ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΥΛΙΑΝΟΥ (2019)

26 ΝΟΕΜΒΡΙΟΥ 2019

+ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΥΛΙΑΝΟΥ

                                                           

 ΤH ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ  (25/11/19)

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν……

Μακάριος ἀνήρ

ὁ α’ χορός

Ἦχος δ’ Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ὡς γενναῖον ἐν Μάρτυσι.

Ὡς θεόσδοτον βλάστημα, ἀπὸ μήτρας ἡγίασαι, Σαμουὴλ ὡς ἔνθεος Πάτερ Ὅσιε, καὶ τῷ Χριστῷ ἠκολούθησας, τελείῳ φρονήματι, ἐκ νεότητός σου, πολιτείαν ἰσάγγελον, ἐνδεικνύμενος· διὰ τοῦτο ἀξίως ἐδοξάσθης, τῇ τοῦ Πνεύματος δυνάμει, Στυλιανὲ παμμακάριστε.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ἁπαλῶν ἐξ ὀνύχων σε, ὁ Θεὸς προσελάβετο, προειδὼς τοῦ βίου σου τὴν χρηστότητα· ἔνθεν ἀξίως διέπρεψας, ἠθῶν καθαρότητι, καὶ ἀγῶσιν ἱεροῖς, ἀρετῶν τελειότητος, ὥσπερ ἄγγελος, καὶ ἀσκήσει ἐδόξασας συντόνῳ, τῶν θαυμάτων ἐνεργείᾳ, Στυλιανὲ σὲ δοξάσαντα.

ὁ α’ χορός

Στίχ.  πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τῶν προσόντων τὴν ὕπαρξιν, διανείμας τοῖς πένησι, τὴν πτωχείαν ἔστερξας γνώμῃ κρείττονι, τοῦ σὲ πλουτίσαντος Ὅσιε, Χριστοῦ τοῦ Παντάνακτος, πλούτῳ θείων δωρεῶν, ὡς αὐτοῦ φίλον γνήσιον, ὥσπερ δόκιμον, πληρωτὴν τῶν αὐτοῦ διαταγμάτων, καὶ ἀμέμπτῳ πολιτείᾳ, Στυλιανὲ διαλάμψαντα.

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Τὴν τοῦ κόσμου, τερπνότητα, ὁλοτρόπως ἐμίσησας, οὐρανίῳ ἔρωτι λαμπρυνόμενος, καὶ τὴν τοῦ σώματος πρόνοιαν, τελείως ἀπέρριψας, ἐν σπηλαίῳ δὲ σοφέ, ὡς ἀσώματος ᾤκησας, ἀναγόμενος, πρὸς Θεὸν ἀναβάσεσιν ἁγίαις, καὶ χερσὶ θείου Ἀγγέλου, ἄρτον ἐδέχου οὐράνιον.

ὁ α’ χορός

Στχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Ὥσπερ στήλη θεόγραφος, τῆς ἐνθέου ἀσκήσεως, καὶ λαμπρὸν τοῦ Πνεύματος ἐνδιαίτημα, Στυλιανὲ παναοίδιμε, θαυμάτων ἀέναον, χάριν βλύζεις δαψιλῶς, καὶ ἴασαι τοὺς κάμνοντας, ἐξαιρέτως δέ, τῶν βρεφῶν καὶ νηπίων θεραπεύεις, τὰ νοσήματα ταχέως τῶν προσιόντων τῇ σκέπῃ σου.

     ὁ β’ χορός

Στχ.  τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Τῇ θερμῇ προστασίᾳ σου, τοὺς προστρέχοντας Ὅσιε, σκέπε καὶ διάσῳζε πάσης θλίψεως, τῶν δὲ φερόντων τὴν κλῆσίν σου, τὴν θείαν προΐστασο, ἐν παντὶ ὡς συμπαθής, καὶ νηπίοις καὶ βρέφεσι δίδου πάντοτε, εὐρωστίαν καὶ ῥῶσιν καὶ ὑγείαν, ὡς θερμὸς αὐτῶν προστάτης, Στυλιανὲ θεοδόξαστε.

 ὁ α’ χορός

Δόξα, Ἦχος πλ. β’.

Σήμερον ἐπέφανεν, ἡ φωτοφόρος σου μνήμη, Στυλιανὲ Θεοφόρε, τοὺς εὐσεβεῖς συγκαλοῦσα, πρὸς αἶνον καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ. Ὅθεν ταύτην ἐορταζοντες, πνευματικῶς βοῶμέν σοι· χαίροις ὁ ἐκ κοιλίας μητρὸς ἁγιασθείς, ὡς ὁ κλεινὸς Ἱερεμίας, καὶ ἐπαξίαν τῆς κλήσεως σπουδήν, τοῖς ἔργοις εἰσενέγκας· χαίροις τῆς ἐνάρετου ζωῆς ὑπόδειγμα, καὶ ἀσκητικῶν κατορθωμάτων, περιφανὴς στηλογραφία· χαίροις θαυμάτων βρύσις θεόβρυτος, καὶ παίδων νεοθαλῶν, ἀρωγὸς θερμότατος.Πρέσβευε Χριστῷ δεόμεθα Πάτερ, σωθῆναι τάς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Κα νν… ἦχος ὁ αὐτός Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ  γὰρ ἄχρονως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ  αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εσοδος.

Σοφα ρθοί !

 

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τῇ Δευτέρᾳ ἑσπέρας Ἦχος δ’ 

 ὁ α’ χορός

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 

 ὁ β’ χορός

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 

 ὁ α’ χορός

Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεός της δικαιοσύνης μου. 
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 

κα τ ναγνσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. Γ’. 1-10]

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ἡμῶν πορεία σὺντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ  Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφία Σολομῶντος. [Κεφ. Ε’. 16-24. Στ’. 1-3]

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι· καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ· διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς. Καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυνα ἐχθρῶν· ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυποκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν· καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπισκοπῶν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφίζονται χάλαζαι· ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτῆς πνεῦμα δυνάμεως· καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν· ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῶν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. Δ’. 7-16]

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος· εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη, καὶ ὢν μεταξὺ ἁμαρτωλῶν μετετέθη, ἠρπάγη μὴ κακίαν ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον· τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἐν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας· οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες…..

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

 Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν …..

πστιχα

Στιχηρὰ προσόμοια

  • ὁ α’ χορός

Ἦχος πλ.α’ Χαίροις ἀσκητικῶν

Χαίροις ὁ  ἀπὸ βρέφους Θεῷ, ἀνατεθεὶς ὡς Σαμουὴλ ὁ  θεσπέσιος, καὶ τούτῳ εὐαρεστήσας, Στυλιανὲ θαυμαστέ, τῆς σῆς πολιτείας τῇ λαμπρότητι· ἀγάπῃ τῇ θείᾳ γάρ, στοιχειούμενος Ὅσιε, κόσμου ἀπάτης, σεαυτὸν ἀπεμάκρυνας, καὶ ὡς ἄσαρκος, ἐν ἐρήμῳ ἐβίωσας· ὅθεν τοῦ θείου Πνεύματος, τὴν χάριν ἀπείληφας, καὶ βοηθὸς ἀνεδείχθης, τοῖς ἐν ἀνάγκαις καὶ θλίψεσι. Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ  θάνατος τοῦ ὁσίου αὐτοῦ.

ρτον ἀπ’ οὐρανοῦ θαυμαστῶς, χερσὶν Ἀγγέλου ὡς ἰσάγγελος Ὅσιε, δεχόμενος θείᾳ νεύσει, τὴν πρὸς Θεόν σου στοργήν, ἅπασιν ἐδήλου καὶ οἰκείωσιν· φθαρτῶν γὰρ τὴν αἴσθησιν, ὁλικῶς βδελυξάμενος, τῶν ὑπὲρ λόγον. καὶ ἀφθάρτων τὴν μέθεξιν, ἐθησαύρισας, δωρημάτων τῆς χάριτος· ὅθεν ἐκ τοῦ πληρώματος, αὐτῶν δυσωποῦμέν σε, πᾶσι μετάδος ῥανίδα, Στυλιανὲ παμμακάριστε, τοῖς σὲ ἀνυμνοῦσι, καὶ Χριστὸν δοξολογοῦσι, τὸν σὲ δοξάσαντα.

  • ὁ α’ χορός

Στίχ. Μακάριος ἀνὴρ ὁ  φοβούμενος τὸν Κύριον.

Χαίροις Παφλαγονίας βλαστός, τῆς Ἐκκλησίας ἑωσφόρος ὁ  ἄδυτος, ἀκτῖσιν ὁσίων ἔργων, καὶ τῶν θαυμάτων φωτί, καταυγάζων πᾶσαν τὴν ὑφήλιον· ἡ στήλη ἡ ἔμψυχος, θεωρίας καὶ πράξεως, τῆς ἐγκρατείας, ἀληθὴς ὑποτύπωσις, τῆς πραότητος, καὶ ἀγάπης θησαύρισμα· φύλαξ ὁ  συμπαθέστατος, βρεφῶν καὶ νηπίων τε, καὶ νεογνῶν ἀντιλήπτωρ, καὶ ἰατὴρ ἐτοιμότατος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

  • ὁ β’ χορός

Δόξα, Ἦχος πλ. δ’.

Τὸ φρόνημα τῆς σαρκός, ὑποτάξας τῷ πνεύματι, ὡς ἄγγελος ἐπὶ τῆς γῆς, ἐπολιτεύσω Ὅσιε. Βαβαὶ τῶν σῶν χαρίτων, ὧν θεόθεν ἠξιώθης! Οὐ μόνον γὰρ ἄρτον οὐράνιον ἔλαβες, ἀλλὰ καὶ θαυμάτων ποικίλων αὐτουργός, ἀνεδείχθης ἐν πνεύματι. Καὶ νῦν Στυλιανὲ μακάριε, τῷ Σωτῆρι πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Καὶ νῦν, Θεοτοκίον.

νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοΰ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις, δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων. Νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς..

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

ὁ προεστὼς: Νῦν ἀπολύεις …Τρισάγιον….

ὁ α’ χορός

Ἦχος  γ’. Θείας πίστεως.

Στήλη ἔμψυχος, τῆς ἐγκρατείας, στῦλος ἄσειστος, τῆς Ἐκκλησίας, Στυλιανὲ ἀνεδείχθης μακάριε· ἀπὸ παιδὸς γὰρ ἀσκήσας ὡς ἄσαρκος, βρεφῶν καὶ παίδων προστάτης γεγένησαι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Ἕτερον. Δόξα Πατρί… Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τὸν ἰσάγγελον βίον ἐκ παιδὸς ἐπεπόθησας, καὶ τοῦ Παρακλήτου δοχεῖον, ἱερὸν ἐχρημάτισας· διὸ τὴν τῶν θαυμάτων δωρεάν, καὶ χάριν ἰαμάτων δαψιλῆ, ἀναβλύζεις Θεοφόρε Στυλιανέ, τοῖς εὐλαβῶς βοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

ὁ α’ χορός

Καὶ νῦν, Θεοτοκίον.

Τοΰ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ  τῶν ὅλων Δεσπότης· ἐν σοὶ τῇ Ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη ὁ  Δίκαιος Δαβΐδ, ἐδείχθης Πλατυτέρα τῶν Οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί. Δόξα τῷ προελθόντι ἐκ σοῦ. Δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

.πόλυσις

«… Χριστός ὁ ἀληθινός Θεὸς ἡμῶν…».

https://agioskosmasoaitolos.wordpress.com

25 ΝΟΕ19 ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΣΤΥΛΙΑΝΟΥ

One thought on “ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΥΛΙΑΝΟΥ (2019)”

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s