ΕΣΠΕΡΙΝΟΣ ΜΕΤΑ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ (4 ΑΥΓΟΥΣΤΟΥ 2019)

5 ΑΥΓΟΥΣΤΟΥ 2019

Προερτια τς Θεας Μεταμορφσεως το Κυρου κα Θεο κα Σωτρος μν ησο Χριστο. Το γου Μρτυρος Εσιγνου κα το σου Πατρς μν Εγενου το Ατωλο κα το ν γοις Πατρς μν Εθυμου, Πατριρχου Κωνσταντινουπλεως.

Τ ΚΥΡΙΑΚ ΕΣΠΕΡΑΣ (4/8/19)

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ναγνστης: Ἀμήν.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς 103 ργ’

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, λληλούϊα, λληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν……

ὁ α’ χορός

Ἦχος δ’  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

     ὁ α’ χορός

Στχ.ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

 δωκας σημεωσιν

Δεῦτε συνανέλθωμεν, τῷ Ἰησοῦ ἀναβαίνοντι, εἰς τὸ ὄρος τὸ ἅγιον, κἀκεῖ ἀκουσώμεθα, φωνῆς Θεοῦ ζῶντος, Πατρὸς προανάρχου, διὰ νεφέλης φωτεινῆς, προσμαρτυρούσης ἐν θείῳ Πνεύματι, αὐτοῦ τὴν γνησιότητα, τῆς ἀϊδίου Υἱότητος, καὶ τὸν νοῦν φωτιζόμενοι, ἐν φωτὶ φῶς ὀψώμεθα.

     ὁ β’ χορός

Στχ.νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Δεῦτε προχορεύσωμεν, καὶ ἑαυτοὺς ἐκκαθάρωμεν, καὶ πιστῶς ἑτοιμάσωμεν, πρὸς θείαν ἀνάβασιν, τῆς ὑψηλοτάτης, Θεοῦ πολιτείας, ὅπως ἐπόπται τῆς αὐτοῦ, μεγαλειότητος ἐποφθείημεν, καὶ δόξης ἐπιτύχοιμεν, ἣν κατιδεῖν ἠξιώθησαν Ἀποστόλων οἱ πρόκριτοι, μυστικῶς ἐν τῷ ὄρει Θαβώρ.

ὁ α’ χορός

Στχ.πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Δεῦτε νῦν τὴν κρείττονα, ἀλλοιωθέντες ἀλλοίωσιν ἑαυτούς εἰς τὴν αὔριον΄ Καλῶς εὐτρεπίσωμεν, ἐν ὄρει προσβῆναι, Θεοῦ τῷ ἁγίῳ, τὴν ἀναλλοίωτον Χριστοῦ, δόξαν ἀστράπτουσαν κατοπτεύσοντες, λαμπρῶς ὑπὲρ τὸν ἥλιον, καὶ τὸ τρισσὸν αὐγαζόμενοι, φῶς ἐν τούτῳ δοζάσωμεν, τὴν αὐτοῦ συγκατάβασιν.

Κα το γου γ’

     ὁ β’ χορός

Στχ.τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ς γενναον ν Μρτυσι

Φοινιχθεῖσαν ἐν αἵματι τῆς σαρκός σου ἐνδέδυσαι, πορφυρίδα ἔνδοξε θείᾳ χάριτι, καὶ κορυφῇ σῇ διάδημα, ἐπαναδησάμενος, ἀφθαρσίας καὶ ζωῆς, τοῦ Σταυροῦ τε τὸ τρόπαιον, Μάρτυς πάνσοφε, δεξιᾷ περιφέρων ὣσπερ σκῆπτρον, τῷ Χριστῷ συμβασιλεύεις, διὰ παντὸς εὐφραινόμενος.

ὁ α’ χορός

Στχ.Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Στρατιώτης ἀήττητος, ἐγνωρίσθης Εὐσίγνιε, τοῦ Σταυροῦ τῷ ὅπλῳ γὰρ συμφραξάμενος, πρὸς συμπλοκὴν ἐξελήλυθας, ἐχθροῦ πολεμήτορος, καὶ κατέῤῥαξας αὐτόν, ἀριστεύσας λαμπρότατα, καὶ τὸν στέφανον, εἰληφὼς τὸν τῆς νίκης ἐκ τοῦ μόνου, ἀθλοθέτου καὶ Δεσπότου, καὶ εἰς ἀεὶ βασιλεύοντος.

ὁ β’ χορός

Στχ.τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Τοῖς τιμίοις σου πάθεσι, πάθος τίμιον ἔνδοξε, ἀθλητὰ Εὐσίγνιε ἐξεικόνισας, καὶ νικηφόρος γενόμενος, τὴν ἄνω μητρόπολιν, μετὰ πάντων κατοικεῖς, ἀθλοφόρων γηθόμενος, καὶ θεούμενος κατὰ μέθεξιν θείαν΄ διὰ τοῦτο, τὴν σεπτήν σου καὶ ἁγίαν, ἐπιτελοῦμεν πανήγυριν.

ὁ α’ χορός

Δξα Πατρὶ… Κα νν… χος πλ. α’

Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν καὶ θεασώμεθα τὴν δόξαν τῆς Μεταμορφώσεως αὐτοῦ, δόξαν ὡς μονογενοὺς παρὰ Πατρός΄ φωτὶ προσλάβωμεν φῶς΄ καὶ μετάρσιοι γενόμενοι τῷ πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.

Εσοδος.

Σοφα ρθοί !

 

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τῇ Κυριακῇ ἑσπέρας Ἦχος πλ. δ’

 ὁ α’ χορός

δοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.

 ὁ β’ χορός

δοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.

 ὁ α’ χορός

ΣτίχΟἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν

δοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.

 

ὁ διάκονος:

  • Εἴπωμεν πάντες ……

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν ……

πστιχα

Στιχηρ Προσμοια Προεόρτια.

χος β’

ὁ α’ χορός

Οκος το φραθ

Φέγγει τῶν ἀρετῶν, ἐκλάμποντες προσβῶμεν, ἐν ὄρει τῷ ἁγίῳ, ὀψόμενοι τὴν θείαν, Κυρίου Μεταμόρφωσιν.

ὁ β’ χορός

Στχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

Σῆμα θεοπρεπές, θεότητος δεικνύει, πρὸ τοῦ Σταυροῦ τοῖς μύσταις, ὡς ἥλιος ἐκλάμψας, Χριστὸς ἐν ὄρει σήμερον.

ὁ α’ χορός

Στχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Φύσιν τὴν ἐξ Ἀδάμ, Χριστὸς ἀμεῖψαι θέλων, ἐν ὄρει νῦν ἀπαίρει, Θαβὼρ παραγυμνώσων, τοῖς μύσταις τὴν θεότητα.

     ὁ β’ χορός

Δξα Πατρὶ…Κα νν… χος β’

ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ Χριστὲ ὁ Θεός, καὶ ὑποδείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν τῆς σῆς θεότητος, καταύγασον καὶ ἡμᾶς, τῷ φωτὶ τῆς σῆς ἐπιγνώσεως, καὶ ὁδήγησον ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὡς μόνος ἀγαθὸς κα φιλνθρωπος.

ὁ Προεστὼς: Νῦν ἀπολύεις ……

Ψαλμὸς ρμβ’ (142)

  • Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.

  • Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

  • τι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

  • κάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

  • μνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

  • Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

  • Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου΄

  •       Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

  •   κουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα.

  • Γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου.

  • ξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον΄ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου.

  • Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ΄ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με.

  • ν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμί.

χος δ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

πολυτκιον χος δ’ ψωθες ν τ Σταυρ

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

ὁ β’ χορὸς

Δξα Πατρὶ… Τὸ ἀπολυτίκιον τοῦ Ναοῦ

ὁ α’ χορὸς

Κα νν…

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, κ παντοων δεινν.

 Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς χύμα

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

χος πλ. δ’

  δ α’  Ερμς

ὁ α’ χορὸς

 Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἁρματηλάτην Φαραὼ

Τῶν λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι τὴν ταπεινήν μου ψυχήν, καὶ συμφορῶν νέφη, τὴν ἐμὴν καλύπτουσι, καρδίαν Θεονύμφευτε ἀλλ’ ἡ φῶς τετοκυῗα, τὸ θεῖον καὶ προαιώνιον, λάμψον μοι τὸ φῶς τὸ χαρμόσυνον.

ὁ β’ χορὸς

 Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ξ ἀμετρήτων ἀναγκῶν καὶ θλίψεων, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, καὶ συμφορῶν βίου, λυτρωθεὶς Πανάχραντε, τῇ κραταιᾷ δυνάμει σου, ἀνυμνῶ μεγαλύνω, τὴν ἄμετρόν σου συμπάθειαν, καὶ τὴν εἰς ἐμέ σου παράκλησιν.

ὁ α’ χορὸς

Δξα Πατρί…

Νῦν πεποιθὼς ἐπὶ τὴν σὴν κατέφυγον, ἀντίληψιν κραταιάν, καὶ πρὸς τὴν σὴν σκέπην, ὁλοψύχως ἔδραμον, καὶ γόνυ κλίνω Δέσποινα, καὶ θρηνῶ καὶ στενάζω, μή με παρίδῃς τὸν ἄθλιον, τῶν Χριστιανῶν καταφύγιον.

ὁ β’ χορὸς

Κα νν…

Οὐ σιωπήσω τοῦ βοᾶν τρανώτατα, τὰ μεγαλεῖα τὰ σά, εἰ μὴ γὰρ σὺ Κόρη, πάντοτε προΐστασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Υἱῷ καὶ Θεῷ σου, τὶς ἐκ τοσούτου με κλύδωνος, καὶ δεινῶν κινδύνων ἐῤῥύσατο.

δ γ’  Ερμς

ὁ α’ χορὸς 

  Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ορανας ψδος

πορήσας ἐκ πάντων, ὀδυνηρῶς κράζω σοι πρόφθασον θερμὴ προστασία, καὶ σὴν βοήθειαν, δὸς μοι τῷ δούλῳ σου, τῷ ταπεινῷ καὶ ἀθλίῳ, τῷ τὴν σὴν ἀντίληψιν, ἐπιζητοῦντι θερμῶς.

βχορὸς

 Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

θαυμάστωσας ὄντως, νῦν ἐπ’ ἐμοὶ Δέσποινα, τὰς εὐεργεσίας σου Κόρη, καὶ τὰ ἐλέη σου ὅθεν δοξάζω σε, καὶ ἀνυμνῶ καὶ γεραίρω, τὴν πολλὴν καὶ ἄμετρον, κηδεμονίαν σου.

αχορὸς

Δξα Πατρί

Καταιγίς με χειμάζει, τῶν συμφορῶν Δέσποινα, καί τῶν λυπηρῶν τρικυμίαι, καταποντίζουσιν, ἀλλὰ προφθάσασα, χεῖρά μοι δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις, καὶ προστασία μου.

βχορὸς

Κα νν.

ληθῆ Θεοτόκον, ὁμολογῶ Δέσποινα, σὲ τὴν τοῦ θανάτου τὸ κράτος, ἐξαφανίσασαν ὡς γὰρ φυσίζωος, ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾅδου, πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.

αχορὸς

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

βχορὸς

πίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, κα ασαι τῆς ψυχς μου τ λγος.

Συναπτ μικρ

Κθισμα  Ἦχος β’

αχορὸς 

Τ νω ζητν

.Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι, Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

δ δ’

ὁ β’ χορὸς

 Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σ μου σχς Κριε

Καὶ ποῦ λοιπόν, ἄλλην εὑρήσω ἀντίληψιν; ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι; τίνα θερμὴν ἕξω βοηθόν, θλίψεσι τοῦ βίου καὶ ζάλαις οἴμοι! κλονούμενος; Εἰς σὲ μόνην ἐλπίζω, καὶ θαῤῥῶ καὶ καυχῶμαι, καὶ προστρέχω τῇ σκέπῃ σου σῶσόν με.

ὁ α’ χορὸς

 Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸν ποταμόν, τὸν γλυκερόν του ἐλέους σου, τὸν πλουσίαις δωρεαῖς δροσίσαντα, τὴν παναθλίαν καὶ ταπεινήν, πάναγνε ψυχήν μου, τῶν συμφορῶν καί τῶν θλίψεων, καμίνῳ φλογισθεῖσαν, μεγαλύνω κηρύττω, καὶ προστρέχω τῇ σκέπῃ σου σῶσόν με.

ὁ β’ χορὸς

Δξα Πατρί…

Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον, μόνην φέρω, τεῖχος ἀπροσμάχητον, καταφυγὴν σκέπην κραταιάν, ὅπλον σωτηρίας μή με παρίδῃς τὸν ἄσωτον, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβομένων χαρὰ καὶ ἀντίληψις.

ὁ α’ χορὸς

Κα νν…

Πῶς ἐξειπεῖν, σοῦ κατ’ ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα, τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; Ἀλλ’ ὢ τῆς σῆς προνοίας, καί τῆς εὐεργεσίας,…

ὁ β’ χορὸς

ς ἀφθόνως αὐτὸς παραπήλαυσα.

δ ε’

ὁ α’ χορὸς

 Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἵνα τί με πσω

Εὐχαρίστως βοῶ σοι΄ χαῖρε Μητροπάρθενε, χαῖρε Θεόνυμφε, χαῖρε θεία σκέπη, χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον, χαῖρε προστασία, καὶ βοηθὲ καὶ σωτηρία, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.

ὁ β’ χορὸς

 Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ μισοῦντες με μάτην, βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν, καὶ ἐπιζητοῦσι, τὸ πανάθλιον σῶμα σπαράξαι μου, καὶ καταβιβάσαι, πρὸς γῆν Ἁγνὴ ἐπιζητοῦσιν · ἀλλ’ ἐκ τούτων προφθάσασα σῶσόν με.

ὁ α’ χορὸς

Δξα Πατρί…

πὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι, καὶ τῇ σῇ δυνάμει, ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων, καὶ μισούντων με Κόρη πανύμνητε.

ὁ β’ χορὸς

Κα νν…

Τί σοι δῶρον προσάξω, τῆς εὐχαριστίας ἀνθ’ ὧν περ ἀπήλαυσα, τῶν σῶν δωρημάτων, καί τῆς σῆς ἀμετρήτου χρηστότητος; Τοιγαροῦν δοξάζω, ὑμνολογῶ καὶ μεγαλύνω,…

ὁ α’ χορὸς

σοῦ τὴν ἄμετρον πρός με συμπάθειαν.

δ ς’

ὁ β’ χορὸς

 Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τν δησιν, κχε

Τὰ νέφη, τῶν λυπηρῶν ἐκάλυψαν, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμὸν ἐμποιοῦσί μοι Κόρη ἀλλ’ ἡ γεννήσασα φῶς τὸ ἀπρόσιτον, ἀπέλασον ταῦτα μακράν, τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σου.

ὁ α’ χορὸς

 Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παράκλησιν, ἐν ταῖς θλίψεσιν οἶδα, καί τῶν νόσων ἰατρόν σε γινώσκω, καὶ παντελῆ συντριμμὸν τοῦ θανάτου, καὶ ποταμὸν τῆς ζωῆς ἀνεξάντλητον, καὶ πάντων τῶν ἐν συμφοραῖς, ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.

ὁ β’ χορὸς

Δξα Πατρί…

Οὐ κρύπτω σου, τὸν βυθόν τοῦ ἐλέους, καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων, καὶ τὴν πηγὴν τὴν ἀέναον ὄντως, τῆς πρὸς ἐμὲ συμπαθείας σου Δέσποινα, ἀλλ’ ἅπασιν ὁμολογῶ, καὶ βοῶ καὶ κηρύττω καὶ φθέγγομαι.

ὁ α’ χορὸς

Κα νν…

κύκλωσαν, αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμὴν κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλει τῶν θλίψεων, ἀλλ’ εὕροιμί σε βοηθόν, καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.

ὁ β’ χορὸς

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

ὁ α’ χορὸς

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ς χουσα μητρικν παῤῥησαν. 

Συναπτ μικρ

 Κοντκιον

 ὁ β’ χορὸς

χος β’

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Προκεμενον

ὁ α’ χορὸς

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

ὁ β’ χορὸς

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

ὁ α’ χορὸς

Στχ. κουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθσομαι.

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινὰ γυνὴ δέ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαρία, ἣ καὶ παρακαθήσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ · ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπε · Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ · Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ ἑνὸς δέ ἐστι χρεία · Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ · Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε · Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον του Θεοῦ κα φυλσσοντες ατν.

Δόξα Σοι Κύριε,…

ὁ α΄ χορὸς

Δξα Πατρί… Ἦχος β’

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α΄ χορὸς

Στχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

χος πλ. β’ λην ποθμενοι

Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνῃ προστασίᾳ, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου · θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα · σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου. Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

ὁ β΄ χορὸς

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

ὁ α΄ χορὸς

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν ( νῆσον ) καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, μνη προστασα τν πιστν.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου… Κύριε ἐλέησον( ιβ’)

Ἐλέει καὶ οἰκτιρμοῖς…

δ ζ’

 ὁ α’ χορός

 Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παδες βραων

Φῶς ἡ τεκοῦσα Θεοτόκε, σκοτισθέντα με νυκτὶ ἁμαρτημάτων, φωταγώγησον σύ, φωτὸς οὖσα δοχεῖον, τὸ καθαρὸν καὶ ἄμωμον, ἵνα πόθῳ σε δοξάζω.

ὁ β’ χορὸς

 Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σκέπη γενοῦ καὶ προστασία, καὶ ἀντίληψις καὶ καύχημα Παρθένε, γυμνωθέντι μοι νῦν, ἁπάσης βοηθείας, ἀβοηθήτων δύναμις, καὶ ἐλπὶς ἀπηλπισμένων.

ὁ α’ χορὸς

Δξα Πατρί…

λῃ ψυχῇ καὶ διανοίᾳ, καὶ καρδίᾳ σε καὶ χείλεσι δοξάζω, ἀπολαύσας τῶν σῶν, μεγάλων χαρισμάτων · ἀλλ’ ὢ τῆς σῆς χρηστότητος, καὶ ἀπείρων σου θαυμάτων!

ὁ β’ χορὸς

Κα νν…

Βλέψον ἱλέῳ ὄμματί σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω, καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι,…

ὁ α’ χορὸς

μετρήτῳ σου ἐλέει.

δ η’

ὁ β’ χορὸς

 Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸν ν ρει γῳ δοξασθντα

Διὰ σπλάγχνα ἐλέους σου Παρθένε, μὴ παρίδῃς σεμνή, ποντούμενόν με σάλῳ, βιωτικῶν κυμάτων, ἀλλὰ δίδου μοι χεῖρα βοηθείας, καταπονουμένῳ, κακώσεσι τοῦ βίου.

ὁ α’ χορὸς

 Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὕροσάν με Ἁγνή, καὶ συμφοραὶ τοῦ βίου, καὶ πειρασμοί με πάντοθεν ἐκύκλωσαν ἀλλὰ πρόστηθί μοι, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σου σκέπη.

ὁ β’ χορὸς

Δξα Πατρί…

ν ταῖς ζάλαις ἐφεῦρον σε λιμένα, ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ταχινὴν βοήθειαν, καὶ ἐν τοῖς κινδύνοις, ῥύστιν καὶ προστάτιν, ἐν τοῖς πειρατηρίοις.

ὁ α’ χορὸς

Κα νν…

Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε θεία καὶ μανναδόχε στάμνε, χαῖρε χρυσῆ λυχνία, λαμπὰς ἄσβεστε, χαῖρε τῶν παρθένων δόξα καὶ μητέρων,…

ὁ β’ χορὸς

ράϊσμα καὶ κλέος.

δ θ’

ὁ α’ χορὸς

      Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ξστη π τοτῳ

Πρὸς τίνα καταφύγω ἄλλην Ἁγνὴ; ποῦ προσδράμω λοιπὸν καὶ σωθήσομαι; ποῦ πορευθῶ; ποίαν δὲ ἐφεύρω καταφυγήν; ποίαν θερμὴν ἀντίληψιν; ποίαν ἐν ταῖς θλίψεσι βοηθόν; Εἰς σὲ μόνην ἐλπίζω, εἰς σὲ μόνην καυχῶμαι, καὶ ἐπὶ σὲ θαῤῥῶν κατέφυγον.

ὁ β’ χορὸς

 Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα τὰ σὰ Θεονύμφευτε, καὶ τὸν βυθόν, τὸν ἀνεξερεύνητον ἐξειπεῖν, τῶν ὑπὲρ νοῦν θαυμάτων σου, τῶν τετελεσμένων διηνεκῶς, τοῖς πόθῳ σε τιμῶσι, καὶ πίστει προσκυνοῦσιν, ὡς ἀληθῆ Θεοῦ λοχεύτριαν.

ὁ α’ χορὸς

Δξα Πατρί…

ν ὕμνοις εὐχαρίστοις δοξολογῶ, καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλήν, δύναμίν σου πᾶσιν ὁμολογῶ καὶ τὰς εὐεργεσίας σου, ἃς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω, μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ, καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.

ὁ β’ χορὸς

Κα νν…

Τὴν δέησίν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα, καὶ στεναγμόν, ἀλλ’ ἀντιλαβοῦ μου ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πλήρωσον δύνασαι γάρ πάντα ὡς πανσθενοῦς, Δεσπότου Θεοῦ Μήτηρ, εἰ νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.

Μεγαλυνρια

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

πὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.

Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὢ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

λαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.

Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, ες τ σωθναι μς.

ναγνστης: Τρισάγιον

 ὁ α’ χορός

πολυτκιον  χος δ’

Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν΄ Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης΄ ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς θεότητος αὑτοῦ ἀπαστράψαι τὴν ὡραιότητα.

ὁ β’ χορὸς

Δξα Πατρί… Ἀπολυτίκιον  Ἦχος δ’. Ταχὺ προκατάλαβε.

ς ἔμπλεως πίστεως, τῆς πρὸς Χριστὸν εὐσεβῶς, νεάζον τὸ φρόνημα, ἔσχες ἐν γήρᾳ καλῶς, Εὐσίγνιε ἔνδοξε, ὅθεν ὁμολογήσας, τὸν Ὑπέρθεον Λόγον, ἤλεγξας θαρσαλέως, Παραβάτου τὸ θράσος, ἐντεῦθεν μετὰ Μαρτύρων, ὡς Μάρτυς δεδόξασαι.

ὁ β’ χορὸς

Κα νν…

Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν΄ Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης΄ ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς θεότητος αὑτοῦ παστρψαι τν ραιτητα

 ὁ διάκονος ἢ ὁ ἱερεύς :

  • λέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα……

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ……

χος γ’

 ὁ α’ χορός

ορανν τος στροις

πόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

 ὁ β’ χορός

γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

 ὁ α’ χορός

Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σε, Παρθένε, βοήθησόν μοι ἐν τάχει.

 ὁ β’ χορός

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;

Δι’ εχν ….\

https://agioskosmasoaitolos.wordpress.com

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s