29 ΑΥΓΟΥΣΤΟΥ 2019
+Μν ή μη τ ῆ ς ἀ ποτομ ῆ ς τ ῆ ς τιμ ί ας κεφαλ ῆ ς το ῦ ἁ γ ί ου ἐ νδ ό ξου
Προφ ή του Προδρ ό μου κα ὶ Βαπτιστο ῦ Ἰ ω ά ννου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ
Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορὸς
Ἦ χος β’
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ, α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ, β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ, γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ΑΠΟΛΥΤΙΚΙΑ
ὁ α’ χορός
Ἀ πολυτ ί κιον Ἦ χος β’
Μ νήμη Δικαίου μετ’ ἐγκωμίων΄ σοί δε ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε΄ ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί…
Μ νήμη Δικαίου μετ’ ἐγκωμίων,…
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Π άντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
Μετ ὰ τ ὴ ν α’ Στιχολογ ί αν
Κ ά θισμα Ἦ χος πλ. α’ – Τ ὸ ν συν ά ναρχον Λ ό γον
ὁ α’ χορός
Τ ὸν μεσίτην συμφώνως νόμου καὶ χάριτος, οἱ πιστοὶ συνελθόντες ἀνευφημήσωμεν, ὅτι μετάνοιαν ἡμῖν προεκήρυξε, καὶ Ἡρῴδην ἐμφανῶς, στηλιτεύσας εὐθαρσῶς, τήν κάραν αὐτοῦ ἐτμήθη, καὶ ἄρτι ζῶν μετ’ Ἀγγέλων, Χριστῷ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.
ὁ β’ χορός
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Τ ὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τόκος ὁ τῆς λοχείας σου, ἐν σοὶ ἐγνώρισται ἁγνὴ Ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾶ τόν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Μετ ὰ τ ὴ ν β’ Στιχολογ ί αν
Κ ά θισμα Ἦ χος πλ. α’ Τ ὸ ν συν ά ναρχον Λ ό γον
ὁ α’ χορός
Τ ὸν ἐκ μήτρας Προφήτην ἀναδειχθέντα ἡμῖν, καὶ ἐκ στείρας φωστῆρα τῇ οἰκουμένῃ φαιδρώς, προελθόντα ἐν ᾠδαῖς ἀνυμνήσωμεν, τοῦ Χριστοῦ τὸν Βαπτιστήν, καὶ νικηφόρον ἀθλητήν, τὸν Πρόδρομον Ἰωάννην, πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Δ ό ξα Πατρί… Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Τ ὴν ταχεῖάν σου σκέπην καὶ τὴν βοήθειαν, Καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε, οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλοιο.
Μετ ὰ δ ὲ τ ὸ ν Πολυ έ λεον
Κ ά θισμα Ἦ χος πλ. δ’ – Τ ὴ ν Σοφ ί αν κα ὶ Λ ό γον
ὁ α’ χορός
Ἐ κ τῆς στείρας ἐκλάμψας ψήφῳ Θεοῦ, καὶ δεσμὰ διαῤῥήξας γλώσσης πατρός, ἔδειξας τὸν ἥλιον, ἑωσφόρον αὐγάζοντα, καὶ λαοῖς ἐν ἐρήμῳ, τὸν Κτίστην ἐκήρυξας, τὸν ἀμνὸν τὸν αἴροντα, τοῦ κόσμου τὰ πταίσματα, ὅθεν καὶ πρὸς ζῆλον, βασιλέα ἐλέγξας, τὴν ἔνδοξον κάραν σου, ἀπετμήθης ἀοίδιμε, Ἰωάννη πανεύφημε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ β’ χορός
Δ ό ξα Πατρί… Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Π αναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον, δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, καὶ τὸ σῶμα, μολύνας τὴν ψυχὴν ὁ ἄθλιος, Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα βοήθειά μου γενοῦ, καὶ προστάτης θερμότατος, σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου ἄχραντε.
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
Ἁ γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
Ἁ γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
ὁ α’ χορός
Προκείμενον Ἦχος δ’
Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
ὁ β’ χορός
Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
ὁ α’ χορός
Στ ί χ. Τ ί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περί πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Τ ίμιος ἐναντίον Κυρίου ὁ θ ά νατος το ῦ Ὁ σ ί ου α ὐ το ῦ .
Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου
ὁ α΄ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
(Ματθ. ιδ´ 1-13).
Τ ῷ καιρῷ ἐκείνῳ, ἤκουσεν Ἡρῴδης ὁ Τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. Καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. Γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ Ἡρῴδῃ· ὅθεν μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Καὶ ἐλυπήθη ὁ βασιλεὺς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι. Καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό΄ καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. Καὶ ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν. Καὶ ἀκούσαντες οἱ ὄχλοι, ἠκολούθησαν αὐτῷ πεζῇ ἀ π ὸ τ ῶ ν π ό λεων .
Δ όξα Σοι Κύριε, δόξα Σοι.
Ὁ Ν’ ψαλμὸς χύμα
ὁ α΄ χορὸς
Δ ό ξα Πατρί… Ἦχος β’
Τ αῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Τ αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Ἦχος β’
Στίχ. Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Τ ῆς μετανοίας ὁ κῆρυξ, Ἰωάννη Βαπτιστά, ἐκτμηθείς σου τὴν κάραν, τήν, γῆν ἡγίασας, ὅτι τὸν νόμον τοῦ Θεοῦ τοῖς πιστοῖς ἐτράνωσας, καὶ παρανομίαν ἐξηφάνισας, Ὡς παρεστηκὼς τῷ θρόνῳ τοῦ ἐπουρανίου Βασιλέως Χριστοῦ, αὐτὸν ἱκέτευε, ἐ λεηθ ῆ ναι τ ὰ ς ψυχ ὰ ς ἡ μ ῶ ν.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
Κανὼν πρῶτος το ῦ Προδρόμου
ᾠδὴ α’ Ἦχος πλ. δ’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν
ὁ β’ χορὸς
Ὑ γρὰν διοδεύσας ὡσεὶ ξηράν,…
ὁ α΄ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ ὸν ἀπὸ νηδύος στειρωτικῆς, φανέντα Προφήτην, τοῦ ἐκ μήτρας παρθενικῆς, κυοφορηθέντος ἀποῤῥήτως, τὸν Ἱερὸν ἀνυμνήσωμεν Πρόδρομον.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ οὺς ὅρους τῆς φύσεως ὑπερβάς, τῆς δικαιοσύνης, συνετήρησας τοὺς θεσμούς, παράνομον μίξιν διελέγχων, μὴ δεδοικὼς βασιλέων θρασύτητα.
ὁ α΄ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ οῦ νόμου τῷ γάλακτι ἐκτραφείς, τὴν νομοθεσίαν, συναφείας τῆς νομικῆς, ὡς νόμου σφραγὶς ἐπισφραγίζων, ἀντικατέστης πρὸς μῖσος ἀκόλαστον.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκ ί ον
Τ άξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς, τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.
Καν ὼ ν δε ύ τερος τοῦ Προδρόμου
Ἦ χος πλ. δ’ – Τ ὸ ν Ἰ σρα ὴ λ ἐ κ δουλε ί ας
ὁ α΄ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ ὸν ὑπὲρ πάντας ἀνθρώπους, μαρτυρηθέντα ὑπὸ Χριστοῦ, ὡς Πρόδρομον καὶ φίλον αὐτοῦ, Ἰωάννην ἅπαντες, τὸν θεῖον εὐφημήσωμεν.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ ὸν τῆς ἐρήμου πολίτην, καὶ τῶν Ἀγγέλων σύσκηνον, τὸ καύχημα τοῦ νέου λαοῦ, Ἰωάννην ἅπαντες, τὸν θεῖον εὐφημήσωμεν.
ὁ α΄ χορὸς
Δ ό ξα Πατρί…
Ἐ πὶ τῇ μνήμῃ τοῦ Προδρόμου, ἀγγελικῶς χορεύσωμεν, καὶ τῷ Χριστῷ βοήσωμεν, Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, εἰρήνευσον τὸν κόσμον σου.
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Δ ιὰ παντὸς Θεοτόκε, τὸν ἐκ σοῦ ἱκέτευε, ἀῤῥήτῳ λόγῳ σαρκωθέντα Θεόν, πάσης περιστάσεως, λυτρώσασθαι τοὺς δούλους σου.
Ὠ δ ὴ γ’
ὁ α΄ χορὸς
Ὁ Εἱρμὸς
Σ ὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
ὁ β΄ χορὸς
Σὺ εἶ τὸ στερέωμα,…..
ὁ α΄ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Π ανάσεμνον κόριον, τοῦ μεθυσμοῦ πλησθὲν ἔφησε, Δὸς μοι, τἀνῦν, κάραν Ἰωάννου, ὢ Ἡρῴδη ἐν πίνακι.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ παῖς ἐξωρχήσατο, καὶ ὡς παράνομον τέρψασα, τὸν Ἡρῴδην, πρὸς φόνον ἀνθέλκει, τοῦ Προδρόμου καὶ κήρυκος.
ὁ α΄ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὢ σῆς ἀθλιότητος, Ἡρῴδη ἄφρον καὶ ἄνομε! ποίᾳ τόλμῃ, κόρης ἀσελγούσης, φόνον ἄδικον ἔπραξας.
ὁ β’ χορὸς
Στ ί χ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκ ί ον
Δ ὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου Πάναγνε, τὰς προσβολάς, ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.
Ἕ τερος – Ο ὐ ραν ί ας ἁ ψ ῖ δος
ὁ α΄ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Π αλαιὰς ὡς μεσίτης, καὶ τῆς Καινῆς Πρόδρομος, εὐαγγελικῶν κηρυγμάτων σὺ προϊστάμενος, μῖξιν παράνομον, τυραννικὴν διελέγξας, εὐκλεῶς τὸν θάνατον χαίρων διήνυσας.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐ κ μητρὸς παρανόμου, προβιβασθὲν κόριον, ἐκβεβακχευμένον τῇ μέθῃ, Ἡρῴδη ἔφησε΄ Δὸς ἐπὶ πίνακι, τὴν κεφαλὴν Ἰωάννου, τῇ μητρὶ χαρίσασθαι, δῶρον ποθούμενον.
ὁ α΄ χορὸς
Δ ό ξα Πατρί…
Τ οὺς ἐλέγχους μὴ φέρων, ὁ ἀναιδὴς τύραννος, τῆς θεοφρουρήτου σου γλώττης, ἔνδοξε Πρόδρομε, κόρη προδίδωσι, θυμελικῶν ὀρχημάτων, τὴν σεπτήν σου ἔπαθλον, Κάραν ἀοίδιμε.
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ἐ νοικήσας Παρθένῳ, σωματικῶς Κύριε, ὤφθης τοῖς ἀνθρώποις, ὡς ἔπρεπε θεαθῆναί σε, ἣν καὶ ἀνέδειξας, ὡς ἀληθῆ Θεοτόκον, καὶ πιστῶν βοήθειαν, μ ό νε φιλ ά νθρωπε.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
ὁ α’ χορὸς
Κ ά θισμα Ἦ χος α’ – Τ ὸ ν τ ά φον σου Σωτ ὴ ρ
Τ ὸν Πρόδρομον Χριστοῦ, Βαπτιστὴν καὶ Προφήτην, Τιμήσωμεν πιστοί, καθαρῷ συνειδότι, ὡς ἔνδοξον κήρυκα, μετανοίας διδάσκαλον, καὶ ὡς μάρτυρα, παναληθῆ τοῦ Σωτῆρος, τὴν γὰρ ἄνοιαν, τὴν τοῦ Ἡρῴδου ἐλέγξας, τὴν κάραν ἐκτέμνεται.
ὁ β΄ χορὸς
Δ ό ξα Πατρὶ… Ἦ χος δ’ – Κατεπλ ά γη Ἰ ωσ ὴ φ
Ν ῦν ἐπέφανεν ἡμῖν, ὁ τοῦ Σωτῆρος Βαπτιστής, καὶ εὐφραίνει νοητῶς, τὰς διανοίας τῶν πιστῶν, τὸ τῆς ἐρήμου καλλώπισμα, καὶ Προφητῶν ἡ σφραγίς, ὅθεν τοῦ Χριστοῦ ἐδείχθη Πρόδρομος, καὶ μάρτυς ἀψευδής, τῆς παρουσίας αὐτοῦ, Πνευματικοῖς οὖν ᾄσμασι συμφώνως, τῷ Ἰωάννῃ βοήσωμεν, Προφῆτα κῆρυξ, τῆς ἀληθείας, πρέσβευε τοῦ σωθῆναι ἡμᾶς.
ὁ α΄ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Κ ατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχήν, ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν, ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι; καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσιν.
ᾠ δ ὴ δ’
Ὁ Εἱρμὸς
Σ ύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ο ὐκ ἐνεγκὼν, τὸ τῶν ἐλέγχων ἀπότομον, ὁ τοῦ νόμου, ταῖς ποιναῖς ὑπεύθυνος, οὐ παῤῥησίαν θεοσεβῆ, ὁ ταῖς ἀσελγείαις τῶν ἡδονῶν συμφυρόμενος, δεσμήσας συνετήρει, τὸν ἀΰλως τοῖς ἄνω, πρὸ τοῦ τέλους χοροῖς συναπτόμενον.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ψ υχοβλαβῆ, μέθην καὶ οἶστρον ἀκόλαστον, ἐκνοσήσας, ἔκδοτος ὁ δείλαιος, τοῖς χορικοῖς, κρότοις τῶν ποδῶν, ἀποδεδειγμένος, φονεὺς Προφήτου γεγένηται, συνέλαβε γὰρ μέθην, ἀσωτίας μητέρα, καὶ δεινὴν ἀνομίαν ἀπέτεκεν.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὄ ντως ἐν σοί, οὐ διεψεύσθη ἡ θεία φωνή΄ τῶν Προφητῶν, σὺ γὰρ πέλεις περισσότερος, ὡς προφητείαις ἀξιωθείς, ἐξ αὐτῆς νηδύος, ἐν ἀτελεῖ τῷ τοῦ σώματος, καὶ τὸν προφητευθέντα, ὑπὸ σοῦ Θεὸν Λόγον, καὶ ἰδὼν καὶ βαπτίσας ἐν σώματι.
Στ ί χ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκ ί ον
Σ ὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν τεῖχος καὶ λιμήν, πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.
Ἕ τερος – Ἐ ξ ὅ ρους κατασκ ί ου
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ο ὐκ ἔφερε τοὺς σοὺς ἐλέγχους ὁ Ἡρῴδης, θεράπον τοῦ Χριστοῦ, παμμάκαρ, Ἰωάννη΄ ὅθεν ὁπλίζει τὸν ἄδικον πρὸς σὲ φόνον, οὐκ αἰδεσθείς σου τὸ σεβάσμιον.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ο ἴστρῳ καὶ τῇ μέθῃ, ὁμοῦ βεβακχευμένος, ὁ ἄδικος βασιλεύς, σὲ παμμάκαρ παρανόμως, θανατηφόρῳ ἀπάγει ψήφῳ Προφῆτα, οὐκ αἰδεσθείς σου τὸ σεβάσμιον.
Δ ό ξα Πατρί…
Τ ῆς κόρης ὁ δεινός, ὑπαχθεὶς τοῖς λόγοις, Ἡρῴδης δυσσεβής, τῇ μοιχαλίδι δῶρον τὴν κεφαλήν σου, Προφῆτα ὄντως παρέχει, ἀφ’ ἧς πηγάζεις χάριν πᾶσιν ἡμῖν.
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Χ αίροις παρ’ ἡμῶν, ἁγία Θεοτόκε, χαῖρε ἡ χαράν, κυήσασα τῷ κόσμῳ, χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων, εὐλογημένη Θεοτόκε ἁγνή.
ᾠ δ ὴ ε’
Ὁ Εἱρμὸς
Ἴ να τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μ ητρικαῖς ὑποθήκαις, ἆθλον τῆς ὀρχήσεως τῆς κακοδαίμονος, τῆς ὠμῆς λεαίνης, ὁ ὠμότερος σκύμνος ᾐτήσατο, ἣν καὶ θῆρες πάντες, ἐν ἐρημίαις ηὐλαβοῦντο, κεφαλήν τοῦ Προδρόμου καὶ κήρυκος.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὢ τῶν σῶν ἀνεφίκτων, καὶ ἀκαταλήπτων κριμάτων φιλάνθρωπε! ὅτι τοῦ ἐκ μήτρας, πεφηνότος δοχεῖον τοῦ Πνεύματος, καὶ συναυξηθέντος, τῇ σωφροσύνῃ καὶ ἁγνείᾳ, ἀσελγές, κατωρχήσατο κόριον.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Π ροσφιλὲς καὶ οἰκεῖον, τῷ τὴν συζυγίαν τὴν ἄσεμνον στέργοντι, γενεσίων πότοις, καὶ Προφήτου συνάψαι ἀναίρεσιν, καὶ κρατῆρα πλήρη, προφητικῶν τοῖς φιληδόνοις, καὶ ἁγίων αἱμάτων κεράσασθαι.
Στ ί χ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκ ί ον
Μ ητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Ἕ τερος – Ὀ ρθρ ί ζοντες βο ῶ μ έ ν σο ι
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὀ ρχήσεως ἐδίδοτο μίσθωμα, δι’ ἀπάτης, τῇ κόρῃ ἐν πίνακι, Προδρόμου Κάρα, ὢ ἄνοια!
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ ῷ λύθρῳ σταζομένης τῆς κάρας σου, Θεοκῆρυξ, μοιχαλὶς ἐτέρπετο, φρονοῦσα μέγα, ὢ ἄνοια!
Δ ό ξα Πατρὶ…
Σ ιγᾶν σου μὲν τὴν γλῶτταν ὑπέλαβεν, ὁ Ἡρῴδης, ἡ δὲ καὶ σιγήσασα, πλέον ἐλέγχει πανεύφημε.
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Π αρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε, σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.
ᾠ δ ὴ ς’
Ὁ Εἱρμὸς
Ἱ λάσθητί μοὶ Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ οῦ νόμου τῶν ἐντολῶν, προκινδυνεύων μακάριε, ἐλέγχοις παιδαγωγεῖς, τὸν παρανομήσαντα, οὐ γὰρ ἔφυς κάλαμος, δυσμενῶν πνευμάτων, ῥιπιζόμενος προσπνεύσεσι.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ ῷ λύθρῳ τῷ τῆς σφαγῆς, ἡ Κεφαλὴ σταζομένη, ἠνέχθη τῶν πορνικῶν ἀγώνων εἰς μίσθωμα, Ἡρῴδην ἐλέγχουσα, καὶ μετὰ τὸ τέλος, ὡς τὴν φύσιν συνθολώσαντα.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐ ρήμους περιπολῶν, θριξὶ καμήλου σκεπόμενος, τὰς μὲν ὡς φωτολαμπές, κατῴκεις ἀνάκτορον, τὰς δὲ ὡς βασίλειον, περιφέρων κόσμον, σῶν παθῶν κατεβασίλευσας.
Στ ί χ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκ ί ον
Ῥ υσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Ἕ τερος – Χιτ ῶ ν ά μο ι παρ ά σχου
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐ πήγασας τῷ πλήθει τῶν πιστῶν, Ἰωάννη ἔνδοξε, θεῖα διδάγματα, τὸν ἀμνὸν τὸν τοῦ Θεοῦ καταγγείλας ἡμῖν.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σ εμνότητος καὶ βίου ἀκριβοῦς, ἀψευδὲς ὑπόδειγμα, μέμνησο Πρόδρομε, τῶν ὑμνούντων σε Χριστῷ παριστάμενος.
Δ ό ξα Πατρί…
Π ρεσβείαις σου Προφῆτα τοῦ Χριστοῦ, Βαπτιστὰ καὶ Πρόδρομε, κόσμον εἰρήνευσον, διασῴζων ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν.
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ἡ μόνη διὰ λόγου ἐν γαστρί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τ ὰ ς ψυχ ὰ ς ἡ μ ῶ ν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντ ά κιον Ἦ χος πλ. α’
Ἡ τοῦ Προδρόμου ἔνδοξος ἀποτομή, οἰκονομία γέγονέ τις θεϊκή, ἵνα καὶ τοῖς ἐν ᾍδῃ τοῦ Σωτῆρος κηρύξῃ τὴν ἔλευσιν, θρηνείτω οὖν Ἡρῳδιάς, ἄνομον φόνον αἰτήσασα, οὐ νόμον γὰρ τὸν τοῦ Θεοῦ, οὐ ζῶντα αἰῶνα ἠγάπησεν, ἀ λλ’ ἐ π ί πλαστον πρ ό σκαιρον.
Ὁ Ο ἶ κος
Τ ὰ γενέσια τοῦ Ἡρῴδου πᾶσιν ἐφάνησαν ἀνόσια, ὅτι ἐν μέσῳ τῶν τρυφώντων, ἡ κεφαλὴ τοῦ νηστεύοντος παρετέθη ὥσπερ ἔδεσμα. Τῇ χαρᾷ συνήφθη λύπη, καὶ τῷ γέλωτι ἐκράθη πικρὸς ὀδυρμός΄ ὅτι τὴν κάραν τοῦ Βαπτιστοῦ πίνακι φέρουσα, ἐπὶ πάντων εἰσῆλθεν, ὡς εἶπεν, ἡ παῖς, καὶ διὰ οἶστρον, θρῆνος ἐπέπεσε πᾶσι τοῖς ἀριστήσασι τότε σὺν τῷ βασιλεῖ, οὐ γὰρ ἔτερψεν ἐκείνους, οὔτε Ἡρῴδην αὐτόν΄ φησί, καὶ ἐλυπήθησαν λύπην οὐκ ἀληθινήν, ἀ λλ’ ἐ π ί πλαστον πρ ό σκαιρον.
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ Κθ ‘ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀποτομῆς τῆς τιμίας κεφαλῆς τοῦ ἁγίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
Στ ί χοι
Τέμνει κεφαλὴν χεὶρ μιαιφόνος ξίφει,
Τοῦ χεῖρα θέντος εἰς κεφαλὴν Κυρίου.
Εἰκάδι ἀμφ’ ἐνάτῃ Προδρόμου τάμεν αὐχένα χαλκός.
Τ ῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας Θεοδώρας τῆς ἐν Θεσσαλονίκῃ, τῆς ἐξ Αἰγίνης καταγομένης.
Τ αῖς τοῦ σοῦ Προδρόμου Χριστὲ πρεσβείαις, ἐ λ έ ησον κα ὶ σ ῶ σον ἡ μ ᾶ ς. Ἀ μ ή ν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδ ὴ α’ Ἦ χος πλ. δ’
Σ ταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ὁ β’ χορὸς
ᾠδ ὴ γ’
Ῥ άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται, τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,…
ὁ α’ χορός
…ε ἰς κράτος καὶ στερέωμα.
ὁ β’ χορὸς
ᾠδ ὴ δ’
Ε ἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
ὁ α’ χορός
ᾠδ ὴ ε’
Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
ὁ β’ χορὸς
ᾠδ ὴ Ϛ ‘
Ν οτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.
ὁ α’ χορός
ᾠδ ὴ ζ’
Ἔ κνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορὸς
ᾠδ ὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον
Ε ὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνε ῦ μα παν ά γιον ε ἰ ς το ὺ ς α ἰῶ νας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. δ’)
ὁ α’ χορός
Στίχ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Μ υστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σ ὲ μεγαλ ύ νομεν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’. – Τῶν Μαθητῶν
Τ ὸν ἐν Προφήταις μείζονα γνωρισθέντα, καὶ Ἀποστόλων πρόκριτον γεγονότα, ὕμνοις ἐγκωμίων στεφανώσωμεν, τὸν Πρόδρομον τῆς χάριτος, τὴν κεφαλὴν γὰρ ἐτμήθη, διὰ τὸν νόμον Κυρίου.
ὁ β’ χορός
Ἕ τερον – Ὁ ο ὐ ραν ὸ ν το ῖ ς ἄ στροις
Ὁ ἀσελγὴς Ἡρῴδης, τὸν τῆς ἁγνείας φυτουργόν, σὲ Βαπτιστὰ τοῦ Σωτῆρος, καρατομήσας δολερῶς, σοῦ τοὺς ἐλέγχους τῆς γλώττης, τεμεῖν οὐκ ἴσχυσεν ὅλως.
ὁ α’ χορός
Θεοτοκ ί ον
Ἡ τὴν ἀρὰν τοῦ κόσμου, τῷ θείῳ τόκῳ σου σεμνή, ἐξαφανίσασα ποίμνην, σὲ λιτανεύουσαν πιστῶς, ἀπὸ παντοίων κινδύνων,…
ὁ β’ χορός
…ῥ ῦσαι πρεσβείαις σου Κόρη.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος πλ.δ’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὢ το ῦ παραδ ό ξου θα ύ ματος
Ὢ τοῦ παραδόξου θαύματος! τὴν ἱερὰν κεφαλήν, καὶ Ἀγγέλοις αἰδέσιμον, ἀσελγὲς ἀκόλαστον, περιέφερε κόριον, τὴν ἐλέγξασαν, γλῶσσαν παράνομον, τῇ μοιχαλίδι μητρὶ προσέφερεν. Ὢ τῆς ἀφάτου σου, ἀνοχῆς φιλάνθρωπε! δι’ ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὢ τοῦ παραδόξου θαύματος! τὴν ἱερὰν κεφαλήν,…
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὢ τῆς Ἡρῴδου πωρώσεως! ὁ ἀτιμάσας Θεόν, ταῖς τοῦ νόμου ἐκλύσεσι, τὴν τῶν ὅρκων τήρησιν, δολερῶς ὑποκρίνεται, καὶ τῇ μοιχείᾳ φόνον προστίθησιν, ὁ σκυθρωπάζειν σχηματιζόμενος, Ὢ τῆς ἀφάτου σου, συμπαθείας Δέσποτα! δι’ ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὢ τῆς ὑπὲρ νοῦν ἐκπλήξεως! τῶν Προφητῶν ἡ σφραγίς, ὁ ἐπίγειος Ἄγγελος, πορνικῆς ὀρχήσεως, ἀναδείκνυται ἔπαθλον, ἡ θεολόγος γλῶσσα προπέμπεται, καὶ τοῖς ἐν ᾍδη, Χριστοῦ προάγγελος. Ὢ τῆς ἀῤῥήτου σου, προμηθείας Δέσποτα! δι’ ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
ὁ α’ χορός
Δ ό ξα Πατρί… Ἦ χος πλ. β’
Π άλιν Ἡρῳδιὰς μαίνεται, πάλιν ταράττεται, Ὢ ὅρχημα δόλιον, καὶ πότος μετὰ δόλου! ὁ Βαπτιστὴς ἀπετέμνετο, καὶ Ἡρῴδης ἐταράττετο. Πρεσβείαις Κύριε, τοῦ σοῦ Προδρόμου, τὴν εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον Ἦ χος ὁ αὐτὸς
Θ εοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, ἐ λεηθ ῆ ναι τ ὰ ς ψυχ ὰ ς ἡ μ ῶ ν.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ. β’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ Ἀπολυτίκιον. Ἦχος β´.
Μ νήμη Δικαίου μετ’ ἐγκωμίων΄ σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε΄ ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τ ὸ μ έ γα ἔ λεος .
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
Ἦχος β´ .
Στίχ . α´ . Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ . β´ . Ε ὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . γ´ . Κ ύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρὶ … Καὶ νῦν …
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β ‘
Ἦχος ὁ αὐτὸς .
Στίχ . α´. Α ἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
Στίχ . β´ . Μ ακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
Στίχ . γ´ . Β ασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
Δόξα Πατρί … Καὶ νῦν …
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ ‘
Στ ί χ . Δ ίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἀπολυτίκιον. Ἦχος β´ .
Μ νήμη Δικαίου μετ’ ἐγκωμίων΄ σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε΄ ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Στ ί χ . Ε ὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτὸν καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
Μ νήμη Δικαίου μετ’ ἐγκωμίων΄….
Εἰσοδικὸν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
…ψ άλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον. Ἦχος β´ .
Μ νήμη Δικαίου μετ’ ἐγκωμίων΄ σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε΄ ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον Ἦ χος δ’ – Α ὐ τ ό μελον
Ἰ ωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου, αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι. Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, κα ὶ τροφ ὸ ν τ ῆ ς ζω ῆ ς ἡ μ ῶ ν.
Τρισάγιον.
᾽ Απόστολος
Τοῦ Προδρόμου (Πράξ. ιγ´ 25-32).
Ε ὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Στίχ. Ε ἰσάκουσον ὁ Θεὸς τῆς φωνῆς μου.
Π ράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
Ἐ ν ταῖς ἡμεραῖς ἐκείναις, ὡς ἐπλήρου ᾿Ιωάννης τὸν δρόμον, ἔλεγε· τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμί ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. ῎Ανδρες ἀδελφοί, υἱοὶ γένους ᾿Αβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. Οἱ γὰρ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς ῾Ιερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας ᾿Ιησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·
Ἀ λληλούϊα (γ’)
Εὐαγγέλιον
῾Ομοίως·
(Μάρκ. ς´ 14-30),
Ἐκ τοῦ κατὰ Μάρκον.
Τ ῷ καιρῷ ἐκείνῳ, ἤκουσεν ῾Ηρῴδης ὁ βασιλεὺς τὴν ἀκοὴν Ἰησοῦ · (φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ)· καὶ ἔλεγεν ὅτι ᾿Ιωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. Ἄλλοι ἔλεγον ὅτι ᾿Ηλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστίν, ἢ ὡς εἷς τῶν προφητῶν. Ἀκούσας δὲ ὁ ῾Ηρῴδης εἶπεν· ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα ᾿Ιωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. Αὐτὸς γὰρ ὁ ῾Ηρῴδης ἀποστείλας ἐκράτησε τὸν ᾿Ιωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ ῾Ηρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. Ἔλεγε γὰρ ὁ ᾿Ιωάννης τῷ ῾Ηρῴδῃ ὅτι οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Ἡ δὲ ῾Ηρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· ὁ γὰρ ῾Ηρῴδης ἐφοβεῖτο τὸν ᾿Ιωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ, πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε. Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτι ῾Ηρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς ῾Ηρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ ῾Ηρῴδῃ καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι. Καὶ ὤμοσεν αὐτῇ ὅτι ὃ ἐάν με αἰτήσῃς δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς· Τί αἰτήσομαι; ἡ δὲ εἶπε· Τὴν κεφαλὴν ᾿Ιωάννου τοῦ Βαπτιστοῦ. Καὶ εἰσελθοῦσα, εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς ἐξ αὐτῆς ἐπὶ πίνακι, τὴν κεφαλὴν ᾿Ιωάννου τοῦ Βαπτιστοῦ. Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. Καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καί ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν ᾿Ιησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν κα ὶ ὅ σα ἐ δ ί δαξ αν.
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό᾽Εξαιρέτως
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ ὲ μεγαλ ύ νομεν.
Κοινωνικόν
Ε ἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀ λληλούϊα.
ἦχος β’
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα,
ἦχος β’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀ πόλυσις
«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.