ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ Τοῦ  Ἁγίου ἐνδόξου Νεομάρτυρος Κωνσταντίνου τοῦ Ὑδραίου (2019)

14 ΝΟΕΜΒΡΙΟΥ 2019

+Τοῦ  Ἁγίου ἐνδόξου Νεομάρτυρος Κωνσταντίνου τοῦ Ὑδραίου

Αποτέλεσμα εικόνας για ΑΓΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΥΔΡΑΙΟΣ 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

ΑΠΟΛΥΤΙΚΙΑ  

Ἦχος α’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

  Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

 ὁ α’ χορός

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Κωνσταντῖνον τῆς Ὕδρας, τὸν ὑπέρτιμον ὄρπηκα, τῶν Νεομαρτύρων τὸ κλέος, τὸν ἐν Ῥόδῳ ἀθλήσαντα, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τιμήσωμεν προφρόνως ἀδελφοί, ὡς ὑπὲρ Χριστοῦ παθόντα, καὶ τὸν ἀγχόνης θάνατον δεξάμενον. Οὗτος συμβασιλεύει γὰρ Χριστῷ, καὶ ὑπὲρ ψάμμον ἰάματα, πᾶσι τοῖς προστρέχουσιν αὐτῷ, χύδην χαρίζεται.

ὁ β’ χορός 

Δόξα Πατρί… Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Εὐσεβείας τὸ ῥόδον, τὸ εὐωδέστατον, τὸ μέγα κλέος τῆς Ῥόδου, καὶ πολιοῦχον στεῤῥόν, Κωνσταντῖνον οἱ πιστοὶ ἀνευφημήσωμεν, ὅτι Μαρτύρων τὴν ὁδόν, διανύσας ἐπὶ γῆς, ἐν οὐρανοῖς ἐδοξάσθη, καὶ πρεσβεύει νῦν τῇ Τριάδι, ἐν παῤῥησίᾳ ὑπὲρ πάντων ἡμῶν.

 ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον, ὁ αὐτός.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος,χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ,χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν,πρεσβεύουσα μὴ ἐλλείπῃς,ὑπὲρ τῶν ἀνυμνούντων,καὶ προσκυνούντων τὸν Τόκον σου.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  τι σν τ κρτος… 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος α΄. Τὸν τάφον σου.

Εὐφραίνου ἐν Χριστῷ, τῶν Ῥοδίων ἡ πόλις, προστάτην κραταιόν, καὶ θερμὸν πολιοῦχον, τὸν θεῖον Νεομάρτυρα, Κωνσταντῖνον πλουτήσασα, τὸν αἰσχύναντα, Ἀγαρηνῶν τὴν ἀπάτην, καὶ ὑψώσαντα, τῶν Ὀρθοδόξων τὸ κέρας, ἐσχάτοις ἐν ἔτεσι.

ὁ β’ χορός

Δόξα. Ὅμοιον.

Αθλήσας ἀνδρικῶς, Κωνσταντῖνε ἐν Ῥόδῳ, ἐδόξασας Χριστόν, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ τούτῳ νῦν παρίστασαι, σὺν Μαρτύρων τοῖς τάγμασι· μεθ᾿ ὧν πρέσβευε, ὑπὲρ ἡμῶν παῤῥησίᾳ, τῶν τιμώντων σου, τὴν ἀξιέπαινον μνήμην, παμμάκαρ ἐν ᾄσμασι.

ὁ α χορός

Καὶ νῦν. Θεοτοκίον.

Παράδεισος τερπνός, ἀληθῶς ἀνεδείχθης, ὡς τίμιον ζωῆς, ἐκβλαστήσασα ξύλον, τῆς φύσεως Πανάχραντε, φυτουργὸν τὸν οὐράνιον, παρεχόμενον, φιλανθρωπίᾳ ἀφάτῳ, τὴν ἀνάστασιν, τοῖς νεκρωθεῖσιν ἀθλίως, Παρθένε τοῖς πάθεσι.

ὁ β’ χορός

Μετὰ τὴν β’ Στιχολογίαν.

ὁ β’ χορός

Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ανανήψας εὐσεβῶς, ἀπὸ τῆς πλάνης τῶν ἐχθρῶν, μετανοίας στεναγμοῖς, προσῳκειώθης τῷ Χριστῷ, τῷ τῆς καρδίας σου ἔρωτι Κωνσταντῖνε, καὶ ὡς εὐσθενής, καθυπέμεινας, ἐν μαρτυρικῷ, παραστήματι, ἐπιφορὰς βασάνων δριμυτάτων, καὶ δι᾿ ἀγχόνης τὸν θάνατον. Ἀλλ᾿ ἐκδυσώπει, Θεὸν δοθῆναι, ἡμῖν λύσιν πταισμάτων.

ὁ α’ χορός

Δόξα. Ὅμοιον.

Προσελθὼν δαυϊτικῶς, ἐν μετανοίᾳ τῷ Χριστῷ, ἐμιμήσω ἀνδρικῶς, πάθος τὸ τίμιον αὐτοῦ, καταφρονήσας τοῦ σώματος Κωνσταντῖνε, καὶ ὡς μυστικόν, προσενήνεξαι, ἔμψυχον αὐτῷ, ὁλοκάρπωμα, καρτερικῶς τελέσας δι᾿ ἀγχόνης, τοῦ μαρτυρίου τὸν δόλιχον. Ἀλλ᾿ ἐκδυσώπει, αὐτὸν σωθῆναι, τοὺς πιστῶς σε τιμῶντας.

ὁ β’ χορός

Καὶ νῦν. Θεοτοκίον.

Τῇ δυνάμει τοῦ ἐκ σοῦ, ἐνανθρωπήσαντος φρικτῶς, καὶ λυτρώσαντος ἡμᾶς, τῆς ἁμαρτίας τοῦ Ἀδάμ, ὁ Κωνσταντῖνος ῥωννύμενος Θεοτόκε, ἔδραμε στεῤῥῶς, πρὸς τὸ στάδιον, καὶ μαρτυρικῶς, κατετρόπωσεν, Ἀγαρηνῶν τυράννων μιαιφόνων, τὸ ἐπαιρόμενον φρύαγμα· μεθ᾿ οὗ δυσώπει, ἡμᾶς σωθῆναι, τὸν Δεσπότην Παρθένε.

Μετὰ τὸν Πολυέλεον, ἕτερα.

ὁ β’ χορός

Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῆς ψυχῆς ἀποπλύνας τὸν μολυσμόν, τῶν δακρύων σου ὄμβροις δαυϊτικῶς, ἐδέξω τὴν δύναμιν, Παρακλήτου τὴν ἄμαχον, καὶ ταύτην περιφέρων, ὡς ὅπλον ἀήττητον, κατὰ τῆς ἀσεβείας, ἀνδρείως ἐχώρησας. Ὅθεν δι᾿ ἀγχόνης, τὸν ἀγῶνα τελέσας, Μαρτύρων ἀπέλαβες, τὸν ἀμάραντον στέφανον, Κωνσταντῖνε μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορός

Δόξα. Ὅμοιον.

Ασεβείας τὴν πλάνην καταλιπών, ἐπανῆλθες πρὸς πίστιν τὴν εὐσεβῆ, καὶ ταύτην ἐκήρυξας, τῶν τυράννων ἐνώπιον, μηδόλως δειλιάσας, αὐτῶν τὴν αὐθάδειαν, ὡς δυνατὸς ἰσχύϊ, τῆς ἄνωθεν χάριτος. Ὅθεν ὑπομείνας, πολυτρόπους βασάνους, καὶ θάνατον βίαιον, τῆς ζωῆς κατηξίωσαι, Κωνσταντῖνε τῆς κρείττονος, πρεσβεύων τῷ Θεῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἐκτελοῦσιν ἐν ὕμνοις, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορός

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ ἐκ σοῦ σαρκωθέντος ὑπερφυῶς, τῇ ἀγάπῃ ἐνθέως κατατρωθείς, ὁ Μάρτυς Πανάχραντε, Κωνσταντῖνος ὁ ἔνδοξος, ὡς ἄσαρκος ὑπῆλθεν, ἀθλήσεως δίαυλον, καὶ ἐν αὐλαῖς τῆς ὄντως, ζωῆς κατεσκήνωσεν. Ὅθεν παῤῥησίᾳ, σὺν αὐτῷ ἐκδυσώπει, Θεὸν τὸν τρισάγιον, λυτρωθῆναι ὡς εὔσπλαγχνος, τοῦ πυρὸς τῆς κολάσεως, Παρθένε Θεοτόκε Ἁγνή, τοὺς ὑμνοῦντας τόκον σου τὸν ἄσπορον, δι᾿ οὗ ἀνέτειλε κόσμῳ, ἡ αὐγὴ τῆς χάριτος.

ΑΝΑΒΑΘΜΟΙ

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.  

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.  

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.  

ὁ α’ χορός

Δόξα Πατρί…

Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

 Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον   Ἦχος δ’

                                                                            ὁ α’ χορός      

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

ὁ β’ χορὸς

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

ὁ α’ χορὸς
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

. Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

ἦχος β’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Ἐκ τοῦ κατὰ Λουκᾶν

κα΄ 12 – 19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέτε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς χύμα

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

 τὸ Ἰδιόμελον   Ἦχος πλ. β΄.

Ο῾δὸν μαρτυρίου διανύσας, καὶ ἐχθρὸν εἰς τέλος θριαμβεύσας, ἐν οὐρανοῖς τὴν κατάπαυσιν ἔσχες, Μαρτύρων χοροῖς συναυλιζόμενος, Κωνσταντῖνε τῆς Ὕδρας τὸ βλάστημα, καὶ Ῥόδου τὸ καύχημα. Διὸ δυσωποῦμέν σε· Χριστὸν ἱκέτευε, ἐργάσασθαι μετόχους, τῆς βασιλείας οὐρανῶν, τοὺς ἀνυμνοῦντάς σε.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

τῆς Θεοτόκου
ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ β’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.  

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ὁ β’ χορὸς   

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐν θλίψει με ὄντα καὶ συμφορᾷ, ἐπισκοπῆς θείας, καὶ προνοίας μόνη Ἁγνή, ἀξίωσον ὅπως σε δοξάζω, τὴν θεοδόξαστον καὶ ὑπεράμωμον.

τοῦ Ἁγίου

Ὠιδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιᾷ.

ὁ α’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κόσμου ἀλογήσας τῶν φθαρτῶν, τοῦ μαρτυρίου τοῖς πόνοις δεδόξασαι, Κωνσταντῖνε ἔνδοξε, καὶ φωτισμοῦ τοῦ μυστικοῦ πεπλήρωσαι· ὅθεν φῶς μοι αἴτει, ὑμνολογοῦντι τοὺς ἄθλους σου.

ὁ β’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ωφθης νεανίας εὐπρεπής, ἐνδεδυμένος τὴν χάριν τῆς πίστεως, Κωνσταντῖνε ἔνδοξε, καὶ δυσμενῶν τὰς παρατάξεις ᾔσχυνας, τῇ μαρτυρικῇ σου, ὡς ἀληθῶς γενναιότητι.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Νέος ὢν τὸ σῶμα κομιδῆ, τὸν παλαμναῖον δυνάστην κατέβαλες, Κωνσταντῖνε ἔνδοξε, νικητικῶς ἐν μαρτυρίου σκάμματι· ὅθεν τοὺς στεφάνους, τῆς ἀφθαρσίας ἀπέλαβες.

             ὁ   β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Σῶσαι Θεοτόκε Μαριάμ, τοὺς καταφεύγοντας πόθῳ τῇ σκέπῃ σου, καὶ ὑμνολογοῦντάς σε, χαρμονικῶς ὡς τοῦ Θεοῦ ἀπείρανδρον, Ἄχραντε Μητέρα, δι᾿ ἧς ἡ πλάνη κατήργηται.

τῆς Θεοτόκου

ᾠδὴ γ’

 ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,… 

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.  

ὁ β’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς  

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

τοῦ Ἁγίου

. Ὠιδὴ γ΄. Ὁ μόνος εἰδώς.

ὁ α’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τυράννων ἀπίστων τὴν ὀφρύν, ἐπάτησας τοῖς ἄθλοις σου, καὶ εὐθαρσῶς αὐτοὺς ἐταπείνωσας, Χριστοῦ κηρύξας τὸ θεῖον ὄνομα, Κωνσταντῖνε ἔνδοξε, καὶ Σταυροῦ τῇ χάριτι, ἀλογήσας βασάνων τοῦ σώματος.

ὁ β’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Α᾿θλῆσαι ποθήσας μανικῶς, τῷ ἔρωτι τοῦ Κτίστου σου, Ἀγαρηνῶν τὴν πλάνην διήλεγξας, καὶ πρὸς Μαρτύρων τὸ θεῖον στάδιον, ῥωμαλέος ἔδραμες, Κωνσταντῖνε ἔνδοξε, εὐσεβείας ἐκφαίνων τὴν δύναμιν.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Νεκρώσας εἰς τέλος τῆς σαρκός, τὸ φρόνημα ὡς πάνσοφος, καὶ παριδὼν ἀκμὴν τῆς νεότητος, τὰς ἀλγηδόνας ἀνδρείως ἤνεγκας, Κωνσταντῖνε ἔνδοξε, καὶ ζωῆς ἐπέτυχες, δι᾿ ἀγχόνης τὸ τέλος δεξάμενος.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Τυράννου τὸ κράτος ἀληθῶς, τῷ τόκῳ σου κατέλυσας, καὶ τῆς Ἐδὲμ τὴν πύλην διήνοιξας, τοῖς ὀρθοδόξως ὁμολογοῦσί σε, Θεοτόκον Ἄχραντον, καὶ τοῦ Ἀρχαγγέλου σοι, μελῳδοῦσι τὸ Χαῖρε ἐκ πίστεως.

 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σ ε Θες μν,…

ὁ α’ χορός

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Οὐκ ἐπτοήθης τῶν ἐχθρῶν τὴν μανίαν, οὐκ ἐφοβήθης τὸ σφοδρὸν τῶν βασάνων, ἀλλ᾿ ἀνδρικῶς ἐχώρησας πρὸς ἄθλησιν, φέρων ὅπλον τίμιον, τὸν Σταυρὸν τοῦ Σωτῆρος, καὶ κατετραυμάτισας, τῶν δαιμόνων τὸ θράσος. Ὅθεν Χριστῷ παρέστης νικητής, ὑπὲρ ἡμῶν Κωνσταντῖνε δεόμενος.

ὁ β’ χορός

Δόξα. Ὅμοιον.

Τοῦ μαρτυρίου μυστικαῖς ἀγλαῒαις, τῇ Ἐκκλησίᾳ ὡς φωστὴρ ἀναλάμψας, ἐν τοῖς ἐσχάτοις ἔτεσι πανόλβιε, καταυγάζεις ἅπαντας, τοὺς πιστῶς σε τιμῶντας, καὶ ἀναβοῶντάς σοι, ἐκ ψυχῆς Κωνσταντῖνε· Χαῖρε Χριστοῦ ὁ νέος ἀθλητής, ὁ καταισχύνας τυράννων τὴν ἔπαρσιν.

ὁ α’ χορός

Καὶ νῦν. Θεοτοκίον.

Τὸν Βασιλέα τοῦ παντὸς καὶ Σωτῆρα, τῶν Θεοτόκον σε πιστῶς εὐφημούντων, ὥσπερ Υἱόν σου καὶ Θεὸν ἱκέτευε, δοῦναι ὡς φιλάνθρωπος, εὐπραγίαν ἐν βίῳ, καὶ πταισμάτων ἄφεσιν, τοῖς οἰκτροῖς σου οἰκέταις, τοῖς πεποιθόσι Μῆτερ ἐπὶ σοί, καὶ μακαρίζουσι πόθῳ τὸν τόκον σου.

τῆς Θεοτόκου
ᾠδὴ δ’. Ἦχος πλ. δ’

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.  

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα. 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Ἐπὶ κλίνης ὀδύνης μου, καὶ τῆς ἀῤῥωστίας κατακειμένῳ μοι, ὡς φιλάγαθος βοήθησον, Θεότοκε μόνη ἀειπάρθενε.

τοῦ Ἁγίου

Ὠιδὴ δ΄. Ὄρος σε τῇ χάριτι.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ι῎σχυσας τῇ χάριτι, Θεοῦ Παντοκράτορος, ὁμολογῆσαι ἀνδρικῶς, ὡς νεανίας εὐσεβής, τυράννων ἐνώπιον, τοῦ Λυτρωτοῦ ὦ Κωνσταντῖνε τὸ ὄνομα, εἰς καταισχύνην αὐτῶν καὶ κατάπτωσιν.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νέος ὢν τῷ σώματι, ἀλλ᾿ οὐ τῷ φρονήματι, κατὰ τῆς πλάνης τῶν ἐχθρῶν, Σταυροῦ τῷ ὅπλῳ πεποιθώς, ἀνδρείως ἐχώρησας, καὶ νικητὴς ὦ Κωνσταντῖνε ἀήττητος, διὰ βασάνων πολλῶν ἀναδέδειξαι.

Δόξα Πατρί…

Ολος πυρπολούμενος, τῷ ζήλῳ τῆς πίστεως, οὐκ ἐπτοήθης τὴν ψυχήν, δοκιμαζόμενος πικραῖς, αἰκίαις τοῦ σώματος, ἀλλ᾿ ἐν αὐταῖς ἐγκαρτερήσας ὡς ἄσαρκος, ὦ Κωνσταντῖνε Θεὸν ἐμεγάλυνας.

..

Καὶ νῦν… Θεοτοκίον

Νόμους Θεονύμφευτε, φυγοῦσα τῆς φύσεως, τὸν Βασιλέα τοῦ παντός, Χριστὸν τὸν Κύριον ἡμῶν, ἀσπόρως ἐκύησας· διὸ πιστῶς οἱ γηγενεῖς σε γεραίρομεν, τὴν σωτηρίαν ἡμῶν καὶ ἀντίληψιν.

τῆς Θεοτόκου

ᾠδὴ ε’

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.  

τοῦ Ἁγίου

Ὠιδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Καταιγίδι τῶν βασάνων σφοδρῶς χειμαζόμενος, μαρτυρίου Κωνσταντῖνε διέβης τὴν θάλασσαν, καὶ λιμένα εὗρες γαληνόν, Χριστοῦ τοῦ ζωοδότου, τὴν βασιλείαν μακάριε.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Υπομείνας ἀνενδότως, εἱρκτῆς τὸ ἐπώδυνον, καὶ τὰς ἄλλας Κωνσταντῖνε, κακώσεις τοῦ σώματος, δι᾿ ἀγχόνης ἔτυχες τῆς σῆς, παμμάκαρ προσδοκίας, ὡς Νεομάρτυς περίδοξος.

Δόξα Πατρὶ…

Ρητορεύσας εὐσεβείας, πανσόφως τὰ ῥήματα, ἀσεβείας Κωνσταντῖνε ὀφρὺν ἐταπείνωσας, καὶ ἐπώφθης στήριγμα λαμπρόν, ἐν χρόνοις τῆς δουλείας, τῷ Ὀρθοδόξῳ πληρώματι.

Καὶ νῦν… Θεοτοκίον 

Ι᾿ατῆρα καὶ Σωτῆρα, ἀνθρώποις ἐκύησας, ἐξ ἁγίων σου αἱμάτων Χριστὸν Μητροπάρθενε· ὅθεν τὴν νοσοῦσάν μου ψυχήν, θεράπευσον ἐλαίῳ, τῆς εὐσπλαγχνίας σου δέομαι.

τῆς Θεοτόκου
ᾠδὴ ς’

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς΄ Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.  

τοῦ Ἁγίου  

Ὠιδή στ΄. Ἐκύκλωσεν ἡμᾶς.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λαμπόμενος φωτὶ τῆς θείας γνώσεως, ἐν σκότει διετέλεσας, τῆς ζοφώδους παμμακάριστε εἱρκτῆς, ἐν ᾗ ὁ Δεσπότης ἐνισχύων σε, ἐπιφανείς, τὰς τῆς σαρκός σου πληγὰς ἰάσατο.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λευκάνας τὴν ψυχήν τὸ πρῶτον δάκρυσι, τοῖς ἄθλοις σου ἐσύστερον, Κωνσταντῖνε κατεποίκιλας αὐτήν, καὶ λελαμπρυσμένος τῇ ἀθλήσει σου, ἐν πλατυσμῷ, τοῦ Παραδείσου Μάρτυς ἐσκήνωσας.

Δόξα Πατρί…

Ο᾿ρθρίσας πρὸς Χριστὸν τῆς μετανοίας σου, ἐνθέοις προτερήμασι, τῆς ἡμέρας ἀναδέδειξαι υἱός, Μάρτυς Κωνσταντῖνε καὶ διέλυσας, τυραννικῆς, θεοεχθρίας σκότος τὸ βύθιον.

Καὶ νῦν… Θεοτοκίον

Σωτῆρα τοῦ Πατρὸς ἡμῖν κυήσασα, τὸν Λόγον Μητροπάρθενε, καθικέτευε ὡς εὔσπλαγχνος αὐτόν, ἵνα λυτρωθῶμεν πάσης θλίψεως, καὶ πειρασμῶν, οἱ Θεοτόκον ὁμολογοῦντές σε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ε῾ορτάζει σήμερον, τὴν παναγίαν σου μνήμην, Κωνσταντῖνε ἔνδοξε, ἀγαλλομένη ἡ Ῥόδος, ἄθλοις σου, τοῖς ὑπὲρ φύσιν ἁγιασθεῖσα, μέγαν δέ, ἀπολαβοῦσά σε πολιοῦχον, καὶ πιστῶς σοι ἀνακράζει· Χαίροις ὁ θεῖος προστάτης καὶ φύλαξ μου.

Ὁ Οἶκος.

Τῆς χάριτος τῇ ἀστραπῇ, ὡς κατηυγάσθης τὴν ψυχήν, τῆς ἀσεβείας τὴν ὁδόν, κατέλιπες ὁλοσχερῶς, καὶ ἐν μετανοίᾳ Θεὸν ἐξεζήτησας, τὴν στρωμνήν σου δαυϊτικῶς, καταβρέχων τοῖς δάκρυσι, καὶ κραυγάζων αὐτῷ γοερῶς· Ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, καὶ τὴν ἁμαρτίαν μου ἐγὼ γινώσκω· ἀλλ᾿ ὁ τοῦ Κορυφαίου τὴν μετάνοιαν προσδεξάμενος, καὶ τελώνην καὶ τὴν ἁμαρτωλὸν δικαιώσας, ἔπιδε ἐπὶ τὴν ταπείνωσιν τοῦ δούλου σου, καὶ ἀνάδειξόν με τῆς ὁμολογίας σου ἄξιον· Αὐτὸς δὲ ὡς πολυεύσπλαχνος, καὶ ἐπὶ κακίαις ἀνθρώπων μετανοῶν, τὴν κραυγήν σου προσδεξάμενος, Μαρτύρων σε γενέσθαι κοινωνὸν κατηξίωσε, καὶ τοῖς θαύμασι Κωνσταντῖνε ἐδόξασεν. Ὅθεν σήμερον ἡ περιώνυμος Ῥόδος, τοῖς ἄθλοις σου ὡραϊζομένη, ἐπιτελεῖ ἀξιοχρέως τὴν μνήμην σου, καὶ ὡς πολιοῦχον σε λαμπρὸν μακαρίζουσα, ἐν εὐφροσύνῃ ἀνακραυγάζει σοι· Χαίροις ὁ θεῖος προστάτης καὶ φύλαξ μου.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΔ΄ τοῦ αὐτοῦ μηνὸς (Νοεμβρίου), Μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Κωνσταντίνου τοῦ Ὑδραίου, τοῦ ἐν Ῥόδῳ δι᾿ ἀγχόνης μαρτυρικῶς τελειωθέντος ἐν ἔτει αω΄ (1800), ἐπὶ τῆς Ἀρχιερατείας τοῦ Μητροπολίτου Ἀγαπίου.

Στίχοι.

  • Ὁ Κωνσταντῖνος ὑψωθεὶς τῇ ἀγχόνῃ,

  • Πρὸς Παραδείσου πλατυσμὸν ἀνυψώθη.

  • Βρόχον Κωνσταντῖνος δεκάτῃ τέτληκε τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν δώδεκα.

Στίχοι.

  • Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου,

  • Τὰ τῶν ποδῶν σοι νίπτρα, Σῶτερ, ἐκτίει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ θαυματουργοῦ, τοῦ Παλαμᾶ.

Στίχοι.

  • Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν,

  • Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ’. ᾨδὴ α’ 

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου…

ὁ α’ χορός

…στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ σου· σύ γάρ ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος Ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, τήν εἰρήνην βραβεύουσα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ως τετρωμένος ἔρωτι, θεϊκῷ τὴν καρδίαν, ἐθελουσίως ὥρμησας, μαρτυρίου τοῖς ἄθλοις, καὶ τὸν σὲ πρῴην δολίως, ἀπατήσαντα ὄφιν, εἰς τέλος ἀπενέκρωσας, τῶν βασάνων τὰ εἴδη, ὑπενεγκών, ὥσπερ ἄλλου πάσχοντος Κωνσταντῖνε, καὶ θάνατον τὸν τίμιον, ὑποστὰς δι᾿ ἀγχόνης.

ὁ β’ χορός

Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.

Τὸν Μάρτυρα τὸν ἔνδοξον, Θεοῦ τοῦ παντοκράτορος, τὸν τροπαιοῦχον ὁπλίτην, τῆς πίστεως Κωνσταντῖνον, τῆς Ῥόδου τὸ ἀγλάϊσμα, καὶ πολιοῦχον μέλψωμεν, αὐτῷ ἀνακραυγάζοντες· Ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν εὐφημούντων σε πόθῳ.

ὁ α’ χορός

Θεοτοκίον.

Παρθένε Ἀπειρόγαμε, Ἁγνὴ Θεογεννήτρια, σὺν τῷ κλεινῷ Κωνσταντίνῳ, τῷ νέῳ ἐν Ἀθλοφόροις, τὸν ἐξ ἁγνῶν αἱμάτων σου, φρικτῶς ἐνανθρωπήσαντα, ὑπὲρ ἡμῶν ἱκέτευε, ἵνα ῥυσθῶμεν κινδύνων, ….

ὁ β’ χορός

…καὶ συμφορῶν ἀδοκήτων.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὁ ἐξ Ὑψίστου κληθείς.

Ο῾ τῶν Μαρτύρων ζηλώσας τὴν ἀνδρείαν, ὅτε πρὸς ἀθλήσεως, τὸ θεῖον στάδιον, ἐθελουσίως ἐχώρησας, καταφρονήσας, τῆς φθειρομένης ζωῆς ὡς πάνσοφος, τότε ἀνεκήρυξας, εὐσήμῳ στόματι, Χριστοῦ τὸ ἅγιον ὄνομα, ἐπὶ τυράννων, καὶ ἀσεβείας τὴν πλάνην ἤλεγξας. Ὅθεν ἀθλήσας τὸ οὐράνιον, Κωνσταντῖνε ἐδέξω διάδημα, καὶ πρεσβεύεις ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῶν δυσσεβούντων τυράννων τὴν ἀπάτην, ὡς πλήρης φρονήσεως, ἀπαρνησάμενος, τῆς μετανοίας τοῖς δάκρυσιν, ἐπανεκτήσω, τὸν μαργαρίτην τῆς θείας πίστεως· ἐντεῦθεν πρὸς ἄθλησιν, γενναίως ὥρμησας, καὶ τῆς σαρκὸς μὴ φεισάμενος, τοῦ διαβόλου, τὰς μεθοδείας πάσας ἐπάτησας, καὶ προσηνέχθης θῦμα τέλειον, δι᾿ ἀγχόνης Χριστῷ τῷ Δεσπότῃ σου· ὃν ἱκέτευε σῶσαι, Κωνσταντῖνε τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορός

Στίχ.   Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τῆς μετανοίας ἀρότρῳ γεωργήσας, ψυχῆς σου τὴν ἄρουραν, Μάρτυς πανεύφημε, τὴν παγκαρπίαν ἐξήνεγκας, τῆς εὐσεβείας, διὰ τῶν ἄθλων τοῦ μαρτυρίου σου· ἐχθροῖς γὰρ τῆς πίστεως, ἀντιταξάμενος, μετὰ βασάνους ὑπήνεγκας, τὸν δι᾿ ἀγχόνης, ὦ Κωνσταντῖνε ἀσμένως θάνατον. Ὅθεν ζωῆς τῆς ὑπὲρ ἔννοιαν, ἐν μεθέξει ἀξίως γενόμενος, τὸν Χριστὸν ἐκδυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

β’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τοῦ μαρτυρίου τὸν δρόμον δι᾿ ἀγχόνης, τελέσας ὡς ἄσαρκος, ῥώμῃ τοῦ Πνεύματος, εἰς τὸν νυμφῶνα κατέπαυσας, τῆς ἀφθαρσίας, καὶ ἐπληρώθης δόξης τῆς ἄνωθεν· ἐντεῦθεν ἰάματα, ἐκβλύζεις πάντοτε, τοῖς προσιοῦσιν ἐκ πίστεως, τῷ σῷ λειψάνῳ, ὦ Κωνσταντῖνε Ῥόδου τὸ καύχημα· ἀλλὰ καὶ πᾶσι τοῖς τελοῦσί σου, εὐλαβῶς τὴν πανήγυριν σήμερον, ταῖς πρεσβείαις σου αἴτει, τῶν πταισμάτων τὴν συγχώρησιν.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ. α΄.

Σήμερον ὁ τῆς Ῥόδου μέγας πολιοῦχος, καὶ ἡμέτερος τῶν εὐσεβῶν προστάτης, Κωνσταντῖνος τῆς Ὕδρας τὸ βλάστημα, ἐπὶ τῇ μνήμῃ αὐτοῦ ἡμᾶς συνεκάλεσε, τοῦ βοῆσαι πρὸς αὐτόν· Χαίροις ὁ μετανοίας τοῖς δάκρυσι, τὸν θησαυρὸν τῆς χάριτος κτησάμενος, ὃν ἀπώλεσας πρῴην, ἀπατηθεὶς ὑπὸ τοῦ ὄφεως· Χαίροις ὁ ἐν δυνάμει τῆς πίστεως, ἐπὶ τυράννων Χριστὸν ὁμολογήσας, καὶ αὐτῶν καταισχύνας, τὸ ἀσεβέστατον φρύαγμα· Χαίροις ὁ τῇ ἀγχόνῃ ὑψωθείς, πρὸς οὐρανῶν τὴν λαμπρότητα, καὶ τῶν Μαρτύρων τῆς δόξης κοινωνήσας. Ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, Νεομάρτυς πανεύφημε, πρέσβευε ἐκτενῶς, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Κωνσταντῖνον τῆς Ὕδρας, τὸν ὑπέρτιμον ὄρπηκα, τῶν Νεομαρτύρων τὸ κλέος, τὸν ἐν Ῥόδῳ ἀθλήσαντα, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τιμήσωμεν προφρόνως ἀδελφοί, ὡς ὑπὲρ Χριστοῦ παθόντα, καὶ τὸν ἀγχόνης θάνατον δεξάμενον. Οὗτος συμβασιλεύει γὰρ Χριστῷ, καὶ ὑπὲρ ψάμμον ἰάματα, πᾶσι τοῖς προστρέχουσιν αὐτῷ, χύδην χαρίζεται.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

Ἦχὸς β´.

Στίχ.  Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ.  Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρὶ…Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

Στίχ. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον΄ αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,  …

Στίχ.   Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,  … 

Δόξα Πατρὶ… Καὶ νῦν…

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Κωνσταντῖνον τῆς Ὕδρας, τὸν ὑπέρτιμον ὄρπηκα, τῶν Νεομαρτύρων τὸ κλέος, τὸν ἐν Ῥόδῳ ἀθλήσαντα, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τιμήσωμεν προφρόνως ἀδελφοί, ὡς ὑπὲρ Χριστοῦ παθόντα, καὶ τὸν ἀγχόνης θάνατον δεξάμενον. Οὗτος συμβασιλεύει γὰρ Χριστῷ, καὶ ὑπὲρ ψάμμον ἰάματα, πᾶσι τοῖς προστρέχουσιν αὐτῷ, χύδην χαρίζεται.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Κωνσταντῖνον τῆς Ὕδρας, ….

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

 (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός,…
…ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Εὐσεβείας τὸ ῥόδον, τὸ εὐωδέστατον, τὸ μέγα κλέος τῆς Ῥόδου, καὶ πολιοῦχον στεῤῥόν, Κωνσταντῖνον οἱ πιστοὶ ἀνευφημήσωμεν, ὅτι Μαρτύρων τὴν ὁδόν, διανύσας ἐπὶ γῆς, ἐν οὐρανοῖς ἐδοξάσθη, καὶ πρεσβεύει νῦν τῇ Τριάδι, ἐν παῤῥησίᾳ ὑπὲρ πάντων ἡμῶν

Ἀπολυτίκιον  Ἦχος γ’

Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ  ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἀπολυτίκιον  Ἦχος πλ. δ’.

Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν Μοναστῶν ἡ καλλονή, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Γρηγόριε θαυματουργέ, Θεσσαλονίκης τὸ καύχημα, κῆρυξ τῆς χάριτος, ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶ

Τοῦ Ναοῦ

Κοντάκιον Ἦχος δ’

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.  

Τρισάγιον.

Ἀπόστολος 

Προκείμενον. Ἦχος βαρὺς

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 8:28-39

Ἀδελφοί, οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε, καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν, οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾿ ἡμῶν; Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾿ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; Καθὼς γέγραπται ὅτι «ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς». Ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ἀλληλούϊα (γ’) 

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην.

(᾽Ιω. ιε´ 17 – ις´ 2).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα σοι, Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.    

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄).

Ἀπόλυσις   

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

14 ΝΟΕ19 ΕΟΡΤΗ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ 

    

 

            

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s