27 ΑΥΓΟΥΣΤΟΥ 2019
+ Μνήμη το ῦ ἁ γίου ἐ νδόξου Μάρτυρος Φανουρίου το ῦ Νεοφανο ῦ ς
Τ ῌ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ (26/08/19)
ὁ Ἱ ερε ύ ς: Ε ὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορός : Ἀ μήν.
ὁ Ἀ ναγν ώ στης:
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμ ὸ ς ργ’ ( 103 )
Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Κα ὶ π ά λιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δ ό ξα Πατρί … Κα ὶ ν ῦ ν …
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
ὁ διάκονος:
Ἐ ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. …….
Συναπτή μικρά
Καὶ εὐθὺς στιχολογοῦμεν τὴν Α’ Στάσιν τοῦ Α’ Καθίσματος τοῦ Ψαλτηρίου.
(Μακάριος ἀνήρ…)
ὁ α’ χορός
Ἦχος α’. Ψαλμ ὸ ς ρμ’ (140)
Κ ύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός
Κ ατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
ὁ α’ χορός
Στίχ. Ἐ ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ὢ τοῦ παραδόξου θαύματος!
Ὢ τοῦ παραδόξου θαύματος! ὥσπερ φῶς θαυμαστόν, ὁ κλεινὸς Φανούριος, ἀνέτειλε τοῖς ἐν γῇ, νεύσει τῇ κρείττονι· ἀδήλως γὰρ τὸν ἐχθρόν, καταβαλὼν δι’ ἀγώνων ἀθλήσεως, τοῦ θείου αὐτοῦ ναοῦ, τῇ φανερώσει ἐγνώσθη τοῖς πέρασιν. Ὅθεν τὴν ἁγίαν μνήμην, τούτου ἑορτάσωμεν, τὸν Σωτῆρα ὑμνοῦντες, τὸν λαμπρῶς αὐτὸν δοξάσαντα.
ὁ β’ χορός
Στίχ. Ἕ νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Βαβαὶ τῆς σῆς καρτερίας σοφέ! σὺ γὰρ ὑπὲρ φύσιν, ἤνυσας παλαίσματα, καὶ μέγας ἐν ἀθληταῖς, ὤφθης Φανούριε· ἐντεῦθεν νεοφανής, τῇ Ἐκκλησίᾳ Χριστοῦ ὤφθης ἥλιος, κρυπτόμενος ὑπὸ γῆν, ὁ ἐν ὑψίστοις λαμπρῶς δοξαζόμενος, καὶ θαυμάτων ταῖς ἀκτῖσι, καταυγάζεις ἅπαντας, τοὺς προστρέχοντας Μάρτυς, τῇ ταχείᾳ ἀντιλήψει σου.
ὁ α’ χορός
Στίχ. Ἀ πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Τὴν σὴν γεραίρομεν ἄθλησιν, ἀθλητὰ Κυρίου, ἔνδοξε Φανούριε, ἣν πάλαι ὑπὲρ Χριστοῦ, νομίμως ἤθλησας, καὶ ἄρτι πᾶσιν ἡμῖν, τῇ φανερώσει τῆς θείας εἰκόνος σου, ἐποίησας ἐμφανῆ, εἰς εὐφροσύνην ἡμῶν τῶν βοώντων σοι· χαίροις ἀθλοφόρων κλέος, Ἐκκλησίας στήριγμα, καὶ Ῥοδίων ἁπάντων, ἐγκαλλώπισμα καὶ σέμνωμα.
Προσόμοια ἕτερα.
Ἦχος δ΄.
ὁ β’ χορός
Στίχ. Ὅ τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς ἀθλήσας στεῤῥότατα, ἀθλοφόρε Φανούριε, ἐν ἀδήλοις ἔτεσι θείῳ ἔρωτι, δόξης λαμπρᾶς κατηξίωσαι, καὶ μέτοχος γέγονας, οὐρανίων ἀγαθῶν, ἀλλ’ ἡμῖν χρόνοις πλείοσιν, ὤφθης ἄγνωστος, καὶ γνωσθεὶς ἐπ’ ἐσχάτων καταπλήττεις, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν, τῇ δεομένῃ σοὶ χάριτι.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Τὸν ναόν σου τὸν ἅγιον, ἐν τῇ Ῥόδῳ κρυπτόμενον, ὡς ἀνεῦρον Ἅγιε θείῳ νεύματι, χαρᾶς πολλῆς ἐπληρώθησαν, μαθόντες τὴν κλῆσίν σου, καὶ τοὺς ἄθλους τοὺς λαμπρούς, οὓς ἠγνόοουν τὸ πρότερον, καὶ σὲ ὕμνησαν, ὡς περίδοξον Μάρτυρα Κυρίου, χαρμοσύνως ἐκτελοῦντες, τὴν παμφαῆ σου πανήγυριν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἐν νεότητι σώματος, τὸν ἀρχέκακον δράκοντα, ἀθλητὰ Φανούριε καταβέβληκας, καὶ δοξασθεὶς θείῳ Πνεύματι, προστάτης θερμότατος, ἀνεδείχθης τῶν πιστῶν, αἰχμαλώτους λυτρούμενος, τῇ πρεσβείᾳ σου, φανερῶν τὰ κρυπτὰ τοῖς προσιοῦσι, καὶ παρέχων τοῖς αἰτοῦσι, τὴν σὴν ὀξεῖαν βοήθειαν.
. ὁ α’ χορός
Δ ό ξα Πατρί… Ἦχος πλ.β΄.
Ἀ στὴρ νεοφανὴς τῇ Ἐκκλησίᾳ ἐφάνης, ἄρτι ἡμῖν φανερωθείς, ἀθλοφόρε Φανούριε· καὶ τῇ σῇ ἐκφάνσει, τῶν κεκρυμμένων ἐν σοὶ δωρεῶν τὸν πλοῦτον, ἐκφαίνεις ἀληθῶς, τοῖς τὴν παγγέραστον μνήμην γεραίρουσι, καὶ συμφώνως βοῶσί σοι· χαίροις στρατιῶτα Χριστοῦ πανθαύμαστε, ὁ τῆς εὐσεβείας τὸν ἀγῶνα, ἀθλητικῶς ἀγωνισάμενος· χαίροις ὁ τῷ φωτὶ Κυρίου ἐντρυφῶν, καὶ φερωνύμως φανερῶν, τῶν ἀφανῶν τὴν γνῶσιν· χαίροις Ῥοδίων ἀγλάισμα, Μαρτύρων λαμπρότης, καὶ παντὸς πιστοῦ πρεσβευτὴς πρὸς Κύριον. ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Τ ίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τ ὰ ς ψυχ ὰ ς ἡ μ ῶ ν.
Ε ἴ σοδος.
Σ οφ ί α Ὀ ρθο ί !
Ἦ χος β’
Φ ῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ἑ σπ έ ρας Προκε ί μενον
Τῇ Δευτέρᾳ ἑσπέρας Ἦχος δ’
ὁ α’ χορός
Κ ύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
ὁ β’ χορός
Κ ύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
ὁ α’ χορός
Στίχ . Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεός της δικαιοσύνης μου.
Κ ύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
καὶ τὰ Ἀναγνώσματα.
Προφητείαις Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 43, 9-14)
Τ άδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν, Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς; Τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ΄ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1-9)
Δ ικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 5, 15-23 & 6, 1-3)
Δ ίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Ὁ διάκονος:
Ε ἴπωμεν πάντες……
Ὁ Προεστὼς ἢ ὁ Ἀ ναγν ώ στης:
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀ μ ή ν.
Ὁ διάκονος:
Π ληρώσωμεν τὴν ἑσπερινὴν ….
Εἰς τὴν Λιτήν.. Ἦχος α΄.
Ἀ γαλλιᾶται ἐν Κυρίῳ, ἡ Ῥόδος τῇ σῇ χάριτι, καὶ πᾶσα πόλις καὶ χώρα, τῇ θερμῇ ἀντιλήψει σου, Μεγαλομάρτυς Φανούριε· μέγας γὰρ ἐν θαύμασι, καὶ μείζων ἐν προστασίαις, ἀληθῶς ἀναδείκνυσαι, ὡς ἀθλητὴς Χριστοῦ περιφανής· αἰχμαλώτους γὰρ λυτροῦσαι, τοὺς ἐν κινδύνοις τελοῦντας προφθάνεις, καὶ πᾶσι παρέχεις, τὰ πρὸς σωτηρίαν αἰτήματα. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν, μὴ παύση πρεσβεύων, δοῦναι ἱλασμὸν ἡμῖν, καὶ εἰρήνην καὶ μέγα ἔλεος.
Ἀ π ό στιχα
ὁ α’ χορός
Ἦχος πλ. α΄Χαίροις ἀσκητικῶν
Χ αίροις ὁ ἀθλητὴς τοῦ Χριστοῦ, ὁ καθελὼν τῶν δυσμενῶν τὴν παράταξιν, ἀθλήσεως τοῖς ἀγῶσιν, ἀνδρειοτάτῃ ψυχῇ, καὶ τῇ πανοπλίᾳ τῇ τῆς πίστεως· ὁ πόνων τοῦ σώματος, ἀφειδήσας ὡς ἄσαρκος, ἐν τῇ ἀγάπῃ, τοῦ λαμπρῶς δυναμοῦντός σε, ὃν ἐδόξασας, τοῖς οἰκείοις σου μέλεσιν· ἄνθος τὸ εὐωδέστατον, Φανούριε ἔνδοξε, τὸ διαπνέον τῷ κόσμῳ, τὴν εὐωδίαν τὴν κρείττονα. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Στίχ . Θ αυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Χ αίροις ὁ ἀθλητὴς τοῦ Χριστοῦ, τῶν ἀθλοφόρων τὸ σεπτὸν ἐγκαλλώπισμα· ὁ πάλαι στεῤῥῶς ἀθλήσας, καὶ παραδόξως γνωσθείς, εὐδοκίᾳ θείᾳ ἐν τοῖς πέρασιν, εὑρέσει Φανούριε, τῆς πανσέπτου εἰκόνος σου, ἔνθα τὰ εἴδη, τῶν ἁγίων ἀγώνων σου, δι’ ὧν ἔνδοξος, ἐν τοῖς Μάρτυσι γέγονας. Ὅθεν ὡς στρατιώτην σε, Χριστοῦ γενναιότατον καὶ τροπαιοῦχον ὁπλίτην, ὑμνολογοῦντες βοῶμέν σοι· ἀπαύστως δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χ αίροις ὁ ἀθλητὴς τοῦ Χριστοῦ, τῆς Ἐκκλησίας ἀῤῥαγέστατος πρόβολος, τῆς νήσου Ῥόδου ἡ δόξα, καὶ πολιοῦχος λαμπρός, καὶ μεσίτης μέγας πρὸς τὸν Κύριον· πασχόντων βοήθεια, αἰχμαλώτων ἀνάῤῥυσις, τῶν κεκρυμμένων, ἡ ταχεῖα φανέρωσις· ῥύστης ἕτοιμος, τῶν ἐν νόσοις καὶ θλίψεσι· κρήνη ἡ ἀναβλύζουσα, θαυμάτων τὰς χάριτας, εἰς εὐφροσύνην ἁπάντων, Μεγαλομάρτυς Φανούριε. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δ ό ξα Πατρί… Ἦχος πλ.δ΄.
Θ ωρακισάμενος τῆς πίστεως, τὴν μυστικὴν παντευχίαν, τὸν ἀλαζόνα τύραννον, κατηγωνίσω Φανούριε· τῶν γὰρ ποικίλων τιμωριῶν, περιεγένου ὡς ἀσώματος, πάντα φέρων, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ· καὶ ἐν ἀσθενείᾳ φύσεως, λαμπρὸν ἐγείρας τρόπαιον, τῶν βραβείων τῆς ἄνω κλήσεως, περιφανῶς ἠξίωσε. Καὶ νῦν Ἀγγέλοις συγχορεύων, ἱκέτευε μακάριε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ α’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκίον ἦχος ὁ αὐτός
Δ έσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
ὁ προεστὼς: Ν ῦν ἀπολύεις…Τρισάγιον…
ὁ α’ χορὸς
Ἀ πολυτ ί κιον Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡ ς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάντας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανούριε ἔνδοξε· ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, νέμεις τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Δόξα Πατρί… Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τ ῶν Ῥοδίων τὸ κλέος καὶ Μαρτύρων τὸ καύχημα, τῶν θαυμάτων θείαις ἀκτῖσι, τοὺς πιστοὺς καταυγάζοντα, Φανούριον τιμήσωμεν πιστοί, ὡς μέγαν τοῦ Σωτῆρος ἀθλητήν· πᾶσαν χάριν γὰρ παρέχει τοῖς πρὸς αὐτόν, ἀπὸ ψυχῆς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον ὁ αὐτός
Τ οῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε,σὺν τῇ φωνῇ ἐσαρκοῦτο,ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ,ὡς ἔφη ὁ δίκαιος Δαυΐδ,Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,βαστάσασα τὸν Κτίστην σου,δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀ πόλυσις
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.