στχ. δ’. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ὡς γενναῖον ἐν μάρτυσι.

Λιβισίου τὸ βλάστημα, καὶ Εὐβοίας τὸ κόσμημα, καὶ μονῆς ὁσίου Δαυῒδ τὸν ἔξαρχον,  Ἀρχιμανδρίτην Ἰάκωβον, τοῦ Πνεύματος ὄργανον, μοναστῶν τὴν καλλονήν, ἱερέων εὐπρέπειαν, τὸ θησαύρισμα, Ἐκκλησίας ἁπάσης τῆς Ἑλλάδος, ἐγκωμίοις ἐγκαρδίοις,

ἀνευφημήσωμεν ἅπαντες.

ὁ α’ χορός

Στχ. ε’. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

κ παιδὸς ἡγησάμενος, ὡσεὶ χόρτον τὰ πρόσκαιρα, ἐν γονάτων κάμψεσι καὶ δεήσεσιν, ὡς ἐπουράνιος ἄγγελος, ἐσχόλαζες ὅσιε, διδαχθεὶς ὑπὸ τῶν σῶν, γεννητόρων Ἰάκωβε,  πολυσέβαστε, διὰ τοῦτο ὁ ἦχός σου ἠκούσθη, ἐν τῇ κώμῃ τῶν Φαράκλων, καὶ τὸν Χριστὸν πάντες ὕμνησαν.

ὁ β’ χορός

Στχ. Ϛ ‘. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

πὲρ φύσιν ἑώρακας, τῆς Παρθένου τὸ πρόσωπον, καὶ τὴν χεῖρα ὅσιε εὐλογοῦσάν σε, ἐν λιτανείᾳ Ἰάκωβε, καὶ ᾔσθου γλυκύτητα, ἐν καρδίᾳ σου σεμνέ, καὶ χαρὰν ἀπερίγραπτον, καθὼς εἴρηκας, καὶ πολλάκις Δαυῒδ τὸν θεοφόρον, καὶ τὸν Ρῶσσον Ἰωάννην, καὶ ἄλλους εἶδες μακάριε.

ὁ α’ χορός

Δξα Πατρί… Ἦχος πλ. β΄.

σιε πάτερ, θεοειδὴς ὅλος χρηματίσας, σεαυτὸν ἀπέστησας τῆς κοσμικῆς συγχύσεως, καὶ ὤφθης ὡς δένδρον κατάκαρπον, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου σου· ἀκλινῶς γὰρ τὴν στενὴν τρίβον ἤνυσας, καὶ πρὸς τὴν ἄνω χορείαν κατήντησας, γεγονὼς τῶν ὁσίων συνέστιος· διὸ καὶ ἡμεῖς πατέρα σε ἔγνωμεν, καὶ ἐγκαρδίως λέγομεν· χαίροις ἄνθραξ τηλαυγέστατε, ὁ καταφλέξας τοὺς δαίμονας, τοὺς πολλάκις θελήσαντας, κατὰ σοῦ ἐπιτεθῆναι· χαίροις μυσταγωγὲ ἄριστε, ἱερωσύνης στολὴν ἐνδυσάμενος, καὶ τὴν ἀναίμακτον θυσίαν, ἐπιτελῶν γηθοσύνως· χαίροις ὁ διατηρήσας, τοῦ Θεοῦ τὴν εἰκόνα ἄμεμπτον, καὶ πρὸς τὸ καθ’ ὁμοίωσιν ὁδεύσας, τὸν χαρακτῆρα ἐν ἑαυτῷ τοῦ Χριστοῦ τιμήσας· καὶ νῦν πάτερ Ἰάκωβε, τῷ θρόνῳ τοῦ Κυρίου παριστάμενος, ὡς ἔχων παῤῥησίαν, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῆς ἁγίας Μονῆς σου, καὶ πάντων τῶν ἐν πίστει τιμώντων σε.

ὁ β’ χορός

Κα νν... Ἦχος πλ.δ’

Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σζε τ γνος μν.

σπρας Προκεμενον

Τ Πμπτῃ σπρας  Ἦχος πλ. β’

ὁ α’ χορός

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

ὁ β’ χορός

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

ὁ α’ χορός

Στχ. ρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἤξει ἡ βοήθειά μου.

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τν ορανν κα τν γν.

Καὶ εὐθὺς τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(κεφ. 10,7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητός, ὃς οἶδε σύνεσιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν.Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν  μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν

αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 4,7)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολλιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους  ακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ  λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 3,1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν  φθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν ωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος

εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ὁ διάκονος:

  • Εἴπωμεν πάντες 

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

 ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν ….

Εἰς τὴν Λιτήν, Ἰδιόμελον.

Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ τοῦ ὁσίου Δαυῒδ μάνδρα, ὡς ἔχουσα ἐν κόλποις σου,  ὡς χρυσίον πεπυρωμένον, τὸν σημειοφόρον τάφον, τοῦ πανευφήμου Ἰακώβου τοῦ νέου·

οὗτος γὰρ ὁ μακάριος, ἐραστὴς τῆς μοναδικῆς πολιτείας γενόμενος, καὶ ἀμφιασθεὶς τὸν χιτῶνα τῆς Ἱερωσύνης, πολλοὺς ἐν τῇ ἁμαρτίᾳ κειμένους ἀνέστησε, καὶ τοῦ Χριστοῦ τῇ δυνάμει, πλῆθος σημείων ἐτέλεσε· διὸ καὶ ἡμεῖς πρὸς αὐτόν, ἱκέτιδας τείνομεν χεῖρας, καὶ θερμῶς ἀντιβολοῦμεν· θαυματουργὲ πάτερ, ἱκέτευε διηνεκῶς τὸν Κύριον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἀπόστιχα

Στιχηρὰ  προσόμοια

ὁ α’ χορός

Ἦχος πλ.α’ Χαροις σκητικν

Χαίροις Μικρᾶς Ἀσίας βλαστέ, τῆς μικροκώμης Λιβισίου ἐγκαύχημα, Φαράκλων κόσμημα μέγα, νήσου Εὐβοίας ἀστήρ, τοῦ Δαυῒδ τῆς μάνδρας ἐγκαλλώπισμα, πατέρων ἀγλάϊσμα, μοναστῶν τὸ ὑπόδειγμα, τῶν ἱερέων τοῦ Χριστοῦ σεμνολόγημα,

καὶ πιστῶν βροτῶν, ποδηγὸς ἀκριβέστατος, σκεῦος τοῦ θείου Πνεύματος, ἀσκήσεως ἔρεισμα, τῆς διακρίσεως λύχνος, ἐσχάτων χρόνων ὁ ὅσιος, καὶ τῆς Ἐκκλησίας, ἡ εἰκὼν καλοῦ ποιμένος, σεμνὲ Ἰάκωβ

ὁ β’ χορός

Στχ.. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

Χαίροις ἀσκητικῆς ἀγωγῆς, καθηγητής τε καὶ διδάσκαλος πάντιμος, ἀνδρῶν τῶν  σημειοφόρων, ἐν τοῖς ἐσχάτοις καιροῖς,  χρηματίσας πρῶτος ἀξιάγαστε, Ἀγγέλων ὁ σύσκηνος, ἀντιδίκου τὸ θρήνημα, ὁ καταπνίξας, ταῖς ῥοαῖς τῶν δακρύων σου, τοῦ δεινοῦ σατάν, τὰς ἀγέλας Ἰάκωβε, κλέος τὸ ἀνεπίφθονον, νηστείας ὁ σύζυγος, ὁ ἀβιάστως ἐκλέξας, ζωὴν τὴν ὄντως εὐφρόσυνον, διὸ καὶ τιμῶμεν, ἐτησίως τὴν σὴν μνήμην, θεοχαρίτωτε.

ὁ α’ χορός

Στίχ. Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ.

Ὅλως ἀνατεθεὶς τῷ Θεῷ, ἐξ ἡλικίας ἁπαλῆς ἀξιότιμε, τοῦ Πνεύματος τοῦ ἁγίου, σκεῦος ἐδείχθης σεπτόν, καὶ πολλῶν χαρίτων πάτερ ἔτυχες, διὸ καὶ ἑώρακας, Χαραλάμπην τὸν ἅγιον, Παρασκευήν τε τὴν ὁσίαθλον μάρτυρα, τοὺς ἰάσαντας τῆς σαρκός σου τοὺς σκώλωπας, εἶτα δὲ τὸν πανεύφημον, Δαυῒδ θεῖον γέροντα, τόν σοι πολλάκις καθ’ ὕπαρ, ἐμφανισθέντα Ἰάκωβε, σὺν τούτοις δὲ πᾶσιν, Ἰωάννην Προκοπίου, τὸ μέγα καύχημ

ὁ β’ χορός

Δξα Πατρί… Ἦχος πλ. δ΄.

σιε πάτερ, τὸν ἁγιώτατον φόβον τοῦ Θεοῦ ἐκ παιδός, ἐν τῇ καρδίᾳ σου ἔχων, τὸ σκοτίζον τῆς σαρκὸς φρόνημα,  ἀνδρικῶς διεσκέδασας, σὺ γὰρ τοῖς θεοδότοις πλουτισθεὶς χαρίσμασι, ὕψωσας τὸν νοῦν σου, ὑπὲρ τὰ ὁρώμενα, κατὰ σκοπὸν διώκων, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ὅπερ εἴληφας, ἐκ χειρὸς τοῦ Παντάνακτος, ὃν καθικέτευε ὅσιε Ἰάκωβε, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

ὁ α’ χορός

Κα νν… Ἦχος δ΄. Θεοτοκίον τῆς Ἑορτῆς

Δεῦτε πάντες οἱ λαοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν Ναῷ προσενεχθεῖσαν, τὴν πρὸ αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

ὁ προεστὼς: Νῦν ἀπολύεις ..Τρισάγιον…..

 ὁ α’ χορός

Ἀπολυτίκιον Ἦχος γ΄. Θείας πίστεως.

Χαίρει ἔχουσα, σὲ παραστάτην, ἡ πολύφημος νῆσος Εὐβοίας, καὶ τοῦ ὁσίου Δαυΐδ ἐπαγάλλεται, ἡ θεία Μάνδρα τὸν τάφον σου ἔχουσα, θεοχαρίτωτε πάτερ Ἰάκωβε, σὺ γὰρ χάριτας, βλυστάνεις ἡμῖν ἑκάστοτε, ὡς ῥεῦμα Παρακλήτου ἀνεπίσχετον.

ὁ β’ χορός

Δξα Πατρί… Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Τῶν ὁσίων Πατέρων τὰ κατορθώματα, ἐν ἐσχάτοις τοῖς χρόνοις ζηλώσας ἅγιε, ἀνεδείχθης μιμητὴς τούτων Ἰάκωβε, ἐν τῇ μάνδρᾳ τοῦ Δαυΐδ, τοῦ προστάτου σου σεμνέ, ποιμάνας ταύτην ἐνθέως, διὸ σὺν τούτῳ μὴ παύσῃ, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.

ὁ α’ χορός

Κα νν…Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος δ’

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς   πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Ἀπόλυσις

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

21 ΝΟΕ19 ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΟΣΙΟΥ ΙΑΚΩΒΟΥ ΤΟΥ ΤΣΑΛΙΚΗ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s