ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΥΛΙΑΝΟΥ ΤΟΥ ΠΑΦΛΑΓΟΝΟΣ(2019)

26 ΝΟΕΜΒΡΙΟΥ 2019

+ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΥΛΙΑΝΟΥ ΤΟΥ ΠΑΦΛΑΓΟΝΟΣ

Αποτέλεσμα εικόνας για ΑΓΙΟΣ ΣΤΥΛΙΑΝΟΣ 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…  

χος δ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἦχος  γ’. Θείας πίστεως.

Στήλη ἔμψυχος, τῆς ἐγκρατείας, στῦλος ἄσειστος, τῆς Ἐκκλησίας, Στυλιανὲ ἀνεδείχθης μακάριε· ἀπὸ παιδὸς γὰρ ἀσκήσας ὡς ἄσαρκος, βρεφῶν καὶ παίδων προστάτης γεγένησαι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Ἕτερον. Δόξα Πατρί… Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τὸν ἰσάγγελον βίον ἐκ παιδὸς ἐπεπόθησας, καὶ τοῦ Παρακλήτου δοχεῖον, ἱερὸν ἐχρημάτισας· διὸ τὴν τῶν θαυμάτων δωρεάν, καὶ χάριν ἰαμάτων δαψιλῆ, ἀναβλύζεις Θεοφόρε Στυλιανέ, τοῖς εὐλαβῶς βοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

ὁ α’ χορός

Καὶ νῦν, Θεοτοκίον.

Τοΰ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ  τῶν ὅλων Δεσπότης· ἐν σοὶ τῇ Ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη ὁ  Δίκαιος Δαβΐδ, ἐδείχθης Πλατυτέρα τῶν Οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί. Δόξα τῷ προελθόντι ἐκ σοῦ. Δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

Κάθισμα. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.

Θεῷ ἀπὸ παιδός, ἀνετέθης θέοφρον, καὶ τούτου τὰ σεπτά, δικαιώματα Πάτερ, ἀμέμπτως ἐξετέλεσας, διὰ βίου λαμπρότητος· ὅθεν σύσκηνος, τῶν Ἀσωμάτων ἐγένου, μεθ’ ὧν πρέσβευε, Στυλιανὲ Θεοφόρε, ὑπὲρ τῶν τιμώντων σε.

ὁ β’ χορὸς

Δξα Πατρὶ… Κα νν… Θεοτοκον

Κυήσασα Χριστόν, τὸν Ὑπέρθεον Λόγον, σαρκὶ τῇ καθ’ ἡμᾶς, ἐξ αἱμάτων σου Κόρη, ἀτρέπτως ὑπέρ ἔννοιαν, τῶν Ἀγγέλων τὰ τάγματα, ὑπερβέβηκας, τῇ ἀπορρήτῳ σου δόξῃ· σὺ γὰρ γέγονας, Μήτηρ τοῦ πάντων Δεσπότου, καὶ κόσμου βοήθεια.

Μετ τν β’ Στιχολογαν, Κθισμα

ὁ β’ χορὸς  

Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγησαν τὴν σήν, ἀσκητικὴν διαγωγήν, οἱ ὁρῶντές σε σοφέ, ἄσαρκον βίον ἐν σαρκί, πολιτευόμενον ἔρωτι τῷ ἁγίῳ· ἔνθεν ὁ  Χριστός, σὲ ἐμεγάλυνε, χάριτι πολλῇ, καὶ θείοις θαύμασι, καὶ νεογνῶν καὶ νηπίων ἀκέστορα, Πάτερ τῷ κόσμῳ· σὲ ἔδειξεν ὃν ἐκδυσώπει, ἡμῖν δοθῆναι, Στυλιανὲ θεῖον ἔλεος.

ὁ α’ χορός

Δξα Πατρὶ… Κα νν… Θεοτοκον

Καταπλήττονται τὴν σήν, μεγαλοπρέπειαν Ἁγνή, τῶν Ἀγγέλων οἱ χοροί, καὶ δόξαν τὴν ὑπερφυῆ, καὶ ὡς κυρίαν ἁπάντων αἰνοῦσί σε· κάτω δὲ ἐν γῇ, βροτῶν συστήματα, μέλπουσιν ἀεί, τὴν σὴν χρηστότητα, καὶ οἰκτιρμῶν σου τὸν πλοῦτον Πανάμωμε, δι’ ὧν κινδύνων καὶ θλίψεων, ἀπαύστως σῴζεις, Θεογεννῆτορ, τοὺς πεποιθότας τῇ σκέπῃ σου.

Μετ τν Πολυλεον, Κθισμα

ὁ α’ χορός

Κάθισμα. Ἦχος πλ. δ’. Τὴν σοφίαν καὶ Λόγον.

Τὸν προσόντα σοι πλοῦτον ἐπὶ τῆς γῆς, διανείμας τοῖς πένησι καὶ πτωχοῖς, γνώμῃ οὐρανόφρονι, τῇ φωνῇ ἠκολούθησας, τοῦ Ζωοδότου Λόγου, καὶ κόσμῳ ἐσταύρωσαι, καὶ ἀπαθείας σκεῦος, ἐδείχθης πολύτιμον· ὅθεν παθημάτων, διαλύων τὸν ζόφον, παρέχεις ἰάματα τοῖς πιστῶς προσιοῦσί σοι, Στυλιανὲ παμμακάριστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναι Πάτερ ἄφεσιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

            ὁ β’ χορὸς  

Δόξα Πατρί… Κα νν… Θεοτοκον

Τὸν Θεὸν συλλαβοῦσα ὑπερφυῶς, καὶ τεκοῦσα Παρθένε σωματικῶς, ἄρας τὸν πρωτόπλαστον, τῆς ἀρχαίας ἀπήλλαξας, καὶ σωτηρίας πύλη, ἡμῖν ἐχρημάτισας, καὶ πρὸς τὸ πρῶτον κάλλος, Ἁγνὴ ἐπανάκλησις. Ὅθεν ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, ὑμνοῦντές σε πάντοτε, οἱ σωθέντες τῷ τόκῳ σου, καὶ πιστῶς ἐκβοῶμέν σοι· χαῖρε θησαυρὲ τῆς ζωῆς, Θεοτόκε μόνη Ἀειπάρθενε· χαῖρε κόσμου προστάτις, καὶ μέγα προσφύγιον.

Τ α’ ντφωνον το δ’ χου.

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρὶ…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορός

Τίμιος ἐναντίον Κυρίου ὁ  θάνατος τοῦ Ὁσίου αὐτοῦ.

ὁ β’ χορός

Τίμιος ἐναντίον Κυρίου ὁ  θάνατος τοῦ Ὁσίου αὐτοῦ.

ὁ α’ χορός

 Στίχ. Μακάριος ἀνὴρ ὁ  φοβούμενος τὸν Κύριον.

Τίμιος ἐναντίον Κυρίου ὁ  θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου 

ὁ α΄ χορὸς

χος β’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

: Ἐκ τοῦ κατὰ Λουκᾶν. ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

στ΄ 17 – 23

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν,  καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο·  καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.  Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.  μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.  μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.  Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· δο γρ μισθς μν πολς ν τ οραν.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ ψαλμὸς χύμα 

ὁ α΄ χορὸς

Δξα Πατρὶ… Ἦχος β’

Ταῖς τοῦ   σοῦ Ὁσίου  πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος πλ..β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Κα τ διμελον 

Τὴν ἐν πνεύματι ζωήν, θεοπρεπῶς ἀνύσας, καὶ τοῖς ἀσκητικοῖς παλαίσμασι, δοξάσας τὸν Κύριον τῆς δόξης, στῦλος καὶ ἑδραίωμα, τῶν εὐσεβῶν ἐδείχθης, καὶ τῶν θλιβομένων ἀναψυχὴ βεβαία. Ἀλλ’ ὦ Στυλιανὲ θαυματουργέ, μὴ παύσῃ προϊστάμενος, τῶν τελούντων τὴν μνήμην σου.

ΚΑΝΟΝΕΣ

τῆς Θεοτόκου
ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ β’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.  

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ὁ β’ χορὸς   

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν θλίψει με ὄντα καὶ συμφορᾷ, ἐπισκοπῆς θείας, καὶ προνοίας μόνη Ἁγνή, ἀξίωσον ὅπως σε δοξάζω, τὴν θεοδόξαστον καὶ ὑπεράμωμον.

  Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς. «Στήλη ἀρετῶν Στυλιανὲ ἐδείχθης. Γερασίμου».

ᾨδὴ α’. Ἦχος πλ. δ’.Ὑγρὰν διοδεύσας.

ὁ α΄ χορὸς

Στχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Συνὼν τῶν Ἀγγέλων ταΐς στρατιαΐς, σὺν αὐτοῖς δυσώπει, τὸν Σωτῆρα Στυλιανέ, σοφίαν δοθῆναί μοι τῷ λόγῳ τῶν ἀρετῶν σου ὑμνοῦντι τὰ σκάμματα.

ὁ β΄ χορὸς

Στχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τὸν νοῦν σου ἀνέτεινας ἐκ παιδός, ἐν ὅλῃ καρδίᾳ, πρὸς τό ἔσχατον τῶν καλῶν, καὶ τούτου τρωθεὶς Πάτερ τῷ πόθῳ, ἀγγελικῶς ἐν τῷ κόσμῳ διέλαμψας.

ὁ α΄ χορὸς

Δξα Πατρὶ…

γίασε Πάτερ σε ὁ  Θεός, μητρὸς ἐκ κοιλίας, ὡς τὸν ἔνθεον Σαμουήλ· ὅθεν ἁγιότητος δοχεῖον, τῇ σῇ ἁγίᾳ ζωῇ ἐχρημάτισας.

ὁ β΄ χορὸς

Κα νν… Θεοτοκον

Λυχνία ὡράθης χρυσοφαής, τεκοῦσα ἐν ὕλῃ, τὸ ἀπαύγασμα τοῦ Πατρὸς· ὅθεν τῶν παθῶν μου τὴν ὁμίχλην, ταῖς σαῖς ἀκτῖσι Παρθένε διάλυσον.

τῆς Θεοτόκου

δ γ’

 ὁ α’ χορὸς

Ερμς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,… 

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.  

ὁ β’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον

ᾨδὴ γ’.

Σῦ εἶ τὸ στερέωμα

ὁ α΄ χορὸς

Στχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

στραψεν ὁ  βίος σου, Στυλιανὲ παμμακάριστε, μαρμαρυγαῖς, ἔργων ἐναρέτων, καὶ πιστοὺς κατεφαίδρυνε.

ὁ β΄ χορὸς

Στχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

πάντα τὸν πλοῦτόν σου, τοῖς δεομένοις διένειμας, τὸν ἀληθῆ πλοῦτον θησαυρίζων, ἱεροῖς κατορθώμασι.

ὁ α΄ χορὸς

Δξα Πατρί…

Ρείθροις τῶν δακρύων σου, καταρδευθεὶς τὴν διάνοιαν, Στυλιανέ, ἤνεγκας πλουσίως, εὐκαρπίαν οὐράνιον.

ὁ β΄ χορὸς

Κα νν… Θεοτοκον

τεκες Πανάμωμε, δίχα φθορᾶς μετὰ σώματος, τόν Ποιητήν, ἐκ φθορᾶς τῆς πάλαι, τὸν Ἀδὰμ ἐκλυτρούμενος.

.  Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,… 

ὁ β΄ χορὸς

Κάθισμα, Ἦχος γ’.Θείας πίστεως.

Κόσμον ἔλιπες, ἔρωτι θείῳ, καὶ ὡς ἄσαρκος, ἐν τῇ ἐρήμῳ, Στυλιανὲ θεοφόρε κατῴκησας, ἐκ τοῦ Ἀγγέλου τραφεὶς δὲ μακάριε, ἀγγελικῶν χαρισμάτων ἠξίωσαι· ὅθεν πρέσβευε, δοθῆναι τοῖς εὐφημοῦσί σε, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.

ὁ α΄ χορὸς

Δξα Πατρὶ…. Κα νν… Θεοτοκον

Θεὸν τέτοκας, ἀνερμηνεύτως, καὶ ἐθέωσας, βροτῶν τὴν φὺσιν, τῇ ἀσπόρῳ σου συλλήψει Θεόνυμφε· ὅθεν κἀμὲ τῶν παθῶν τῆς φαυλότητος, τῇ συμπαθείᾳ σου δέομαι λύτρωσαι, Κόρη Πάναγνε, Χριστῷ τῷ Θεῷ πρεσβεύουσα, δοθῆναι εὐφροσύνην ταῖς ψυχαῖς ἡμῶν.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

γιασθεὶς ἀπὸ μητρῴας νηδύος, ὥσπερ ὁ  Θεῖος Σαμουὴλ Θεοφόρε, ἀσκητικῶς ἐδόξασας Χριστὸν τὸν Θεὸν· ὅθεν  τῶν ἰάσεων, ἀνεδείχθης ταμεῖον, καὶ προστάτης ἔνθεος, νεογνῶν καὶ νηπίων· ὁ  γὰρ Χριστὸς δοξάζει σε λαμπρῶς, ὃν ἀπὸ βρέφους, Στυλιανὲ ἐδόξασας.

Ὁ Οἶκος.

νατεθεὶς ἀπὸ παιδός, Θεῷ τῷ εὐεργέτῃ, ὥσπερ ὁ  μέγας Βαπτιστής, τούτου ἐδείχθης ζηλωτής, καὶ μιμητὴς καὶ τύπος τῇ καθαρῇ σου βιοτῇ, καὶ ἐναρέτοις τρόποις· ὡς ἐκεῖνος γὰρ Πάτερ, τὴν ἔρημον ᾤκησας, νηστείᾳ καὶ ἀγρυπνίᾳ, τὸν νοῦν καθαιρόμενος, καὶ ἀπαύστῳ προσευχῇ τῷ Κυρὶῳ ἑνουμενος· ὅθεν φωτὸς τοῦ ὑπὲρ ἔννοιαν ἐπληρώθης, καὶ θεοσδότοις χάρισι, πανταχοῦ περιβόητος ὤφθης· ἐξαιρέτως δὲ νεογνῶν καὶ νηπίων καὶ βρεφῶν, προστάτης ἐδείχθης θερμότατος, καὶ ἰατὴρ ἐν νόσοις ἑτοιμότατος· ὁ  γὰρ Χριστὸς δοξάζει σε λαμπρῶς, ὃν ἀπὸ βρέφους Στυλιανὲ ἐδόξασας.

Συναξάριον.

ΤΚΣΤ’. τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Στυλιανοῦ, τοῦ Παφλαγόνος, τοῦ θαυματουργοΰ.

Στίχοι

  • Ἀσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος.

  • Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει.

  • Στυλιανὸς φαίδιμος εἰκάδι ἕκτῃ Θεῷ παρέστη.

 

Τῇ αὐτῇ ἡμέρᾳ,  Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου.

Στίχοι

  • Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων,

  • Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει.

  • Εἰκάδι ἕκτῃ ἄλυπον, Ἀλύπιε, βῆς ἐπὶ οἶκον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νίκωνος τοῦ Μ ε τ α ν ο ε ῖ τ ε,

Στίχοι

  • Οἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι.

  • Σοβεῖ γὰρ αὐτὸν τοῖς τεραστίοις Νίκων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι.

Στίχοι

  • Κακὸν φυγὼν πᾶν Ἀκάκιος ἐν βίῳ.

  • Καλοῖς ἀπείροις ἐντρυφᾷ λιπὼν βίον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀναχωρητοῦ.

Στίχοι

  • Ὁ Ἰάκωβος ἀναχωρήσας κόσμου,

  • Νῦν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα.

 

ἅγιος Νεομάρτυς Γεώργιος, ὁ ἐν Χίῳ ἀθλήσας κατὰ τὸ 1807, ξίφει τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σίλου, Ἐπισκόπου τῆς Περσίδος, Καὶ ἀνάμνησις τῶν ἐγκαινίων τοῦ Ναοῦ τοῦ Ἁγίου Γεωργίου, ἐν τῷ Κυπαρίσσῳ.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. μν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α’  χος α’

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

δ γ’

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…

ὁ α’ χορός

γιος εἶ Κύριε.

ὁ β΄ χορὸς

δ δ’

άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

δ ε’

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε. 

ὁ β΄ χορὸς

δ ς’

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ὁ α’ χορός 

δ ζ’

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς

δ η’

Στχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

 

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στχ.τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

Στίχ. Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω Στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ν νυμνοντες μεγαλνομεν.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλριον

ὁ α’ χορὸς

Ὁ οὐρανὸν τοῖς ἄστροις.

 Στυλιανὸς ὁ  μέγας, τιμάσθω ὕμνοις ἱεροῖς, τῶν Μοναζόντων ὁ  στῦλος, καὶ Ἐκκλησίας ὁ  λαμπτήρ· θαυμάτων γὰρ λαμπηδόνας, τῇ οἰκουμένῃ ἀστράπτει

ὁ β’ χορός

Θεοτοκίον

Θεογεννῆτορ Κόρη, παντοβασίλισσα Ἁγνή, τοῦ κόσμου ἡ προστασία, καὶ σωτηρία τῶν πιστῶν, σκέπε ἡμᾶς πάσης βλάβης, καὶ τῶν ἐν βίῳ κινδύνων.

ΑΙΝΟΙ

Ἦχος α

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τν ορανων ταγμάτων

Ἀνατεθεὶς τῷ Κυρίῳ, ὡς ὁ  κλεινὸς Βαπτιστής, ἀπὸ παιδὸς θέοφρον, ὁλικῇ διανοίᾳ, ὁσίως καὶ ἀμέμπτως Στυλιανέ, τὸν σὸν βίον διήνυσας, καὶ ἀριστεύσας ἐν πόνοις ἀσκητικοῖς, σκεῦος ὤφθης θείου Πνεύματος.

ὁ β’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τὴν ἐν σπηλαίῳ ζωήν σου Χριστὸς ὁ  Κύριος, Στυλιανὲ δοξάζων, δι’ Ἀγγέλου ἁγίου, τροφήν σοι ἀποστέλλει ἐξ οὐρανοῦ, ὡς οἰκείῳ θεράποντι, καὶ ἐνεργείας θαυμάτων πάσῃ τῇ γῇ θαυμαστόν σε Πάτερ ἔδειξε.

ὁ α’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τῶν νεογνῶν καὶ νηπίων φύλαξ γενόμενος, ἐκ πάσης ἐπηρείας, καὶ δεινῆς καχεξίας, ἀλώβητα τὰ βρέφη καὶ ἀσινῆ, διαφύλαττε πάντοτε, καὶ εὐτεκνίαν παράσχου Στυλιανέ, τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

β’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ταΐς νοηταῖς λαμπηδόσι καταλαμπόμενος, Τριάδος τῆς Ἁγίας, παμμακάριστε Πάτερ, προΐστασο ἀπαύστως Στυλιανέ, τῶν φερόντων τὴν κλῆσίν σου, καὶ δίδου τούτοις πλουσίως ὡς συμπαθής, τάς ἐκφάνσεις τῆς σῆς χάριτος.

ὁ α’ χορός

Δόξα, Ἦχος πλ. α’.

Ὅσιε Πάτερ, τοῖς ἴχνεσι Χριστοῦ ἀκολουθήσας, κατ’ ἀξίαν ζωὴν ἐπολιτεύσω, σαυτὸν ἀπαρνησάμενος· ἄγγελος γὰρ ὤφθης ἐν σαρκί, ἀγγελικοῖς τρόποις σεμνυνόμενος, καὶ θεοειδεῖ ἀσκήσει, βεβαιῶν τὴν χάριν. Ὅθεν στῦλος καὶ ἑδραίωμα, φερωνύμως ἐγένου τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, Στυλιανὲ μακάριε, καὶ πρεσβευτὴς ἡμῶν πρὸς Κύριον.

ὁ β’ χορός

Καὶ νῦν, Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε,  δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

Ἦχος  γ’. Θείας πίστεως.

Στήλη ἔμψυχος, τῆς ἐγκρατείας, στῦλος ἄσειστος, τῆς Ἐκκλησίας, Στυλιανὲ ἀνεδείχθης μακάριε· ἀπὸ παιδὸς γὰρ ἀσκήσας ὡς ἄσαρκος, βρεφῶν καὶ παίδων προστάτης γεγένησαι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

.ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

ντφωνον α’

χος β’

Στχ. α’. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στχ. β’. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στχ. γ’. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δξα Πατρὶ… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.  γ´Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρὶΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ  θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Ἦχος  γ’. Θείας πίστεως.

Στήλη ἔμψυχος, τῆς ἐγκρατείας, στῦλος ἄσειστος, τῆς Ἐκκλησίας, Στυλιανὲ ἀνεδείχθης μακάριε· ἀπὸ παιδὸς γὰρ ἀσκήσας ὡς ἄσαρκος, βρεφῶν καὶ παίδων προστάτης γεγένησαι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Εἴσοδος.

Εἰσοδικὸν

         ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..

ψάλλοντάς σοι, λληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   
Ἦχος  γ’. Θείας πίστεως.

Στήλη ἔμψυχος, τῆς ἐγκρατείας, στῦλος ἄσειστος, τῆς Ἐκκλησίας, Στυλιανὲ ἀνεδείχθης μακάριε· ἀπὸ παιδὸς γὰρ ἀσκήσας ὡς ἄσαρκος, βρεφῶν καὶ παίδων προστάτης γεγένησαι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τὸν ἰσάγγελον βίον ἐκ παιδὸς ἐπεπόθησας, καὶ τοῦ Παρακλήτου δοχεῖον, ἱερὸν ἐχρημάτισας· διὸ τὴν τῶν θαυμάτων δωρεάν, καὶ χάριν ἰαμάτων δαψιλῆ, ἀναβλύζεις Θεοφόρε Στυλιανέ, τοῖς εὐλαβῶς βοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἀπολυτίκιον Ἦχος α’.

πομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς Προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι, Ἀλύπιε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον  Ἦχος α’. Θείας πίστεως.

Χαίρει ἔχουσα ἡ Λακεδαίμων, θείαν λάρνακα, τῶν σῶν λειψάνων, ἀναβρύουσαν πηγὰς τῶν ἰάσεων, καὶ διασώζουσαν πάντας ἐκ θλίψεων, τοὺς σοὶ προστρέχοντας Πάτερ ἐκ πίστεως. Νίκων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ταν τελεῖται συλλείτουργον)

Κοντκιον Προερτιον χος γ’

Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως, Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τν πρ αἰώνων Θεν.

Τρισάγιον.

Ἀπόστολος  

Προκείμενον, Ἦχος βαρύς.

Καυχήσονται ὅσιοι ἐν δόξῃ.

Στίχσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (Κεφ. Ε’, 22-Στ’, 2)

δελφοί, ὁ  καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ναπληρώσατε τν νόμον το Χριστο.

λληλούϊα ( γ’)

Εαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. ΙΑ’, 27-30).

Εἶπεν ὁ  Κύριος τοῖς ἐαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὀν εἰμὴ ὁ  Πατὴρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ  Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ  Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα σοι Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Ες τ, ξαιρτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.  .   

ἦχος β

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

26 ΝΟΕ19 ΕΟΡΤΗ ΑΓΙΟΥ ΣΤΥΛΙΑΝΟΥ ΤΟΥ ΠΑΦΛΑΓΟΝΟΣ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s