27 ΑΥΓΟΥΣΤΟΥ 2018
+Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος δ ‘
ὁ α’ χορὸς
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάντας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανούριε ἔνδοξε· ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, νέμεις τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Δόξα Πατρί… Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Ῥοδίων τὸ κλέος καὶ Μαρτύρων τὸ καύχημα, τῶν θαυμάτων θείαις ἀκτῖσι, τοὺς πιστοὺς καταυγάζοντα, Φανούριον τιμήσωμεν πιστοί, ὡς μέγαν τοῦ Σωτῆρος ἀθλητήν· πᾶσαν χάριν γὰρ παρέχει τοῖς πρὸς αὐτόν, ἀπὸ ψυχῆς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον ὁ αὐτός
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε,σὺν τῇ φωνῇ ἐσαρκοῦτο,ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ,ὡς ἔφη ὁ δίκαιος Δαυΐδ,Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,βαστάσασα τὸν Κτίστην σου,δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὡς νέον ἀθλητήν, εὐφημοῦμέν σε μάκαρ, κἂν ἤθλησας στεῤῥῶς, πρὸ πολλοῦ θείῳ πόθῳ· ἀρτίως γὰρ τοῖς πέρασιν, ἐπεγνώσθης Φανούριε, χάριν ἔλεος, ταῖς σαῖς πρεσβείαις παρέχων, τοῖς τελοῦσί σου, τὴν ἀξιέπαινον μνήμην, Μαρτύρων ἀγλάισμα.
ὁ β’ χορός
Δόξα Πατρί…Καὶ νῦν… Θεοτοκίον,
Ὡς τέξασα σαρκί, τὸν τῶν ὅλων Δεσπότην, καὶ ἔχουσα πολλήν, πρὸς αὐτὸν παῤῥησίαν, ἀπαύστως ἱκέτευε, Θεοτόκε πανύμνητε, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει ὑμνοῦσι, τὴν ἄῤῥητον δόξαν σου.
Μετὰ τὴν β’ Στιχολογίαν,
ὁ α’ χορός
Ἦχος γ΄. Θείας πίστεως.
Πῦρ τὸ ἄυλον, φέρων παμμάκαρ, πῦρ ὁμόδουλον, οὐκ ἐπτοήθης, ἀλλ’ ἐν αὐτῷ ἀκατάφλεκτος ἔμεινας· καὶ τῶν θηρῶν ὑποτάξας τὸ ὅρμημα, ὑπερφυῶς ἐδοξάσθης Φανούριε. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον
Ὄρος ἅγιον, πεπυκασμένον, τῇ τοῦ Πνεύματος, ἐπισκιάσει, τοῖς Προφήταις καθωράθης πανάμωμε· ἐκ σοῦ γὰρ ὤφθη Θεὸς σωματούμενος, ἐλευθερίαν βραβεύων τοῖς κράζουσι· χαῖρε Δέσποινα, πταιόντων τὸ ἱλαστήριον, καὶ πάντων ἀσφαλὲς φυγαδευτήριον.
Μετὰ τὸν Πολυέλεον,
ὁ α’ χορός
Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Μαρτυρήσας ἀνδρικῶς, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, ὑπὸ μόδιον σιγῆς, ἔμεινας ἔτεσι πολλοῖς, ἀλλ’ ἐπεγνώσθης ἐν Ῥόδῳ νεύματι θείῳ· ἔνθεν ἐμφανής, πᾶσι τοῖς πέρασι, θαύμασι πολλοῖς, Μάρτυς γενόμενος, τῇ Ἐκκλησίᾳ ἀρήγεις ἑκάστοτε, ἐν εὐκαιρίαις καὶ θλίψεσι· διό σε πάντες, ἀνευφημοῦμεν, Φανούριε ἀθλοφόρε.
ὁ β’ χορός
Δόξα Πατρί…Καὶ νῦν… Θεοτοκίον
Μετὰ σώματος Ἁγνή, προαγαγοῦσα τοῖς ἐν γῇ, τὸν ἀσώματον Θεόν, διὰ τὸ σῶσαι τὸν Ἀδάμ, τὸν συντριβέντα ἀπάτῃ τοῦ βροτοκτόνου, ὤφθης ἀληθῶς, θρόνος πυρίμορφος, φέρουσα χερσί, τὸν πάντα φέροντα, καὶ οὐρανῶν πλατυτέρα ἐγνώρισται, ἡ σὴ γαστὴρ ἡ ἀκήρατος. Ἀλλ’ ὦ Παρθένε, τῆς οὐρανίου, δόξης ἡμᾶς καταξίωσον.
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
-
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
-
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
-
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
-
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δόξα Πατρί…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ’
ὁ α’ χορός
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
ὁ β’ χορὸς
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
ὁ α’ χορός
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ α΄ χορὸς
Ἦχος β’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. Θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ν’ ψαλμὸς χύμα
ὁ α’ χορὸς
Δόξα Πατρί… Ἦχος β’
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Ἐμφανῶς συντρίψας τὸν ἐχθρόν, ἀθλητικῇ ἐνστάσει, περιφανῶς ἐν οὐρανῷ δεδόξασαι, ἀθλητὰ Φανούριε· διὸ καὶ ἡ γῆ πᾶσα, τὴν σὴν δόξαν γνοῦσα ἣν πάλαι ἠγνόει, τῇ φανερώσει τῆς σεπτῆς εἰκόνος σου, λαμπροφανῶς σε γεραίρει, ἐπιτελοῦσα τὴν ἁγίαν μνήμην σου· ἐν ᾗ δίδου τοῖς πιστοῖς, τὰς σωτηρίους δόσεις, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
Ὁ Κανὼν τῆς Θεοτόκου
ᾠδὴ α’ Ἦχος πλ. δ’
ὁ α’ χορὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
ὁ β’ χορὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,…
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν. Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Καὶ ὁ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς·
Φῶς Φανούριος κόσμῳ ἐκλάμπει. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Φωτί με καταύγασον, τῷ τοῦ προσώπου σου Κύριε, Φανούριον θέλοντα, ὑμνῆσαι Δέσποτα, τὸν δοξάσαντα, ἀθλήσεως ἀγῶσι, τὸ μέγα σου ὄνομα, καὶ ὑπερένδοξον.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς φῶς ἀνατέταλκας, τῇ Ἐκκλησίᾳ Φανούριε, ὁ πάλαι κρυπτόμενος, ὑπὸ τῆν γῆν φθονερῶς, καὶ χαρίτων σου, ταῖς φαειναῖς ἀκτῖσιν, ἡμῶν τὴν διάνοιαν, πυρσεύεις πάντοτε.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Σαρκός σου ἠλόγησας, ἐν ὥρᾳ Μάρτυς νεότητος, καὶ χαίρων ἐστράτευσαι, τῷ Βασιλεῖ τοῦ παντός, οὗ τὴν ἄμαχον, ἰσχὺν διεζωσμένος, καθεῖλες Φανούριε, ἐχθρῶν τὰς φάλαγγας.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Φιλάγαθε Δέσποινα, ἡ τὸν Θεὸν τὸν φιλάνθρωπον, ἀφράστως κυήσασα, εἰς σωτηρίαν ἡμῶν, κατοικτείρησον, τὴν πάσχουσαν ψυχήν μου, καὶ ταύτῃ πρυτάνευσον, θείαν παράκλησιν.
ᾠδὴ γ’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
ὁ β’ χορὸς
Οὐρανίας ἁψῖδος,…
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀθλήσεως Μάρτυς σου τὰ εἴδη, ἃ ἤνυσας πάλαι καρτερῶς, ἐκ τῆς σεπτῆς εἰκόνος σου, γνωρίσαντες Φανούριε, οἱ εὐσεβεῖς ἀνύμνησαν, τὰ θαυμαστά σου παλαίσματα.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νεότητος ὥραν παραβλέψας, ὑπῆλθες φρονήματι στεῤῥῷ, τὸ τῶν Μαρτύρων στάδιον, Φανούριε πανθαύμαστε, καὶ λόγχῃ τῆς ἀνδρείας σου, ἐχθρὸν τὸν δόλιον ἔτρωσας.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ὁ μέγας Κυρίου ἀθλοφόρος, ὁ πάλαι ἀθλήσας ἀνδρικῶς, καὶ χρόνοις ἐν τοῖς ὕστερον, γνωστὸς πᾶσι γενόμενος, Φανούριος ὁ ἔνδοξος, νῦν γεραιρέσθω τοῖς ᾄσμασι.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὑψίστου καθέδρα λαμπροτάτη, Παρθένε Ἀγγέλων χαρμονή, ἀπὸ κοπρίας ὕψωσον, παθῶν μου τὴν διάνοιαν, καὶ ταύτην καταλάμπρυνον, φωτὶ τῆς σῆς ἀγαθότητος.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…
ὁ β’ χορὸς
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μαρτυρίου τελέσας καλῶς τὸ στάδιον, καὶ Χριστὸν μεγαλύνας οἰκείοις μέλεσιν, οὐρανίων δωρεῶν λαμπρῶς τετύχηκας, καὶ παρέχεις τοῖς πιστοῖς, ὡς μεσίτης πρὸς Θεόν, βοήθειαν καθ’ ἑκάστην, Φανούριε ἀθλοφόρε, τοῖς καταφεύγουσι τῇ σκέπῃ σου.
ὁ α’ χορὸς
Δόξα Πατρί…Καὶ νῦν… Θεοτοκίον
Τὸν ὑπέρθεον Λόγον σαρκὶ κυήσασα, τὴν ἀρχαίαν κατάραν Κόρη ἀνέτρεψας, καὶ ἀνέβλυσας πηγὴν ἐλέους ἄφθονον, τοῖς προσκυνοῦσιν εὐσεβῶς, τὸν σὸν τόκον τὸν φρικτόν, Παρθένε Θεογεννῆτορ, καὶ ἀληθῆ Θεοτόκον, ὁμολογοῦσί σε Πανάχραντε.
ᾠδὴ δ‘
Ὁ Εἱρμὸς
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥόδος χαίρει τῇ εὑρέσει, τοῦ ναοῦ σου Φανούριε, καὶ καθάπερ ῥόδον, εὔπνουν ἀφθαρσίας προβάλλεται, τῇ Ἐκκλησίᾳ σε πάσῃ τὴν οὐράνιον, πνέον ἅπασιν, ὀσμὴν ζωῆς τὴν σωτήριον.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰησοῦν τὸν ζωοδότην, καὶ Θεὸν πάσης κτίσεως, στόματι ἁγίῳ, πρὸ τῶν δυσσεβῶν ὡμολόγησας, καὶ τὴν δυσσέβειαν τούτων ἐστηλίτευσας, παῤῥησίᾳ σου, ἀκαταπλήκτῳ Φανούριε.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅλην ἔχων τὴν ψυχήν σου, ἡδρασμένην στεῤῥότατα, ἐπὶ πέτραν Μάρτυς, τῆς ἀληθινῆς ἐπιγνώσεως, τὰς ἐκ πετρῶν ἀνενδότως πληγὰς ἔφερες, καὶ ἐδόξαζες, ζωῆς τὴν πέτραν τὸν Κύριον.
Δόξα Πατρί…
Σώματος μαστιζομένου, ἀπηνῶς οὐκ ἐφρόντισας, καὶ τῆς σῆς ἀνδρείας, Μάρτυς ῥαπισμοῖς ἐμαστίγωσας, τῶν διωκτῶν τὴν καρδίαν μὴ φερόντων σου, τὸ ἀήττητον, τῆς σῆς καρδίας παράστημα.
Καὶ νῦν… Θεοτοκίον
Καταφύγιον τοῦ κόσμου, ἀσφαλὲς καί σωτήριον, ὤφθης Θεοτόκε, σῴζουσα βελῶν τοῦ ἀλάστορος, τοὺς τῇ ἁγίᾳ σου σκέπῃ καταφεύγοντας· ὅθεν σῶσόν με, ἤδη τῆς τούτου κακώσεως.
ᾠδὴ ε‘
Ὁ Εἱρμὸς
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ μάρτυς Φανούριος, ἀγάπῃ τιτρωσκόμενος, τῇ πρὸς τὸν Σωτῆρα τῶν ἁπάντων, φέρει γενναίως τοὺς σκληροτάτους ξεσμούς, δι’ ὧν ἀποβάλλει τὴν φθοράν, καὶ στολὴν ἐνδύεται, ἀφθαρσίας ὑπέρλαμπρον.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σθενούμενος Ἅγιε, ἰσχύι τῇ τῆς πίστεως, ἤνεγκας πυρὸς τὴν τιμωρίαν, ἄνωθεν δρόσον θείαν δεχόμενος, καὶ πυρὶ ἀθλήσεως τῆς σῆς, ἔφλεξας Φανούριε, τὴν ἀπάτην τὴν εὔπρηστον.
Δόξα Πατρί…
Μεγάλως ἠγώνισαι, καιρῷ τῷ τῆς ἀθλήσεως, καὶ μεγάλης χάριτος μετέσχες, Μεγαλομάρτυς Χριστοῦ Φανούριε· ὅθεν ἐκ μεγάλων συμφορῶν, ῥύῃ τοὺς προστρέχοντας, τῃ μεγίστῃ πρεσβείᾳ σου.
Καὶ νῦν… Θεοτοκίον
Ὡς σάρκα ὁ Κύριος, ἐκ σοῦ δι’ ἀγαθότητα, Κόρη προσλαβόμενος ἀτρέπτως, σὲ προστασίαν ἁπάντων ἔδειξεν· ὅθεν μὴ ἐλλείπῃς ἀγαθή, προστατεύειν πάντοτε, τῶν πιστῶς δεομένων σου.
ᾠδὴ ς‘
Ὁ Εἱρμὸς
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς΄ Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
ᾨδὴ ς΄. Τὴν θείαν ταύτην.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐκ γῆς λαγόνων ἀνέτειλεν, εἰκών σου ἡ ἁγία Φανούριε, ὡς λύχνος πάμφωτος, ἡ ἀφανὴς οὖσα πρότερον, καὶ ἐμφανῆ παντί σε, κόσμῳ κατέστησε.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κήρυκες ὤφθησαν Ἅγιε, τῆς σῆς πρὸς τὸν Θεὸν οἰκειώσεως, οἱ πρῴην δέσμιοι, τρεῖς ἱερεῖς οὓς ἀπήλλαξας, πικρᾶς αἰχμαλωσίας, τῆ ἀντιλήψει σου.
Δόξα Πατρί…
Λεόντων μύλας συνέθλασας, σοφὲ τῶν νοητῶν τοῖς ἀγῶσί σου, καὶ θείῳ Πνεύματι, θηρῶν ἀγρίων ἐφίμωσας, ὡς Δανιὴλ τὸ πάλαι, στόματα Ἅγιε.
Καὶ νῦν… Θεοτοκίον
Ἀδιαφθόρως ἐκύησας, τὸν πάντων Ποιητὴν ὑπὲρ ἔννοιαν, Κόρη πανάμωμε· διὸ φθορᾶς παθῶν ῥῦσαί με, πρὸς ἀπαθείας βίον, καθοδηγοῦσά με.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον. Ἦχος γ΄. ῾Η Παρθένος σήμερον.
Ἱερεῖς διέσωσας, αἰχμαλωσίας ἀθέου, καὶ δεσμὰ συνέθλασας, δυνάμει θείᾳ θεόφρον· ἤσχυνας, τυράννων θράση γενναιοφρόνως῾ Πὔφρανας, Ἀγγέλων τάξεις Μεγαλομάρτυς· διὰ τοῦτό σε τιμῶμεν, θεῖε ὁπλῖτα Φανούριε ἔνδοξε.
Ὁ Οἶκος
Ἤθλησας Μάρτυς ἀνδρικῶς, ἐν ἔτεσιν ἀδήλοις, καὶ ὑπερεῖδες νουνεχῶς, νεότητος τὸ ἄνθος, ὑπὲρ ἀγάπης τοῦ Χριστοῦ, πλείστας βασάνους ὑποστάς, καὶ θάνατον γενναίως· ἀλλ’ οἷς οἶδε κρίμασι Θεός, λήθης βυθοῖς, τὰ τῆς ἀθλήσεως τῆς σῆς, ἐκρύπτοντο τρόπαια· ἐν δὲ τῆ, Ῥόδῳ τῇ περιφήμῳ νήσῳ, ὁ ὑπὸ γῆν κεχωσμένος φανερωθεὶς ναός σου, ἐν ᾧ ἡ πάντιμος ὡς θησαυρὸς εἰκών σου, ἡ σὴ λαμπρὰ ἐγνώρισται ἄθλησις, καὶ πᾶσα ἡ Ἐκκλησία γνῶσιν ἔσχε τῶν ἀθλητικῶν σου ἀγώνων, καὶ τῆς πρὸς Χριστὸν λαμπρᾶς σου παῤῥησίας· ὅτι πᾶσιν ἐφαπλοῖς, τὴν θαυμαστήν σου προστασίαν, καὶ πολυειδῶν ἐξαίρεις κινδύνων καὶ θλίψεων, καὶ αἰχμαλώτους λυτροῦσαι, θεῖε ὁπλῖτα Φανούριε ἔνδοξε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΖ΄ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ νεοφανοῦς.
Στίχοι
-
Φανόυριος φῶς πᾶσι πιστοῖς παρέχει
-
Κἂν εἰς σκότος δ’ ἔκειτο τῆς γαίης μέγα.
-
Εἰκάδι ἑβδομάτῃ Φανουρίου σηκὸς γῆθεν φάνθη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποιμένος.
Στίχοι
-
Ὡς ἐκ λύκου χαίνοντος ἡρπάγη βίου,
-
Ποιμήν, τὸ θρέμμα τοῦ μεγίστου ποιμένος.
-
Ποιμένα εἰς μέγαν ἑβδόμῃ εἰκάδι ᾤχετο Ποιμήν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Λιβερίου Πάππα Ῥώμης.
Στίχοι
-
Τὸν πλοῦτον ἀντλεῖν Λιβέριος νῦν ἔχει,
-
Ὃν οὐρανοῖς ἦν ἐμφρόνως θησαυρίσας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Ὁσίου, Ἐπισκόπου Κουδρούβης.
Στίχοι
-
Τὴν κλῆσιν εἰπὼν Ὅσιε τὴν σὴν μόνην
-
Πληρῶ θανόντι ἔπαινὸν σοι τὸ χρέος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὑπὸ τοῦ Ἁγίου Φιλίππου βαπτίσεως τοῦ Αἰθίοπος Εὐνούχου.
Στίχοι
-
Ἀνὴρ ἐλέγχει τὴν παροιμίαν Σπάδων.
-
Λευκαίνεται γάρ, καὶ πεφυκὼς Αἰθίοψ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα ἡ Νέα, τρίχινον ῥάκος ἐνδυθεῖσα καὶ εἰς φρέαρ ῥιφθεῖσα, τελειοῦται.
Στίχοι
-
Ὁ μανδύας σοι πῖλος, ἡ πόρπη πέτρα·
-
Μεθ’ ὧν ὑπῆλθες, Ἀνθοῦσα, βαθὺ φρέαρ.
Σας παρακαλώ με την πρώτη ευκαιρία ν’ ασχοληθείτε και με το Μεσονυκτικό των Κυριακών agriniocopy@gmail.com