ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου, Ἀνδρέου τοῦ Πρωτοκλήτου (2019)

30 ΝΟΕΜΒΡΙΟΥ 2019

+Μνμη το γου νδξου κα πανευφμου ποστλου, νδρου το Πρωτοκλτου

Αποτέλεσμα εικόνας για ΑΠΟΣΤΟΛΟΣ ΑΝΔΡΕΑΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…  

χος δ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

πολυτκιον  χος δ’

ς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος,…

ὁ α’ χορός

Κα νν… Θεοτοκον  ατς

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θαντου τς ψυχς μν.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

Κθισμα   χος α’ – Τν τφον σου Σωτρ

ὁ α’ χορὸς

ς θεῖον μαθητήν, καὶ πρωτόκλητον πάντων, Χριστοῦ τῶν Μαθητῶν, εὐφημοῦμέν σε πόθῳ, Ἀνδρέα Ἀπόστολε, καὶ πιστῶς ἐκβοῶμέν σοι, ῥῦσαι ποίμνην σου, ἣν ἐκ Θεοῦ ἐπιστεύθης, πάσης θλίψεως, καὶ ἀναγκῶν καὶ σκανδάλων, καὶ πάσης κακώσεως.

ὁ β’ χορὸς

Δξα Πατρὶ…

ς θεῖον μαθητήν,…

ὁ α’ χορός

Κα νν… Θεοτοκον

Τὰς χεῖράς σου σεμνή, νῦν ἐκτείνασα οἴκτῳ, βοήθειαν ἡμῖν, ἐξ Ἁγίου παράσχου, καὶ δίδου ἀκίνδυνον, τὴν ζωὴν διανύσασθαι, τοὺς δοξάζοντας, τὸν σὸν πανάγιον Τόκον, καὶ σὲ Δέσποινα, ἐπιγραφομένους Κόρη, ἐλπίδα καὶ καύχημα.

Μετ τν β’ Στιχολογαν, Κθισμα

ὁ β’ χορὸς  

χος γ’  – Θεας πστεως

Πρῶτον εὗρέ σε, Χριστὸς μολοῦντα μύστην ἄριστον, Ἀνδρέα μάκαρ, καὶ τὰ προστάγματα αὐτοῦ τομῶς διαγγέλλοντα, τῇ οἰκουμένῃ καθάπερ ὑπόπτερον, καταφωτίζοντα ἐθνῶν τὰ συστήματα. Αὐτὸν ὡς Θεὸν παμμακάριστε ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Δξα Πατρὶ…

Πρῶτον εὗρέ σε,…

ὁ β’ χορὸς  

Κα νν… Θεοτοκον

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Θεοκυῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Μετ τν Πολυλεον, Κθισμα

χος πλ. α’ – Τν συνναρχον Λγον

ὁ α’ χορός

Τὸν Ἀπόστολον πάντες ἀνευφημήσωμεν, ὡς αὐτόπτην τοῦ Λόγου καὶ θεῖον κήρυκα, καὶ ἐθνῶν πνευματικόν, σαγηνευτὴν ἀληθῶς, ὅτι προσήγαγεν ἡμᾶς, εἰς ἐπίγνωσιν Χριστοῦ, Ἀνδρέας ὁ θεηγόρος, καὶ νῦν πρεσβεύει ἀδιαλείπτως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς  

Δόξα Πατρί… Κα νν… Θεοτοκον

Τῶν ἐν σοὶ τὰς ἐλπίδας Παρθένε ἄχραντε, ἀνενδοιάστως ἐχόντων σκέπη ὑπάρχουσα, ἐκ ποικίλων πειρασμῶν καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον ἡμᾶς, πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, καὶ σῶσον πάντας τοὺς ἀνυμνοῦντάς σε.

Τ α’ ντφωνον το δ’ χου.

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρὶ…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορός

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

ὁ β’ χορός

Εἰς πᾶσαν τὴν γῆν…

ὁ α’ χορός

Στχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τ ῥήματα ατοῦ

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου 

ὁ α΄ χορὸς

χος β’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Ἱερεὺς: κ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

 

Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾽Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· (ἦσαν γὰρ ἁλιεῖς). Καὶ λέγει αὐτοῖς΄ Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, ᾽Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾽Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον κα πσαν μαλακαν ν τ λα.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ ψαλμὸς χύμα 

ὁ α΄ χορὸς

Δξα Πατρὶ… Ἦχος β’

Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος α’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Κα τ διμελον 

Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοι Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῷ ἀγκίστρῳ τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοι. Ταῖς πρεσβείαις αὐτοῦ Ὑπεράγαθε, τὴν ζωὴν ἡμῶν εἰρήνευσον, κα σσον τς ψυχς μν.

Μετ τοτο λγονται ο Καννες, τς Θεοτκου, κα το ποστλου ὁ πρῶτος.

Κανν τς Θεοτκου

ὁ α΄ χορὸς

δ α’ Ἦχος α’ Ὁ Ερμς 

δὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

Στχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς μόνη τὸν ἄχρονον, Υἱὸν ἐν χρόνῳ, τεκοῦσα σαρκὶ ἁγνή, Παναγία ἄχραντε, πάντα τὰ χρόνια, τῆς παναθλίας μου ψυχῆς, πάθη θεράπευσον.

ὁ α΄ χορὸς

Στχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὰ τραύματα Πάναγνε, τὰ τῆς ψυχῆς μου, καρδίας τὴν πώρωσιν, λογισμοῦ τὴν σκότωσιν, καὶ τοῦ νοὸς ἐκτροπάς, ἀφάνισον ὡς συμπαθής, ταῖς σαῖς δεήσεσιν.

ὁ β΄ χορὸς

Στχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ φῶς ἡ κυήσασα, τὸν Λυτρωτήν μου, τοῦ σκότους με λύτρωσαι, καὶ βασάνων, Ἄχραντε, τῶν αἰωνίων ἐκεῖ, ὅπως σωζόμενος ὑμνῶ, τὰ μεγαλεῖά σου.

Κανν το ποστλου

ὁ α΄ χορὸς

Στχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σο τροπαιοχος δεξι

Τὴν τεθολωμένην μου ψυχήν, τῶν ἐννοιῶν τε καὶ λόγων ἐκκάθαρον, τῇ ἐνσκηνωσάσῃ σοι κῆρυξ Χριστοῦ, Ἀνδρέα θείᾳ χάριτι, ὅπως καθαρῶς σοι, προσάξω ὕμνον ἐπάξιον.

ὁ β΄ χορὸς

Στχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τίμιον ὁ Πρόδρομος Χριστοῦ, τῶν ἑαυτοῦ Μαθητῶν ἀκροθίνιον, ὁ ἐκ στειρευούσης σε βλαστός, τῷ ἐκ Παρθένου φύντι Χριστῷ, τῷ δεδοξασμένῳ, Ἀνδρέα χαίρων προσήγαγεν.

ὁ α΄ χορὸς

Δξα Πατρὶ…

ρωτι καὶ πόθῳ ἀκλινεῖ, τῆς ἀρετῆς τῶν βαθμίδων ἀρξάμενος, καὶ τὰς ἀναβάσεις ἀεὶ μελετῶν, ἐξ ἀμυδρᾶς δυνάμεως, πρὸς τὴν ἀκροτάτην, Ἀνδρέα δύναμιν ἔφθασας.

ὁ β΄ χορὸς

Κα νν… Θεοτοκον

Χαῖρε ἡ τῆς χάριτος πηγή, Χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος. Χαῖρε ἡ λυχνία, καὶ στάμνος χρυσή, καὶ ὄρος ἁλατόμητον, ἡ τὸν ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα. 

Τς Θεοτκου

ὁ α΄ χορὸς

δ γ’  Ερμς 

Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ’ ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν παντοδύναμε.

ὁ β΄ χορὸς

Στχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον, καὶ καρποφόρον ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ βοήθεια.

ὁ α΄ χορὸς

Στχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ῦσαί με πάσης κατακρίσεως, καὶ πολλῶν σκανδάλων τοῦ ὄφεως, τοῦ αἰωνίζοντος πυρός, καὶ τοῦ σκότους Πανάμωμε, ἡ τὸ φῶς ἀποκυήσασα, ἡμῖν τὸ ἀνέσπερον.

ὁ β΄ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ ἀπαραίτητον κριτήριον, καὶ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον, καὶ τὴν ἀπόφασιν Ἁγνή, τὴν φρικτὴν ὅλως δέδοικα, σπεῦσον σῶσον πρὸ τοῦ τέλους, ἀγαθὴ τὸν οἰκέτην σου.

Το ποστλου

ὁ α΄ χορὸς

Στχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

μνος εδς

Προσέδραμες δίψει οὐ κληθείς, Ἀνδρέα, ἀλλ’ αὐθαίρετος, τῇ τῆς ζωῆς πηγῇ ὥσπερ ἔλαφος΄ καὶ πᾶσι ταύτην εὑρὼν ἐκήρυξας, καὶ πιὼν ἐπότισας, ἀφθαρσίας νάματα, κεκμηκότα τῇ δίψει τὰ πέρατα.

ὁ β΄ χορὸς

Στχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πέγνως τῆς φύσεως θεσμούς, Ἀνδρέα ἀξιάγαστε, καὶ κοινωνὸν τὸν σύγγονον εἴληφας, βοῶν΄ Εὑρήκαμεν τὸν ποθούμενον, καὶ ὁδοποιήσαντι, τῆς σαρκὸς τὴν γέννησιν, καθηγήσω τὴν γνῶσιν τοῦ Πνεύματος.

ὁ α΄ χορὸς

Δξα Πατρί…

Σαγήνη τοῦ λόγου ἐκ βυθοῦ, ἀπάτης ἐσαγήνευσας, τοὺς λογικοὺς ἰχθύας Ἀπόστολε, καὶ τῇ τραπέζῃ Χριστοῦ ὀψώνιον, καθαρὸν προσήγαγες, λαμπρυνθέντας χάριτι, τοῦ φανέντος σαρκὸς ὁμοιώματι.

ὁ β΄ χορὸς

Κα νν… Θεοτοκον

Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ Παναγίου ἔμεινας ἄφλεκτος, ἐπεὶ σε βάτος τῷ νομοθέτῃ Μωσεῖ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τν τ πρ δεξαμνην τ στεκτον.

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,… 

ὁ α΄ χορὸς

Κθισμα  χος πλ. δ’

Τν Σοφαν κα Λγον

ς πρωτόκλητον πάντων τῶν Μαθητῶν, καὶ αὐτόπτην τοῦ Λόγου καὶ ὑπουργόν, Ἀνδρέα Ἀπόστολε, κατὰ χρέος τιμῶμέν σε, τῷ γὰρ Ἀμνῷ τῷ αἴροντι, τοῦ κόσμου τὰ πταίσματα, ἀδιστάκτῳ πόθῳ, θερμῶς ἠκολούθησας, ὅθεν καὶ τοῦ πάθους, κοινωνὸς ἀνεδείχθης, τοῦ σαρκὶ ὑπομείναντος, ἑκουσίως τὸν θάνατον. Διὰ τοῦτο βοῶμέν σοι΄ Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β΄ χορὸς

Δξα Πατρὶ… τερον, μοιον

Τῶν εἰδώλων τὰ θράση καταβαλών, τοῦ Σωτῆρος τὰ πάθη ἐπιποθῶν, Ἀνδρέα μακάριε, ἀνεδείχθης Ἀπόστολος, οὐρανόθεν πᾶσι, πηγάζων τὰ θαύματα, καὶ ἐθνῶν ἐγένου, παμμάκαρ Διδάσκαλος, ὅθεν σου τὴν μνήμην, ἐπαξίως τιμῶντες, ἐν ὕμνοις δοξάζομεν, καὶ πιστῶς μεγαλύνομεν, τοῦ Κυρίου Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α΄ χορὸς

Κα νν… Θεοτοκον

Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, Χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα. Χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε. Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντκιον  χος β

Τν ν πρεσβεαις

Τὸν τῆς ἀνδρείας ἐπώνυμον θεηγόρον, καὶ μαθητῶν τὸν πρωτόκλητον τοῦ Σωτῆρος, Πέτρου τὸν σύγγονον εὐφημήσωμεν, ὅτι ὡς πάλαι τούτῳ καὶ νῦν ἡμῖν ἐκέκραγεν΄ Ερκαμεν δετε τν ποθομενον.

Οκος

νωθεν μὲν Δαυΐδ ἀναστέλλει ἁμαρτωλόν, ὡς ἐμέ, διηγεῖσθαι Θεοῦ εὐλόγως τὰ δικαιώματα, ὅμως πρὸς πίστιν διδάσκει πάλιν, καὶ ἐν δάκρυσι πλείστοις ἐξαγορεύει΄ Σήμερον γὰρ τῆς φωνῆς αὐτοῦ ἐὰν ἀκούσητε, καρδίας μὴ σκληρυνθῆτε, ὡς ποτε Ἰσραὴλ παρεπίκρανεν. Ἐπάγει οὖν τῷ ἑξῆς Ψαλμῷ΄ Τῷ Κυρίῳ ἡ σύμπασα γῆ ᾄσατε΄ Ερκαμεν δετε τν ποθομενον.

Συναξριον

Τ Λ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου, Ἀνδρέου τοῦ Πρωτοκλήτου.

Στίχοι

  • Ἀντίστροφον σταύρωσιν Ἀνδρέας φέρει,

  • Φανεὶς ἀληθῶς οὐ σκιώδης ἀντίπους.

  • Σταυρὸν κακκεφαλῆς τριακοστῇ Ἀνδρέας ἔτλη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φρουμεντίου, Ἐπισκόπου Ἰνδίας.

Στίχοι

  • Φρουρούμενος χάριτι Σεπτῆς Τριάδος,

  • Φρουμέντιος δέδειχε φροῦδον τὴν πλάνην.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. μν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α‘  χος α

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

δ γ

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…

ὁ α’ χορός

γιος εἶ Κύριε.

ὁ β΄ χορὸς

δ δ

άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

δ ε

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε. 

ὁ β΄ χορὸς

δ ς

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ὁ α’ χορός 

δ ζ

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς

δ η’

Στχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

 

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στχ.τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Καταβασία

δ θ’  χος α’

Στίχ. Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω Στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ν νυμνοντες μεγαλνομεν.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλριον

ὁ α’ χορὸς

χος γ’

 ν Πνεματι τ ερ

Λόγος ὁ προάναρχος, εὑρηκώς σε παμμάκαρ, Πρωτόκλητον ἀνέδειξε, πάντων τῶν Ἀποστόλων, Ἀνδρέα παναοίδιμε, καὶ τοῖς τούτου ἴχνεσιν, ἑπόμενος ἀνεδείχθης, ὁδηγὸς πλανωμένων, πρὸς οὐράνιον αὐτούς, ἀνάγων θείαν πορείαν.

ὁ β’ χορός

χος β’

τερον   Γυνακες κουτσθητε

Τοῦ Πέτρου, τὸν συναίμονα, τῶν μαθητῶν τὸν πρώτιστον, αὐτόπτην καὶ ὑπηρέτην, γενόμενον τὸν τοῦ Λόγου, Ἀνδρέαν τὸν Ἀπόστολον, ἐνδόξως εὐφημήσωμεν, τὰ ἔθνη γὰρ ἐφώτισε, καὶ σταυρωθεὶς τελειοῦται, ὡς Μαθητὴς τοῦ Δεσποτου.  

ὁ α’ χορός

Θεοτοκον, μοιον

Θεὸν ὃνπερ ἐγέννησας, Παρθένε παναμώμητε, ἱκέτευε ὑπὲρ πάντων, τῶν εὐσεβῶν σε τιμώντων, σὺν τῷ κλεινῷ Ἀποστόλῳ, τυχεῖν θείας ἐλλάμψεως, τοῦ σοῦ Υἱοῦ καὶ στάσεως, τῶν ἐκλεκτῶν καὶ Ἁγίων΄…

ὁ β’ χορός

σα γρ θλεις σχεις.

 ΑΙΝΟΙ

Ἦχος α

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τν ορανων ταγμάτων

Βηθσαϊδὰ νῦν ἀγάλλου, ἐν σοὶ γὰρ ἤνθησαν, ἐκ μυστικῆς λιβάδος, εὐωδέστατα κρίνα, Πέτρος καὶ Ἀνδρέας, κόσμῳ παντί, τὸ τῆς πίστεως κήρυγμα, εὐωδιάζοντες χάριτι τοῦ Χριστοῦ, οὗ καὶ τὰ πάθη ἐμιμήσαντο.

ὁ β’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

νδρέα χαῖρε καὶ σκίρτα, ὅτι ἐδέξω σαφῶς, ἐν τῇ τοῦ Λόγου λάμψει, τὸν Ἥλιον τῆς δόξης, Χριστὸν τὸν ζωοδότην, ὃν καὶ κρατῶν, ἐν τῇ πίστει ἐκήρυξας, τοῦτον δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει ἀνυμνούντων σε.

ὁ α’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

μυστολέκτης τῆς θείας, οἰκονομίας Χριστοῦ, ὁ ἐκλεχθεὶς ἐν πρώτοις, μαθητεῦσαι τῶ Λόγῳ, Ἀνδρέας ὁ θεόπτης, ἐβόα φησί, τὸν συναίμονα Πέτρον ἰδών΄ Εὑρήκαμεν τὸν Μεσσίαν ὃν ἡ Γραφή, καὶ οἱ Προφῆται προεκήρυξαν.

  β’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

τῶν Πατρέων σε πόλις, Ποιμένα κέκτηται, καὶ πολιοῦχον θεῖον, καὶ κινδύνων παντοίων, ῥύστην καὶ φρουρὸν σε, Ἀνδρέα σοφέ, εὐχαρίστως τιμῶσά σε. Ἀλλ’ ἐκδυσώπει ἀπαύστως ὑπὲρ αὐτῆς, διασώζεσθαι ἀλώβητον.

ὁ α’ χορός

Δξα Πατρί… χος πλ. δ’ 

Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν, οὗτος γὰρ τοὺς ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου τὸν σταυρόν, ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὦς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῷ Θεῷ δῶρον εὐπρόσδεκτον. Ἀεὶ τοῦτον πιστοί, σὺν τῇ χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

ὁ β’ χορός

Κα νν… χος ατς

πόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν΄ φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει΄ Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ΄ ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε΄ Ποιμένες ἀγραυλοῦντες, τὸν Τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοή, αἰνεσάτω, τὸν παντουργέτην.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε,  δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ ἀπολυτίκιον τοῦ Ἀποστόλου

χος δ’

ς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τ μγα λεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

ντφωνον α’

χος β’

Στχ. . γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στχ.  Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στχ. . τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δξα Πατρὶ… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

ΣτίχΑἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.   Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρὶΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

πολυτκιον  χος δ

ς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Στχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

ς τῶν Ἀποστόλων Πρωτόκλητος,…

Εἴσοδος.

Εἰσοδικὸν

         ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..

ψάλλοντάς σοι, λληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   
Ἀπολυτίκιον. Ἦχος δ’.

ς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον Προερτιον χος γ’

Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως, Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τν πρ αἰώνων Θεν.

Τρισάγιον.

Ἀπόστολος  

Τοῦ Πρωτοκλήτου (Α´ Κορ. δ´ 9-16).

Προκείμενον ἦχος πλ.δ’  

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Πρὸς Κορινθίους ΑἘπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

 δελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ ᾽Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμητα μου γνεσθε.

λληλούϊα ( γ’)

Εαγγέλιον

Ομοίως· Ἐκ τοῦ κατὰ Ἰωάννην. (᾽Ιω. α´ 36-52)

Τῷ καιρῷ ἐκείνῳ, εἱστήκει ὁ ᾽Ιωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Καὶ ἐμβλέψας τῷ ᾽Ιησοῦ περιπατοῦντι, λέγει΄ ῎Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ ᾽Ιησοῦ. Στραφεὶς δὲ ὁ ᾽Ιησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς΄ Τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ, ῾Ραββί (ὃ λέγεται ἑρμηνευόμενον Διδάσκαλε), ποῦ μένεις; Λέγει αὐτοῖς΄ ῎Ερχεσθε καὶ ἴδετε. Ἦλθον οὖν καὶ εἶδον ποῦ μένει΄ καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα δὲ ἦν ὡς δεκάτη. Ἦν ᾽Ανδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ᾽Ιωάννου καὶ ἀκολουθησάντων αὐτῷ. Εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ΄ Εὑρήκαμεν τὸν Μεσσίαν [ὅ ἐστιν μεθερμηνευόμενον,ὁ Χριστός]. Καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν ᾽Ιησοῦν. Ἐμβλέψας δὲ  αὐτῷ ὁ ᾽Ιησοῦς εἶπε΄ Σὺ εἶ Σίμων, ὁ υἱὸς ᾽Ιωνᾶ· σὺ κληθήσῃ Κηφᾶς [ὃ ἑρμηνεύεται Πέτρος]. Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν΄ καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ΄ ᾽Ακολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδὰ, ἐκ τῆς πόλεως ᾽Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ΄ Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ Προφῆται εὑρήκαμεν, ᾽Ιησοῦν τὸν  υἱὸν τοῦ ᾽Ιωσὴφ, τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ΄ ᾽Εκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος΄ ῎Ερχου καὶ ἴδε. Εἶδεν ὁ ᾽Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ΄ ῎Ιδε ἀληθῶς ᾽Ισραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. Λέγει αὐτῷ Ναθαναήλ΄ Πόθεν με γινώσκεις; Ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ΄ Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. Ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ΄ ῾Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ Βασιλεὺς τοῦ ᾽Ισραήλ. Ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ΄ Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψει. Καὶ λέγει αὐτῷ΄ ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας π τν Υἱὸν το νθρπου.

Δόξα σοι Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Ες τ, ξαιρτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικὸν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα.   

ἦχος β

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

30 ΝΟΕ19 ΕΟΡΤΗ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΑΝΔΡΕΟΥ ΤΟΥ ΠΡΩΤΟΚΛΗΤΟΥ 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s