ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΕΙΣΟΔΙΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ Μνήμη τῆς ἁγίας Μεγαλομάρτυρος καὶ πανσόφου Αἰκατερίνης (2019)

25 ΝΟΕΜΒΡΙΟΥ 2019

+ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΕΙΣΟΔΙΩΝ ΘΕΟΤΟΚΟΥ

Αποτέλεσμα εικόνας για ΕΙΣΟΔΙΑ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

+Μνήμη τῆς ἁγίας Μεγαλομάρτυρος καὶ πανσόφου Αἰκατερίνης καί τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα ἡ Ἐκφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

χος δ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος δ’

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

ὁ β’ χορὸς

Δξα Πατρὶ… Τς γαςχος πλ. α’ – Τν συνναρχον Λγον

Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερῖναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν΄ ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ΄ καὶ νῦν ὡς μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Κα νν… Πλιν τ τς ορτς

Σήμερον τῆς εὐδοκίας Θεοῦ ….

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…

Μετ τν α’ Στιχολογαν

Κθισμα τς γας

ὁ α’ χορὸς

χος α’  Τν τφον σου Σωτρ

Μολοῦσα εὐθαρσῶς, πρὸς ἀγῶνας τρισμάκαρ, ἀνδρείως τὸν Χριστόν, ὡμολόγησας μάρτυς, καὶ τύραννον ἤλεγξας, δυσσεβῆ καὶ παράφρονα, καὶ κατῄσχυνας, ῥητορευόντων τὰ στίφη, καὶ ἀνέδραμες, εἰς οὐρανίους σκηνώσεις, διὸ σε δοξάζομεν.

ὁ β’ χορὸς

χος α’

Δόξα Πατρί…Καὶ νῦν…Τς ορτς, μοιον

Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, ἱερῷ  ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν΄ ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.

Μετ τν β’ Στιχολογαν

ὁ α’ χορὸς

Κθισμα τς γας
χος δ’ – Κατεπλάγη Ἰωσὴφ

παρθένος καὶ σεμνή, Αἰκατερῖνα ἡ σοφή, τῇ δυνάμει τοῦ Χριστοῦ, ἐπιῤῥωσθεῖσα ἀληθῶς, ἀγαλλομένη εἰσέρχεται ἐν σταδίῳ, καὶ τύραννον ὠμόν, καταβαλοῦσα στεῤῥῶς, καὶ πᾶσαν τὴν πληθύν, τῶν δυσσεβούντων ἐχθρῶν, μετ’ εὐφροσύνης ἔψαλλεν, ἀκαταπαύστως μεγάλῃ φωνῇ, Χριστέ μου δόξα, Σωτὴρ καὶ ῥύστα, σὺ οὖν δέξαι τὸ πνεῦμα μου.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Τς ορτς, μοιον

Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.

Μετ τν Πολυλεον 

Κθισμα τς γας

ὁ α’ χορὸς

χος πλ. δ’ – Τ προσταχθν μυστικς

λεξανδρέων ἡ λαμπρὰ καὶ θεία πόλις, ἐπὶ τῇ μνήμῃ σου σεμνὴ πανηγυρίζει, καὶ γεραίρει τοὺς ἄθλους σου Αἰκατερῖνα, οὓς ἔτλης γενναιοφρόνως ὑπὲρ Χριστοῦ, καὶ μέγα βρενθυομένη σοὶ ἐκβοᾷ΄ Ὦ Παρθένε πολύαθλε, εἰς οὐρανίους σκηνάς, συνοῦσα νῦν τῷ Κτίστῃ σου, χαῖρε Μάρτυς πανθαύμαστε.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Τς ορτς, μοιον

γαλλιάσθω ὁ Δαυΐδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε, Μαρία ἡ φωτοφόρος θεία λαμπάς΄ καὶ χαίρει εἰσερχομένη ἐν τῷ ναῷ, ἣν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε΄ Χαῖρε θαῦμα παγκόσμιον.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον – Ἦχος δ’

ὁ α’ χορὸς

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.

ὁ β’ χορός

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.

ὁ α’ χορὸς

Στχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ ελογητς Θες.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου

ὁ α΄ χορὸς

Ἦχος β’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα ( Ματθ. κε´ 1-13),

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην΄ Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραὶ΄ αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν, μετὰ τῶν λαμπάδων ἑαυτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν΄ ᾽Ιδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὑτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον΄ Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι΄ Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι΄ Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν΄ ᾽Αμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν,ἐν ᾗ Υἱὸς το νθρώπου ρχεται.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ ψαλμὸς (χύμα) 

ὁ α΄ χορὸς

Δξα Πατρὶ… Ἦχος β’

Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Στιχηρν ἰδιόμελον Ἦχος  β’

Βίον ἄϋλον ἐξησκημένη, βῆμα ἄθεον καταλαβοῦσα, ἔστης τροπαιοφόρος Αἰκατερῖνα σεμνή, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα, καὶ τὸ θεῖον σθένος ἐνδεδυμένη, δόγμα τυράννου κατεμυκτήρισας, καὶ ῥητόρων ἔπαυσας, τὰς φληνάφους ῥήσεις Πολαθλε.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

Εἴθ’ οὕτως οἱ δύο Καννες τς ορτς.

Κανν πρτος.  

Ποίημα τοῦ Κυρίου Γεωργίου.

δ α’

 ὁ α’ χορὸς

χος δ’ – Ερμς

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενoι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι΄ δεῦτε συνδράμωμεν.

Κανν δετερος

Ποίημα τοῦ Κυρίου Βασιλείου

δ α’   χος α’

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

δν πινκιον

Συνδράμωμεν σήμερον, τῇ Θεοτόκῳ, τιμῶντες ἐν ᾄσμασι, καὶ πανηγυρίσωμεν, πνευματικὴν ἑορτήν, ἐν τῷ ναῷ γὰρ τῷ Θεῷ, δῶρον προσφέρεται.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

δαῖς ἀνυμνήσωμεν, τῆς Θεοτόκου, τὴν ἔνδοξον πρόοδον΄ τῷ ναῷ γὰρ σήμερον, ὡς καὶ Ναὸς τοῦ Θεοῦ, προσφέρεται προφητικῶς, δῶρον πολύτιμον.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἄννα ἡ ἄμεμπτος, ἠγαλλιᾶτο, ὡς δῶρον πολύτιμον, τῷ Θεῷ προσφέρουσα, ἐν τῷ ναῷ μητρικῶς, Ἰωακεὶμ δὲ σὺν αὐτῇ, πανηγυρίζει φαιδρῶς.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δαυΐδ ὁ προπάτωρ σε, ὕμνησε πάλαι, Παρθένε Θεόνυμφε, θυγατέρα λέγων σε, τοῦ Βασιλέως Χριστοῦ, ὃν καὶ τεκοῦσα μητρικῶς, βρέφος ἐθήλασας.

Κανν τῆς Ἁγίας

χος πλ. δ’

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ρματηλτην Φαρα

Αἰκατερίνης τῆς πανσόφου Μάρτυρος, ταῖς ἱκεσίαις Χριστέ, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, αἴγλην διδοὺς μοι Δέσποτα, τῆς σῆς φωτοχυσίας, τῶν ψυχοφθόρων πταισμάτων μου, πᾶσαν τὴν ἀχλὺν ἀφανίζουσαν.

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

θυνομένη τοῦ Δεσπότου πάνσοφε, θείοις προστάγμασι, καὶ τῷ αὐτοῦ πόθῳ, φλεγομένη ἔδραμες, πρὸς τοὺς ἀγῶνας σπεύδουσα, καὶ τυράννων τὰς φρένας, Αἰκατερίνα κατέπληξας, λόγῳ καὶ σοφίᾳ καὶ χάριτι.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Κυβερνωμένη τῇ παλάμῃ ἔνδοξε, τῇ κραταιᾷ τοῦ Χριστοῦ, εἰδωλικὴν ζάλην, Μάρτυς ὑπεξέφυγες, ἀβρόχως ὑπερπλέουσα, τοῦ Σταυροῦ τῷ ἱστίῳ, καὶ θείαις αὔραις τοῦ Πνεύματος, ᾆσμα τῷ Θεῷ ἀναμέλπουσα.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκον

Τὸ Θεοτόκον σε κηρύττειν Ἄχραντε, πάσης αἱρέσεως, ἀποτροπὴν φέρει, σάρκα γὰρ γενόμενον, ἀναλλοιώτως ἔτεκες, τὸν ἐπέκεινα πάσης, θεοκυῆτορ τῆς κτίσεως, Λόγον τοῦ Θεοῦ τὸν ἀΐδιον.

δ γ’

τῆς Ἑορτῆς

Κανν πρτος.  

ὁ α’ χορός

Ερμς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νυμφοστόλoς σήμερον ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δαυΐδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῷσον ἡμᾶς.

ξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ. 

Κανν δετερος

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στερεωθτω καρδα μου

Πανηγυρίσωμεν φιλέορτοι, καὶ συνευφρανθῶμεν τῷ πνεύματι, ἐν τῇ ἁγίᾳ Ἑορτῇ, εὐωχούμενοι σήμερον, θυγατρὸς τοῦ Βασιλέως, καὶ Μητρὸς τοῦ Θεοῦ ἡμῶν.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ωακεὶμ εὐφραίνου σήμερον, καὶ ἀγάλλου Ἄννα τῷ πνεύματι, τὴν γεννηθεῖσαν ἐξ ὑμῶν, τῷ Κυρίῳ προσάγοντες, τριετίζουσαν ὡς δάμαλιν, σεμνὴν τὴν Πανάμωμον.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ τοῦ Θεοῦ κατοικητήριον, ἐν ναῷ ἁγίῳ προσφέρεται, ἡ Θεοτόκος Μαριάμ, τῇ σαρκὶ τριετίζουσα, καὶ αὐτῆς λαμπαδουχοῦσαι, αἱ παρθένοι προτρέχουσιν.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

τοῦ Θεοῦ ἀμνὰς ἡ ἄσπιλος, ἡ περιστερὰ ἡ ἀμόλυντος, ἡ θεοχώρητος σκηνή, τὸ τῆς δόξης ἁγίασμα, ἐν σκηνώματι ἁγίῳ, κατοικεῖν ᾑρετίσατο.

τῆς Ἁγίας

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

στερεσας καταρχς

θελουσίαις σου ῥοπαῖς, ἐχώρησας πρὸς τὸ πάθος, τὸ ἑκούσιον Χριστὸν μιμουμένη, καὶ νικήσασα λαμπρῶς, τὸν σκότους κοσμοκράτορα, στεφανηφόρος ὤφθης, Αἰκατερῖνα θεόληπτε.

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ωμαλεότητι φρενῶν, διήλεγξας τοὺς τυράννους, ἀθεΐας ἐν βυθῷ κυλισθέντας, ῥητορεύουσα σαφῶς, θεογνωσίας δόγματα, θείᾳ σοφίᾳ Μάρτυς, λαμπρυνομένη πανεύφημε.

ὁ α’ χορός

Δόξα Πατρὶ…

σοθεΐαν τοῖς ὠσί, τῆς Εὔας ὁ ψιθυρίσας, ὑπὸ Κόρης ἁπαλῆς νῦν πατεῖται, τῷ γὰρ ὅπλῳ τοῦ Σταυροῦ, περιφραχθεῖσα ᾔσχυνεν, Αἰκατερῖνα μάρτυς, ἄμετρα τοῦτον καυχώμενον.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκον

Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, διανάστησον οὐλάς, καὶ τύπους ἐξαλείφουσα, τῆς ἁμαρτίας μόνη, Θεογενντορ πανμωμε.

Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,… 

Κοντκιον  χος δ’ – ψωθες ν τ Σταυρῷ(χύμα)

καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ. Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

Οκος

Τῶν ἀποῤῥήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόῤῥητον΄ πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον΄ ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω΄ Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

ὁ β΄ χορὸς

Κθισμα της γας  χος πλ. δ’ – Τν Σοφαν κα Λγον

Τὴν σοφίαν τὴν ὄντως ἐξ Οὐρανοῦ, διὰ στόματος Μάρτυς τοῦ Μιχαήλ, λαβοῦσα πανεύφημε, καὶ ἐν ἄθλοις ἀήττητε, τῇ μὲν σοφίᾳ τῇ ἔξω, τοὺς ῥήτορας ἔπτηξας, τῇ δὲ σοφίᾳ τῇ θείᾳ, τὴν πλάνην ἐμείωσας, ὅθεν καθορῶν σου, τὸν ἀγῶνα ὁ Κτίστης, παρέστη ἐνισχύων σε, Δεῦρο λέγων ἀνάβηθι΄ οἱ θησαυροὶ γάρ σε μένουσι. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α΄ χορὸς

χος δ’ 

Δόξα Πατρὶ… Καὶ νῦν…Τς ορτς  Κατεπλγη ωσφ

ἀμίαντος ἀμνάς, καὶ ἀκηλίδωτος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαριάμ, μέτ’ εὐφροσύνης εἰσάγεται παραδόξως· ἣν Ἄγγελοι Θεοῦ, δορυφοροῦσι φαιδρῶς, καὶ πάντες οἱ Πιστοί, μακαριοῦσιν ἀεί, καὶ εὐχαρίστως ψάλλουσι ταύτῃ, ἀκαταπαύστως μεγάλῃ φωνῇ. Ἡμῶν ἡ δόξα, καὶ σωτηρία, σὺ ὑπάρχεις Πανάχραντε

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντκιον τς γας

χος β’ Τ νω ζητν

Χορείαν σεπτήν, ἐνθέως φιλομάρτυρες, ἐγείρατε νῦν, γεραίροντες τὴν πάνσοφον, Αἰκατερῖναν΄ αὕτη γάρ, ἐν σταδίῳ τὸν Χριστὸν ἐκήρυξε, καὶ τὸν ὄφιν ἐπάτησε, ητρων τν γνσιν καταπτσασα.

Οκος

Τὴν ἐκ Θεοῦ σοφίαν λαβοῦσα παιδόθεν ἡ Μάρτυς, καὶ τὴν ἔξω καλῶς σοφίαν πᾶσαν μεμάθηκε, γνοῦσα δὲ ἐκ ταύτης τὴν τῶν στοιχείων κίνησίν τε καὶ ποίησιν κατὰ λόγον, καὶ τὸν αὐτὰ ἐξ ἀρχῆς διὰ λόγου ποιήσαντα, αὐτῷ τὴν εὐχαριστίαν ἐν νυκτὶ καὶ ἡμέρᾳ προσέφερε, τὰ δὲ εἴδωλα καθεῖλε, καὶ τοὺς ταῦτα ἀφρόνως λατρεύοντας, ητρων τν γνσιν καταπτσασα.

Συναξριον

Τ ΚΕ’ το ατο μηνς, Μνήμη τῆς ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης.

Στίχοι

  • Αἰκατερῖνα, καὶ σοφὴ καὶ παρθένος.

  • Ἐκ δὲ ξίφους, καὶ Μάρτυς΄ ὦ καλὰ τρία!

  • Εἰκάδι πέμπτῃ ἄορ κατέπεφνεν ῥήτορα Κούρην.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα Ῥήτορες, οἱ διὰ τῆς Ἁγίας Αἰκατερίνης πιστεύσαντες τῷ Χριστῷ, πυρὶ τελειοῦνται.

Στίχοι

  • Αἱ πρὶν πλάνης Ῥήτορσιν ἀνδράσι στάσεις,

  • Εἰς πῦρ θανοῦσι, τῶν στεφάνων εὑρέσεις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία βασίλισσα, ἡ γαμετὴ Μαξεντίου, ξίφει τελειοῦται.

Στίχοι

  • Τμηθεῖσα θνητοῦ σύζυγος Βασιλέως,

  • Ἄφθαρτον εὗρε νυμφῶνα Βασιλέως.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πορφύριος, ὁ Στρατηλάτης, σὺν τοῖς διακοσίοις στρατιώταις, ξίφει τελειοῦνται.

Στίχοι

  • Σὺν τῷ στρατῷ σου Πορφύριε πρὸς ξίφος

  • Πρόθυμος ἥκεις, οἷά περ Στρατηλάτης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.  

Στίχοι

  • Εἰ καὶ πατάσσῃ Μερκούριε τῷ ξίφει,

  • Καὶ νεκρὸν ἐχθρὸν σὺ πατάσσεις Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ Ἡσυχαστοῦ.

Στίχοι

  • Ἡσύχως βίου τὸ πέλαγος ἀνύσας,

  • Πρὸς ἡσύχιον Πέτρε λιμένα φθάνεις.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑξακόσιοι ἑβδομήκοντα Μάρτυρες ξίφει τελειοῦνται. 

Στίχοι

  • Τέμνουσιν ἀνδρῶν εἰκάδας τριπλῶς δέκα,

  • Μεθ’ ὧν καὶ ἄλλους ἄνδρας ἑπτάκις δέκα.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεὸς, ἐλέησον ἡμᾶς. μν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α‘  χος α

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

δ γ

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…

ὁ α’ χορός

γιος εἶ Κύριε.

ὁ β΄ χορὸς

δ δ

άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

δ ε

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε. 

ὁ β΄ χορὸς

δ ς

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ὁ α’ χορός 

δ ζ

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς

δ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

Τιμιωτρα ο στιχολογεται

δ θ’

 ὁ α’ χορὸς

Στίχ. ῎Αγγελοι τήν Εἴσοδον τῆς Παρθένου ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος εἰσῆλθεν εἰς τά ῞Αγια τῶν ῾Αγίων.

Ερμς

ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων΄ χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

ὁ β΄ χορὸς

Στίχ. ῎Αγγελοι τήν Εἴσοδον τῆς Πανάγνου ὁρῶντες ἐξεπλήττοντο, πῶς μετά δόξης εἰσῆλθεν εἰς τά ῞Αγια τῶν ῾Αγίων.

ς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος, χάριτος Θεοῦ δ’ ἐμπιπλαμένη οὐρανόθεν, φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

 ὁ α’ χορὸς

Στίχ. γγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ΄ Ὅθεν ἐκδιδάσκει σοι κράζειν΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

ὁ β΄ χορὸς

Στίχ. γγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε΄ ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ  Ἅγια τῶν Ἁγίων.

Θεοδόχον προθεωρῶν Σολομών, ἠνοίξατό σε πύλην Βασιλέως, ζῶσάν τε πηγὴν ἐσφραγισμένην, ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

Κανὼν δετερος

ὁ α’ χορὸς

Μεγαλυνριον

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν, ἐν τῷ ναῷ Κυρίου, καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν ἱερέων.

Τν φωτοφρον Νεφλην

κ τῶν Δικαίων προῆλθεν, Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἐπαγγελίας ὁ καρπός, ἡ θεόπαις Μαρία, καὶ ὡς θυμίαμα δεκτόν, σαρκὶ νηπιάζουσα προσφέρεται, ἱερῷ ἐν ἁγίῳ, ὡς ἁγία, εἰς τὰ ἅγια οἰκεῖν. 

ὁ β΄ χορὸς

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν, ἐν τῷ ναῷ Κυρίου, καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.

Τὴν νηπιάζουσαν φύσει, καὶ ὑπὲρ φύσιν Μητέρα ἀναδειχθεῖσαν τοῦ Θεοῦ, εὐφημήσωμεν ὕμνοις, ἐν τῷ ναῷ τῷ νομικῷ, Κυρίῳ γὰρ σήμερον προσφέρεται, εἰς ὀσμήν εὐωδίας, τῶν Δικαίων, ὡς καρπὸς πνευματικός.

ὁ α’ χορὸς

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν, ἐν τῷ ναῷ Κυρίου, καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν ἱερέων.

μνον ἐπάξιον πᾶσα, τῇ Θεοτόκῳ ἡ κτίσις, σὺν τῷ Ἀγγέλῳ Γαβριήλ, ἀνακράζει βοῶσα, Χαῖρε ἡ Μήτηρ τοῦ Θεοῦ, δι’ ἧς ἐλυτρώθημεν πανάμωμε, τῆς ἀρχαίας κατάρας, γεγονότες ἀφθαρσίας κοινωνοί.

ὁ β΄ χορὸς

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν, ἐν τῷ ναῷ Κυρίου, καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν ἱερέων.

τῶν Ἁγίων Ἁγία, καὶ Θεομήτωρ Μαρία, ταῖς ἱκεσίαις σου Ἁγνή, ἐλευθέρωσον ἡμᾶς, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ πάσης αἱρέσεως καὶ θλίψεως, τοὺς πιστῶς προσκυνοῦντας, τὴν εἰκόνα, τῆς ἁγίας σου μορφῆς.

τῆς Ἁγίας 

ὁ α’ χορὸς

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ξστη π τοτῳ ορανς

Μετέστης πρὸς θαλάμους φωτοειδεῖς, νυμφικοῖς κοσμουμένη στολίσμασι, παρθενικήν, ἔχουσα λαμπάδα τῇ δεξιᾷ, τῇ δὲ ἑτέρᾳ φέρουσα, τὴν ἀποτμηθεῖσάν σου κεφαλήν, καὶ νῦν παρισταμένη, Χριστῷ τῷ σῷ Νυμφίῳ, τοὺς σὲ ὑμνοῦντας περιφρούρησον.  

ὁ β΄ χορὸς

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

δέχθη σου θεόφρον ἡ προσευχή, τοὺς γὰρ πίστει τὴν σὴν ὀνομάζοντας, κλῆσιν σεμνή, σῴζει ὁ Δεσπότης ἐκ πειρασμῶν, καὶ εὐρωστίαν δίδωσι, νόσων ἀπαλλάττων παντοδαπῶν, ψυχῶν τε καὶ σωμάτων, διό σε γεγηθότες, Αἰκατερῖνα μακαρίζομεν.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Λιμένι καθωρμίσθης νῦν γαληνῷ, εὐσταλῶς τε καὶ κούφως τὴν θάλασσαν, τὴν κοσμικήν, Μάρτυς διελθοῦσα τρικυμιῶν, μὴ πειρασθεῖσα πάνσοφε, πλοῦτον πολυποίκιλον τῷ Χριστῷ, προσφέρουσα Παρθένε, τὸν δῆμον τῶν Μαρτύρων, Αἰκατερῖνα παμμακάριστε.

ὁ β΄ χορὸς

Καὶ νῦν… Θεοτοκον

ράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός΄ ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται. 

ὁ α’ χορὸς  

Καταβασία

δ θ’  χος α’

Στίχ. Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω Στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ν νυμνοντες μεγαλνομεν.

Συναπτ μικρ κα ἡ Ἐκφνησις

 Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλριον τς γας

ὁ α’ χορὸς

Γυνακες κουτσθητε

ν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν, σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ.

ὁ β΄ χορὸς 

ν πνεματι τ ερ

νεύρωσας τὸ φρόνημα, γυναικῶν ὦ παρθένε, Αἰκατερῖνα πάντιμε, ἀθλοφόρων ἡ δόξα΄ καὶ φιλοσόφων ἄνοιαν, ἐν Θεῷ διήλεγξας, ὡς λῆρον οὖσαν καὶ μῦθον, τὴν Πανάμωμον ὄντως, καὶ Μητέρα τοῦ Θεοῦ, συλλήπτορα κεκτημένη.

ὁ α΄ χορὸς 

Γυνακες κουτσθητε

ν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν, σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων,

ὁ β΄ χορὸς 

…… ἀνατραφῆναι Κυρίῳ.

 

ΑΙΝΟΙ

Ἦχος α

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Λαμπαδηφόροι παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν Πνεύματι τὸ μέλλον΄ ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν ναόν μετὰ δόξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

παγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα, ἡ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

πουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ ναῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, οὗ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί.  

ΠΡΟΣΟΜΟΙΑ ΤΗΣ ΑΓΙΑΣ

  βχορός

χος δ

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

 ‘  δωκας σημεωσιν

Μνήμην τὴν πανίερον, Αἰκατερῖνα πανεύφημε, τῆς σεπτῆς σου ἀθλήσεως, τελοῦντες δοξάζομεν, ἐν φωναῖς ἀπαύστοις, τὸν δεδωρημένον, ὑπομονὴν σοι καρτεράν, καὶ νικηφόρον σε ἀναδείξαντα, καὶ λόγον χορηγήσαντα, καταπτοοῦντα τοὺς ῥήτορας, Ἰησοῦν τὸν φιλάνθρωπον, καὶ Σωτῆρα καὶ Κύριον.

ὁ α’ χορός 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Μάρτυς ἐθελούσιος, Αἰκατερῖνα πανένδοξε, καθωράθης τὸν τύραννον, εὐτόνως ἐλέγξασα, καὶ δεινὴν μανίαν, τῆς πολυθεΐας, θεογνωσίας φωτισμῷ, καταβαλοῦσα, καὶ θείᾳ χάριτι, ἐντεῦθεν καὶ ὡς Μάρτυρα, καὶ ὡς Παρθένον πανάμωμον, ὁ Χριστὸς ἐστεφάνωσεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

  βχορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Χάριν τὴν τοῦ Πνεύματος, Αἰκατερῖνα πανένδοξε, ἐν ἀνοίξει τοῦ στόματος, ἐδέξω καθάρασα, σεαυτὴν προθύμως, διὰ πολιτείας, καὶ λογισμῷ καρτερικῷ, τὴν τῶν τυράννων ὀφρύν κατέσπασας, καὶ κάλλει τῷ τοῦ σώματος, τὴν ψυχικὴν ὡραιότητα, θεοφρόνως ἀντέθηκας, Ἀθλητῶν ἐγκαλλώπισμα.

ὁ α’ χορός

Δξα Πατρί … χος β’ 

Βίον ἄϋλον ἐξησκημένη, βῆμα ἄθεον καταλαβοῦσα, ἔστης τροπαιοφόρος Αἰκατερῖνα σεμνή, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα΄ καὶ τὸ θεῖον σθένος ἐνδεδυμένη, δόγμα τυράννου κατεμυκτήρισας, καὶ ῥητόρων ἔπαυσας, τὰς φληνάφους ῥήσεις πολύαθλε.

ὁ β’ χορός

Κα νν …..χος ὁ αὐτὸς Λοντος Μαΐστορος

Σήμερον τῷ ναῷ προσάγεται, ἡ πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται. Tαύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος΄ Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.

Δοξολογία Μεγάλη

εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς  Ἦχος δ’

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας τοῦ Κτστου κπλρωσις. 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Αντίφωνον α´
῏Ηχος β´.
Στίχ. .
Μέγας Κύριος καί αἰνετός σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὅρει ἁγίῳ αὐτοῦ.

         Tαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ. . Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.
         Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ.῾Ο Θεός ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.
         Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Καθάπερ ἠκούσαμεν, οὕτω καί εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.
         Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρί…Καί νῦν…

Tαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

᾽Αντίφωνον β´.
῏Ηχος ὁ αὐτός.

Στίχ. . Τοῦ ποταμοῦ τά ὁρμήματα εὐφραίνουσι τήν πόλιν τοῦ Θεοῦ..  ἠγίασε τό σκήνωμα αὐτοῦ ὁ ῞Υψιστος.῾.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ῾Αγίοις θαυμαστός ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.
Στίχ. ῾   ξομολόγησις καί ὡραιότης ἐνώπιον αὐτοῦ. ἀγιωσύνη καί μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ῾Αγίοις…
Στίχ.. Αὕτη ἡ πύλη Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ῾Αγίοις…
Στίχ. ῞Αγιος ὁ ναός σου, θαυμαστός ἐν δικαιοσύνῃ.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ῾Αγίοις…

Δόξα ΠατρὶΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.  

᾽Αντίφωνον γ´.
ἦχος δ´.

Στίχ. . Πᾶσα ἡ δόξα τῆς θυγατρός τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Στίχ. Απενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τό προοίμιον…

Στίχ.. ᾽Απενεχθήσονται  ἐν εὐφροσύνη  καί ἀγαλλιάσει, ἀχθήσονται εἰς ναόν βασιλέως.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τό προοίμιον

 

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

Ἦχος β

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός,…
ψάλλοντάς σοι, λληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ταν τελεῖται συλλείτουργον)

Ἦχος δ’

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις. 

Τς γας χος πλ. α‘ – Τν συνναρχον Λγον

Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερῖναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.

Τοῦ Ναοῦ

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ταν τελεῖται συλλείτουργον)

Κοντκιον χος δ’

ψωθες ν τ Σταυρ

καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Ατη πρχει σκην πουρνιος.  

Τρισάγιον.

Ἀπόστολος 

Τῆς ῾Αγίας· (Γαλ. γ´ 23–29, δ´1-5)

Προκείμενον ἦχος δ’

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

                                Στίχ.Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πρς Γαλτας πιστολς Παύλου τὸ Ἀνάγνωσμα .

δελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾽Ιησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· οὐκ ἔνι ᾽Ιουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾽Αβραὰμ σπέρμα ἐστέ, κατ᾽ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, να τν υοθεσαν πολβωμεν.

λληλούϊα (γ’)

Εὐαγγέλιον

Ομοίως (Μαρκ. ε´ 23-34)

Ἐκ τοῦ κατὰ Μάρκον.

Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα,καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδέν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα΄ ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις΄ τίς μου ἥψατο; καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς π τς μστιγς σου.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Ες τ, ξαιρτως

ὁ α’ χορός

Ἦχος δ

Στίχ. ῎Αγγελοι τήν Εἴσοδον τῆς Παρθένου ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος εἰσῆλθεν εἰς τά ῞Αγια τῶν ῾Αγίων.

ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων΄ χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω΄ Ὄντως ἀνωτέρα πάντων, πρχεις Παρθνε γν. 

Κοινωνικν

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. λληλούϊα.

ἦχος β

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.  

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄).

πόλυσις   

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

25 ΝΟΕ19 ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΕΙΙΣΟΔΙΩΝ ΚΑΙ ΕΟΡΤΗ ΑΓΙΑΣ ΑΙΚΑΤΕΡΙΝΗΣ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s