1 ΣΕΠΤΕΜΒΡΙΟΥ 2019
+ΚΥΡΙΑΚΗ ΙΑ΄ ΜΑΤΘΑΙΟΥ
Ἦ χος β’ ἑ ωθιν ὸ ν ΙΑ’
Τ ῼ ΣΑΒΒΑΤ ῼ ΕΣΠΕΡΑΣ (31/08/19)
ὁ Ἱ ερε ύ ς: Ε ὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορός : Ἀ μήν.
ὁ Ἀ ναγν ώ στης:
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμ ὸ ς ργ’ ( 103 )
Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Κα ὶ π ά λιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δ ό ξα Πατρί … Κα ὶ ν ῦ ν …
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
ὁ διάκονος:
Ἐ ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν….
Καὶ εὐθὺς στιχολογοῦμεν τὸ Α’ Κάθισμα τοῦ Ψαλτηρίου.
(Μακάριος ἀνήρ…)
Συναπτή μικρά
ὁ α’ χορός
Ἦχος β’. Ψαλμ ὸ ς ρμ’ (140)
Κ ύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός
Κ ατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
ὁ α’ χορός
Στίχ. Ἐ ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Τ ὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν, Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.
ὁ β’ χορός
Στίχ. Ἐ μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.
Χ ριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ’ ἡμῶν χειρόγραφον, προσηλώσας τῷ Σταυρῷ, ἐξήλειψε καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, Προσκυνοῦμεν αὐτοῦ, τὴν τριήμερον Ἔγερσιν.
ὁ α’ χορός
Στίχ. Ἐ κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Σ ὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν, αὐτὸς γὰρ λυτρωτής ἐστι καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ, καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.
ὁ β’ χορός
Στίχ. Γ ενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Σ ὲ τὸν σταυρωθέντα καὶ ταφέντα Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς Γυναιξί΄ Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος, ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος, διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, Ζωοδότα Χριστὲ ἐλέησον ἡμᾶς.
Στιχηρὰ τῆς Ἰνδίκτου
ὁ α’ χορός
Ἦχος α’
Στ ί χ. . Ἐ ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Τῶν οὐρανίων
Τ ῆς αὐτολέκτου καὶ θείας διδασκαλίας Χριστοῦ, τὴν προσευχὴν μαθόντες, καθ᾿ ἑκάστην ἡμέραν, βοήσωμεν τῷ Κτίστῃ· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν, τὸν ἐπιούσιον ἄρτον δίδου ἡμῖν, παρορῶν ἡμῶν τὰ πταίσματα.
ὁ β’ χορός
Στ ί χ. . Ἕ νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ὡ ς τῶν Ἑβραίων τὰ κῶλα ἐν τῇ ἐρήμῳ ποτέ, ἀπειθησάντων ὄντως, σοὶ τῷ πάντων Δεσπότῃ, ἀξίως κατεστρώθη οὕτω καὶ νῦν, τὰ ὀστᾶ διασκόρπισον, τῶν δυσσεβῶν καὶ ἀπίστων Ἀγαρηνῶν, ψαλμικῶς παρὰ τὸν ᾍδην Χριστέ.
ὁ α’ χορός
.
Στίχ. Ἀ πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ὁ ἐν Σιναίῳ τῷ ὄρει τὰς πλάκας γράψας ποτέ, αὐτὸς καὶ νῦν ἐν πόλει, Ναζαρὲτ κατὰ σάρκα, βιβλίον κατεδέξω προφητικόν, ἀναγνῶναι Χριστὲ ὁ Θεός· καὶ τοῦτο πτύξας ἐδίδασκες τοὺς λαούς, πεπληρῶσθαι τὴν Γραφὴν ἐπὶ σοί.
Στιχηρὰ τοῦ Ὁσίου Συμεὼν τοῦ Στυλίτου
ὁ β’ χορός
Ἦχος πλ. α’
Στίχ. Ὅ τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ὅσιε Πάτερ
Ὅ σιε Πάτερ, καλὴν ἐφεῦρες κλίμακα, δι᾿ ἧς ἀνῆλθες ἐν τῷ ὕψει, ἣν εὗρεν Ἠλίας ἅρμα πυρός· ἀλλ᾿ ἐκεῖνος μὲν τὴν ἄνοδον ἄλλοις οὐκ ἔλιπε, σὺ δὲ καὶ μετὰ θάνατον ἔχεις τὸν στῦλόν σου, Οὐράνιε ἄνθρωπε, ἐπίγειε ἄγγελε, φωστὴρ ἀκοίμητε τῆς οἰκουμένης, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορός
Στ ί χ.. Α ἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ὅ σιε Πάτερ, εἰ ἦν τὸν στῦλον φθέγξασθαι, οὐκ ἂν ἐπαύσατο βοῶν σου, τοὺς πόνους τοὺς μόχθους τοὺς ὀδυρμούς· ἀλλ᾿ ἐκεῖνος ἐβαστάζετο, εἴπερ ἐβάσταζεν, ὡς δένδρον πιαινόμενος ἐκ τῶν δακρύων σου, ἐξέστησαν Ἄγγελοι, ἐθαύμασαν ἄνθρωποι, δαίμονες ἔπτηξαν τὴν ὑπομονήν σου, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Στ ί χ. Ὅ τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ὅ σιε Πάτερ, δυνάμει θείου Πνεύματος, τὸν σὸν μιμούμενος Δεσπότην, ἐν στύλῳ ἀνῆλθες ὡς ἐν σταυρῷ· ἀλλ᾿ ἐκεῖνος τὸ χειρόγραφον πάντων ἐξήλειψε, σὺ δὲ τήν ἐπανάστασιν τῶν παθῶν ἔλυσας, ἐκεῖνος ὡς πρόβατον, καὶ σὺ ὥσπερ σφάγιον· ἐκεῖνος ἐν σταυρῷ, καὶ σὺ ἐν τῷ στύλῳ, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.
ὁ α’ χορός
Δ ό ξα Πατρί… Τῆς Ἰνδίκτου Ἦχος πλ β΄ Βυζαντίου
Ὁ Πνεύματι Ἁγίῳ συνημμένος, ἄναρχε Λόγε καὶ Υἱέ, ὁ πάντων ὁρατῶν καὶ ἀοράτων συμπαντουργὸς καὶ συνδημιουργός, τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον, φυλάττων ἐν εἰρήνῃ τῶν Ὀρθοδόξων τὰ πλήθη, πρεσβείαις τῆς Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Ἦχος β΄ Θεοτοκίον-
Π αρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Ε ἴ σοδος.
Σ οφ ί α Ὀ ρθο ί !
Ἦ χος β’
Φ ῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ἑ σπ έ ρας Προκε ί μενον
ὁ α’ χορός
Ἦ χος β’
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
ὁ β’ χορός
Στίχ.Ἐ νεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
ὁ α’ χορός
Στίχ. Κ αὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Ὁ διάκονος:
Ε ἴπωμεν πάντες …..
Ὁ Προεστὼς ἢ ὁ Ἀ ναγν ώ στης:
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀ μ ή ν.
Ὁ διάκονος:
Π ληρώσωμεν τὴν ἑσπερινὴν ….
Ἀ π ό στιχα
Στιχηρ ὰ Ἀναστάσιμα
ὁ β’ χορός
Ἦχος β’
Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοι.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Δ ιὰ ξύλου Σῶτερ κατήργησας, τὴν τοῦ ξύλου κατάραν, κράτος θανάτου τῇ ταφῇ σου ἐνέκρωσας, ἐφώτισας, δὲ τὸ γένος ἡμῶν τῇ Ἐγέρσει σου, διὸ βοῶμέν σοι, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Στίχ. Κ αὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ἐ ν τῷ Σταυρῷ Χριστέ, φανεὶς καθηλωμένος, ἠλλοίωσας κάλλος κτισμάτων, καὶ τὸ μὲν ἀπάνθρωπον στρατιῶται δεικνύμενοι, λόγχῃ πλευράν σου ἐκέντησαν. Ἑβραῖοι δὲ σφραγῖσαι τάφον ᾐτήσαντο, τὴν σὴν ἐξουσίαν οὐκ ἐπιστάμενοι, ἀλλ’ ὁ δι’ οἶκτον σπλάγχνων σου καταδεξάμενος ταφήν, καὶ τριήμερος ἀναστάς, Κύριε δόξα σοι.
Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.
Ζ ωοδότα Χριστέ, ἑκουσίως Πάθος ὑποστὰς διὰ θνητούς, ἐν Ἅδῃ δὲ κατελθὼν ὡς δυνατός, τοὺς ἐκεῖ τὴν ἔλευσιν μείνοντας τὴν σήν, ἀφαρπάσας ὡς ἐκ χειρὸς κραταιοῦ, Παράδεισον ἀνθ’ Ἅδου, οἰκεῖν δεδώρησαι, διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δ ό ξα Πατρί… Τοῦ Ὁσίου Συμεὼν τοῦ Στυλίτου Ἦχος πλ. β´ Γερμανοῦ
Θ εία χάρις ἀπῃώρητο, ἐπὶ τῇ θήκῃ τῶν λειψάνων σου, ἡγιασμένε Συμεών· διὸ καὶ εἰς ὀσμὴν μύρου τῶν θαυμάτων σου δραμούμεθα, τῶν νοσημάτων τὴν ἴασιν ἀρυόμενοι· Ἀλλὰ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κα ὶ ν ῦ ν… Τῆς ἰνδίκτου Ἦχος πλ. α᾿ Ἰωάννου Μοναχοῦ
Σ ὺ Βασιλεῦ, ὁ ὢν καὶ διαμένων, καὶ εἰς αἰῶνας ἀτελευτήτους, δέξαι δυσώπησιν αἰτούντων ἁμαρτωλῶν σωτηρίαν· καὶ παράσχου φιλάνθρωπε τῇ γῇ σου εὐφορίαν, εὐκράτους τοὺς ἀέρας χαριζόμενος· τῷ πιστοτάτῳ Βασιλεῖ συμπολέμει, κατὰ ἀθέων βαρβάρων, ὡς ποτὲ τῷ Δαυΐδ· ὅτι ἤλθοσαν οὗτοι ἐν σκηναῖς σου, καὶ τὸν πανάγιον τόπον ἐμίαναν Σῶτερ· ἀλλ᾿ αὐτὸς δώρησαι νίκας, Χριστὲ ὁ Θεός, τῇ πρεσβείᾳ τῆς Θεοτόκου· νίκη γὰρ σὺ τῶν Ὀρθοδόξων καὶ καύχημα.
ὁ προεστὼς: Ν ῦν ἀπολύεις …Τρισάγιον..
ὁ α’ χορὸς
Ἀπολυτίκιον ἀναστάσιμον. Ἦχος β’
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
ὁ β’ χορός
Ἀπολυτίκιον τῆς ἰνδίκτου ἦχος β΄
Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς θεοτόκου, καὶ σῶσον ἡμᾶς.
ὁ α’ χορὸς
Δόξα Πατρί… Ἀπολυτίκιον τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν Ἦχος α´
Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι, Συμεὼν Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν… Ἀπολυτίκιον τῆς θεοτόκου Ἦχος βαρὺς
Χ αῖρε κεχαριτωμένη θεοτόκε παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις μήτηρ καὶ παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ.
Ἀ πόλυσις
«…῾Ο ἀναστάς ἐκ νεκρῶν….»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.