ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ(2019)

24 ΑΥΓΟΥΣΤΟΥ 2019

+ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

Αποτέλεσμα εικόνας για ΑΓΙΟΣ ΚΟΣΜΑΣ Ο ΑΙΤΩΛΟΣ

ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  

κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

χος γ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.  

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον Ἦχος γ’

Θείας πίστεως, διδασκαλίᾳ, κατεκόσμησας τήν Ἐκκλησίαν, ζηλωτής τῶν Ἀποστόλων γενόμενος. καί κατασπείρας τά θεῖα διδάγματα, μαρτυρικῶς τόν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

ὁ β’ χορὸς

Δόξα Πατρί… Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Αἰτωλίας τὸν γόνον, Ἀποστόλων τὸν σύμπονον, Φιλοθέου Μάνδρας τὸ κλέος, καὶ τοῦ Ἄθω τὸ σέμνωμα, Κοσμᾶν τὸν Ἰσαπόστολον πιστοί, ὡς κήρυκα τῆς πίστεως σοφόν, καὶ ὡς μέγαν εὐσεβείας ὑφηγητήν, τιμήσωμεν κραυγάζοντες. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον, ὁ αὐτός.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

ΚΑΘΙΣΜΑΤΑ   

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος α’ – Τὸν τάφον σου Σωτὴρ

ς ἔλαβες σοφέ, οὐρανόθεν τὴν χάριν, ἐξῆλθες ἐν σπουδῇ, ἐκ τοῦ Ἄθω κηρύττων, ὡς ἄλλος Ἀπόστολος, εὐσεβείας διδάγματα. Ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, τοὺς σοὺς ἀγῶνας τιμῶμεν, Κοσμᾶ Ἰσαπόστολε.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Κυήσασα σαρκί, τὸν Ὑπέρθεον Λόγον, ἀτρέπτως ὑπὲρ νοῦν, διὰ πλῆθος ἐλέους, ἠφάνισας Πανάχραντε, τὴν ἀρὰν τῆς Προμήτορος, καὶ ἐπήγασας, τὴν εὐλογίαν τῷ κόσμῳ· ὅθεν Δέσποινα, ὡς σωτηρίας σε πύλην, συμφώνως δοξάζομεν

Μετὰ τὴν βΣτιχολογίαν, ἕτερα

ὁ α’ χορός

Κάθισμα Ἦχος δ’ – Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Εὐαγγελίου τῆς εἰρήνης ἐκφάντωρ, καὶ εὐσεβείας ἀληθὴς φυτοκόμος, τοῖς τῆς δουλείας χρόνοις ὤφθης ἔνδοξε· πᾶσι γὰρ διέσπειρας, τὸν τῆς πίστεως λόγον, ἤθη δὲ ἐκάθηρας, καὶ ψυχῶν καταστάσεις, καὶ τοὺς ἀνθρώπους ἴθυνας Κοσμᾶ, πρὸς ἀληθείας, ὁδὸν τὴν σωτήριον.

.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

νερμηνεύτως Θεοτόκε τεκοῦσα, τὸν πᾶσι Κόρη τὴν ζωὴν χορηγοῦντα, καὶ μετὰ τόκον μείνασα πανάφθορος, πάσης φθορᾶς λύτρωσαι, τὴν ῥυπῶσαν ψυχήν μου, καὶ τὸν νοῦν μου τείχισον, οὐρανίαις ἐννοίαις, ἵνα σωφρόνως ζήσας ἐπὶ γῆς, τῆς αἰωνίου, ζωῆς ὀφθῶ μέτοχος

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορὸς

Κάθισμα Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Τὴν θείαν ἐπίπνοιαν, τοῦ Παρακλήτου σοφέ, ὑψόθεν δεξάμενος, τῇ καθαρᾷ σου ψυχῇ, ὡς ἄλλος Ἀπόστολος, πόλεις τε καὶ χωρία, τῆς Ἑλλάδος διῆλθες, ἅπασι καταγγέλλων, σωτηρίας τὸν λόγον, καὶ ἤθλησας νομίμως, Κοσμᾶ θεομακάριστε.

 ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

φράστως κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, διέσωσας Ἄχραντε, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τοὺς πίστει δοξάζοντας, χείλεσι καὶ καρδίᾳ, τὸν σὸν ἄῤῥητον τόκον, Δέσποινα Θεοτόκε, ἱλαστήριον κόσμου· διὸ κἀμοὶ παράσχου, τὴν θείαν σου ἀντίληψιν.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ὁ α’ χορός

Προκείμενον  Ἦχος δ’

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

ὁ β’ χορός

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

ὁ α’ χορός

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

     Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου

ὁ α΄ χορὸς

 Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

                                                                                               Κατά Ματθαῖον (Μτ. ι΄ 16 – 22)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. ὅταν δὲ παραδῶσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. .

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ ψαλμὸς (χύμα) 

ὁ α΄ χορὸς

Δξα Πατρί… Ἦχος β’

Ταῖς τοῦ Ἀποστόλου  πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος πλ. β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Διδασκαλίας τῷ φωτί, ὡς ἥλιος ἀνατείλας, ἐν χρόνοις δουλείας ζοφερᾶς, εὐσεβείας αἴγλην παρέσχες, ταῖς καρδίαις τῶν πιστῶν, ἀμαυρωθείσαις ἀπάτῃ τῆς πλάνης· στόμα γὰρ θεῖον ὤφθης, καὶ ἔργον Εὐαγγελιστοῦ ἀνεδέξω, ἐν περιουσίᾳ σοφίας κρείττονος, καὶ γνώσει θειοτέρᾳ. Ἀλλ᾿ ὦ Ἰσαπόστολε Κοσμᾶ, τῷ Ζωοδότῃ Λόγῳ πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου

Ποίημα Θεοφάνους

ᾨδὴ α’ Ἦχος δ’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορὸς

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ὢν φύσει ἄκτιστος, καὶ τῷ Πατρὶ συναΐδιος, καὶ χρόνων ὑπέρτερος, καὶ προαιώνιος, ἐκ σοῦ Δέσποινα, κτιστὸς καὶ ὑπὸ χρόνον, ὡς ἄνθρωπος γίνεται, σῴζων τόν ἄνθρωπον.

  αχορὸς

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον· σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.

  βχορὸς

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μαρίαν τὴν Ἄχραντον, δεῦτε ὑμνήσωμεν ἅπαντες, ὡς μόνην κυήσασαν, Χριστὸν τὸν Κύριον, τὸν καινίσαντα, τὴν ἀνθρωπίνην φύσιν, Παρθένον τε μείνασαν ἀδιαλώβητον.

Κανὼν τοῦ Ἁγίου, οὗ Ἀκροστιχίς·
Κοσμᾶσοὶ ἔνθεον ᾄδω μέλοςΓερασίμου.

ᾨδὴ α´. Ἦχος καὶ Εἱρμὸς αὐτὸς

βχορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Καταύγασον Κύριε, τὴν σκοτισθεῖσαν καρδίαν μου, φωτὶ τῆς σῆς χάριτος, ὅπως ὑμνήσω Χριστέ, θείοις ᾄσμασι, Κοσμᾶν τὸν θεηγόρον, τὸν πᾶσι κηρύξαντα, λόγον τὸν ἔνθεον.

βχορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

κῆρυξ ὁ ἔνθεος, Εὐαγγελίου τῆς χάριτος, ἡ σάλπιγξ ἡ εὔσημος, τῶν ἱερῶν διδαχῶν, ἀνυμνείσθω μοι, Κοσμᾶς ὁ θεηγόρος, τὸ στόμα τὸ πάνσοφον, βίου σεμνότητος.

αχορὸς

Δόξα Πατρί

Σοφίᾳ τοῦ Πνεύματος, καταυγασθεὶς τὴν διάνοιαν, φωστὴρ ὥσπερ μέγιστος, ἐξ Ἄθω ἔλαμψας, καὶ ἐπύρσευσας, τῶν διδαχῶν ἀκτῖσι, Κοσμᾶ Ἰσαπόστολε, Ἑλλάδα ἅπασαν.

βχορὸς

Καὶ νῦν Θεοτοκον

Μὴ φλέξας τὴν μήτραν σου, πυρὶ Ἁγνὴ τῆς Θεότητος, ὁ Λόγος ὁ ἄναρχος, ἐν σοὶ ἐσκήνωσε, καὶ σεσάρκωται, ἐκ σοῦ ἀνερμηνεύτως· διὸ Θεοτόκον σε πάντες κηρύττομεν.

Κανὼν τῆς Θεοτόκου
ᾠδὴ γ Εἱρμὸς

αχορὸς

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γάρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.

βχορὸς

Οὐκ ἐν σοφίᾳ,…….

αχορὸς

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

διαπλάσας, κατ’ ἀρχὰς ἐκ χοός με τὸν ἄνθρωπον, πλαστουργεῖται δι’ ἐμέ, ἐν τῇ γαστρί σου Πανάμωμε, τὴν πάλαι κατάπτωσιν, ἐπανορθούμενος.

βχορὸς

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κράτος θανάτου, καὶ κατάρας ἀρχαίας ἀπόφασιν, συλλαβοῦσα τὴν ζωήν, Θεογεννῆτορ κατήργησας· διό σου τὴν ἄχραντον, σέβομεν γέννησιν.

αχορὸς

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα, πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.

βχορὸς

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ τὴν τεκοῦσαν, τὸν Θεὸν Θεοτόκον δοξάζομεν, τῷ γεννήματι τῷ σῷ, προσηγορίαν ἁρμόζοντες, καὶ κλῆσιν κατάλληλον, Πάναγνε Δέσποινα.

Κανὼν τοῦ Ἁγίου
ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.

βχορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

γάπῃ τρωθεὶς Πάτερ τῇ θείᾳ, ἠγάπησας ὥσπερ σεαυτόν, καὶ τὸν πλησίον Ἅγιε, ὑπὲρ οὗ πλείστους ἤνεγκας, κινδύνους ὡς ὁμότροπος, τῶν Ἀποστόλων ἐν ἅπασι.

βχορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Συνέσει τῇ θείᾳ διαλάμπων, κηρύττεις τὸν λόγον πανταχοῦ, τῆς εὐσεβείας Ὅσιε, ὡς θεῖος Ἰσαπόστολος, καὶ τῶν πιστῶν ἐστήριξας, τῷ θείῳ φόβῳ τὸ φρόνημα.

αχορὸς

Δόξα Πατρί

νοῦς σου δεξάμενος ἐν Ἄθῳ, τὰς θείας ἐλλάμψεις μυστικῶς, Κοσμᾶ θεομακάριστε, διδάγματα σωτήρια, οἷα κρουνὸς ἀνέβλυσεν, εἰς εὐσεβῶν περιποίησιν.

βχορὸς

Καὶ νῦν Θεοτοκον

σχύν μοι παράσχου Θεοτόκε, πατεῖν τοῦ ἐχθροῦ τὰς μηχανάς, τοῦ καθ᾿ ἑκάστην Πάναγνε, ὑπούλως ἐφορμῶντός μοι, καὶ τὴν ψυχήν μου στήριξον, τοῖς τοῦ Υἱοῦ σου προστάγμασι.

Συναπτ μικρ μεθν κφνησις

τι σ ε Θες μν…      

ὁ β’ χορὸς

Κθισμα  χος  δ’ Ταχὺ προκατάλαβε.

Σοφίᾳ τῶν λόγων σου, καὶ τῶν θαυμάτων φωτί, πολλοὺς κατεφώτισας, τοὺς ἐν νυκτὶ τῶν παθῶν, καὶ πλάνης ὑπάρχοντας· ἴχνεσι γὰρ τῶν θείων, Ἀποστόλων βαδίσας, τούτων τὸ ἔργον Πάτερ, ἀκριβῶς ἐμιμήσω· διό σε ἡ θεία χάρις, Κοσμᾶ ἐθαυμάστωσε.

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Μυρίοις βαλλόμενοι, τῇ ἐπηρείᾳ ἐχθροῦ, κινδύνοις καὶ θλίψεσι, καὶ λογισμοῖς χαλεποῖς, Παρθένε πανύμνητε, σπεύδομεν τῇ σῇ σκέπῃ, σωτηρίαν αἰτοῦντες· λύτρωσαι Θεοτόκε, τῆς αὐτῶν ἡμᾶς ζάλης, καὶ δίδου τῇ ζωῇ ἡμῶν, εἰρήνην καὶ μετάνοιαν.

Ὁ Κανὼν τῆς Θεοτόκου

ᾠδὴ δ’ Ὁ Εἱρμὸς

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ραιώθης ὑπὲρ πᾶσαν, των Ἀγγέλων εὐπρέπειαν, ὡς τεκοῦσα τούτων, Κόρη ποιητήν τε καὶ Κύριον, ἐκ σῶν ἀχράντων αἱμάτων σωματούμενον, τὸν ῥυόμενον, πάντας αὐτόν τοὺς δοξάζοντας.

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ύπον πάντα τῆς προτέρας, ἀποθέμενοι βρώσεως, τῆς ζωῆς τὸν ἄρτον, τὸν ἐξ οὐρανοῦ σιτιζόμεθα, τὸν ἐκ τῆς γῆς τῆς Παρθένου ἀνατείλαντα, ἣν ὡς πρόξενον, τῶν ἀγαθῶν ἀνυμνήσωμεν.

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ἁγία Θεοτόκος, ἡ σκηνὴ ἡ ἀμόλυντος, τοῦ φωτὸς ἡ πύλη, τράπεζα καὶ στάμνος ἡ πάγχρυσος, τὸ ἀλατόμητον ὄρος καὶ κατάσκιον, ἡ χωρήσασα, τὸν πλαστουργὸν μακαρίζεται.

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαρισμάτων σου τὰ ῥεῖθρα, καὶ πηγαὶ τῶν ἰάσεων, καὶ τοῦ θείου πλούτου, αἱ διανομαὶ διαδίδονται, ζωαρχικῆς ἐκ παλάμης Θεονύμφευτε, τοῦ τεχθέντος, ἐκ τῆς σῆς γαστρὸς Παντοκράτορος.

Ὁ Κανὼν τοῦ Ἁγίου 

Ὁ αὐτὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ν καιρῷ τῷ τῆς δουλείας, καὶ πικρᾶς χαλεπότητος, ἀπεστάλης Πάτερ, παρὰ τοῦ Θεοῦ Παντοκράτορος, τῶν κλονουμένων στηρίξαι τὴν διάνοιαν, καὶ ἐκλείποντας, λόγῳ σοφῷ ἀνασώσασθαι.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νόμον θεῖον καταγγέλλων, ὡς Ἀπόστολος ἔνθεος, πόλεις καὶ χωρία, Πάτερ καὶ τὰς νήσους διέδραμες, καὶ τοὺς ἐν σκότει παθῶν κειμένους ἤγειρας, Κοσμᾶ ἔνδοξε, πρὸς τὴν αὐγὴν τὴν σωτήριον.

Δόξα Πατρί…

Θεοῤῥήμονί σου γλώττῃ, τὸ τῆς πίστεως κήρυγμα, ἐν τῷ Βυζαντίῳ, Πάτερ θεοσόφως ἐκήρυξας, Θεσσαλονίκην καὶ Βέρροιαν δὲ ηὔγασας, Κοσμᾶ Ἅγιε, τῶν διδαχῶν σου ταῖς χάρισι.

Καὶ νῦν… Θεοτοκον

Ἐκ γαστρός σου σαρκοφόρος, ὑπὲρ λόγον καὶ ἔννοιαν, Δέσποινα προῆλθεν, ὁ διδοὺς τοῖς πᾶσι τὴν ὕπαρξιν, ἀναλλοιώτως ἀτρέπτως καὶ διέσωσε, τοὺς δοξάζοντας, τὰ μεγαλεῖά σου Ἄχραντε.

Ὁ Κανὼν τῆς Θεοτόκου
ᾠδὴ ε’ Ὁ Εἱρμὸς

Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ, ἀλλ’ ἡμεῖς σε μονογενές, πατρικῆς ἀπαύγασμα, δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε.

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀνατείλας Ἥλιος ἐκ σοῦ ὁ νοητός, τηλαυγεῖς τὰς μαρμαρυγάς, τῆς αὐτοῦ Θεότητος, πᾶσιν ἐφήπλωσε, Θεοτόκε Δέσποινα· διὸ πάντες σε δοξάζομεν.

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀληθῆ Θεὸν ἡμῖν τεκοῦσαν σαρκικῶς, Πατρὸς τὸν μονογενῆ, Θεοτόκον πάναγνον, σὲ ὀνομάζομεν, τὴν φωνὴν κατάλληλον, προσαρμόζοντες τῷ τόκῳ σου.

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Συμφυὴς καὶ σύμμορφος ὑπάρχων τῷ Πατρί, ὁ Υἱὸς ὁ μονογενής, τοῖς ἀνθρώποις γέγονεν, θέλων ὁμόφυλος, σαρκωθεὶς ὁ Ὕψιστος, ἐκ γαστρός σου Μητροπάρθενε.

Ὁ Κανὼν τοῦ Ἁγίου

ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

μέγας διδάσκαλος, καὶ ὑποφήτης ἔνθεος, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ζήλῳ τοῦ Παύλου καταφλεχθεὶς τὴν ψυχήν, πᾶσαν τὴν Ἑλλάδα διελθών, μέχρις Ἰλλυρίας δέ, Κοσμᾶ χαίρων ἐκήρυξας.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νοσούσας ἰάτρευσας, ψυχὰς λόγῳ τῆς χάριτος, καὶ τὰς τῶν σωμάτων ἀσθενείας, ἰᾶσαι Πάτερ τῇ ἐπικλήσει Χριστοῦ, Ἀποστολικὴν χάριν λαβών, Κοσμᾶ Ἰσαπόστολε, ἐν ὑστέροις τοῖς ἔτεσι.

Δόξα Πατρί…

κτῖσι τῶν λόγων σου, Κοσμᾶ θεόφρον Ὅσιε, ἅπασαν τὴν Ἤπειρον λαμπρύνεις, Κεφαλληνίαν δὲ καὶ τὴν Ζάκυνθον, καὶ τὴν Ναυπακτίαν δαψιλῶς, ἄρδεις θείοις νάμασι, τῶν σοφῶν διδαγμάτων σου.

Καὶ νῦν… Θεοτοκον

Δυνάμωσον Δέσποινα, τὴν ἀσθενοῦσαν πάθεσι, καὶ ταῖς προσβολαῖς τοῦ ἀλλοτρίου, ψυχήν μου Κόρη τῇ συμπαθεῖ σου ῥοπῇ, καὶ κατεύθυνόν με πρὸς ὁδόν, μετανοίας δέομαι, ὁ προστρέχων τῇ σκέπῃ σου.

Ὁ Κανὼν τῆς Θεοτόκου

ᾠδὴ ς’ Ὁ Εἱρμὸς

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων.

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

γνείας σε, καθαρὸν εὑρηκὼς ἐνδιαίτημα, ἐν γαστρί σου, καθαρῶς ὁ Δεσπότης ἐσκήνωσεν, ἐκκαθάραι θέλων, τῶν ἀνθρώπων Παρθένε τὸ φύραμα.

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐκαινούργησας· διὰ τοῦτο μόνην, ἀσιγήτοις φωναῖς σε γεραίρομεν.

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Συνέλαβες, ἐν γαστρὶ Θεομῆτορ τὸν ἄναρχον, Θεὸν Λόγον, δι’ ἡμᾶς τοὺς ἀνθρώπους γενόμενον, καθ’ ἡμᾶς ἀτρέπτως, ἐν δυσὶ γνωριζόμενον φύσεσιν.

Ὁ Κανὼν τοῦ Ἁγίου 

ᾨδὴ Ϛ´. Τὴν θείαν ταύτην.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ς Ἀποστόλων ὁμόζηλος, τοὺς δρόμους τοὺς αὐτῶν Πάτερ ἤνυσας, στεῤῥῷ φρονήματι, καὶ φυτοκόμος θεόσοφος, τῆς εὐσεβείας ὤφθης, Κοσμᾶ μακάριε.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μέγαν διδάσκαλον Ἅγιε, γνωρίζει σε ἡ Ἤπειρος ἅπασα· ταύτην γὰρ ἔσωσας, λόγοις σοφοῖς καὶ διδάγμασι, βυθοῦ τῆς ἀσεβείας, Κοσμᾶ μακάριε.

Δόξα Πατρί…

ξ Αἰτωλίας ἀνέτειλας, καὶ πάσῃ τῇ Ἑλλάδι ἐξέλαμψας, ζήλῳ τῆς πίστεως· διὸ λαμπρῶς μεγαλύνει σε, ἡ Ἐκκλησία Πάτερ, ὡς Ἰσαπόστολον.

Καὶ νῦν… Θεοτοκον

Λυχνία ὤφθης ἑπτάφωτος, τεκοῦσα τοῦ Πατρὸς τὸ ἀπαύγασμα, σαρκὸς παχύτητι, Θεοχαρίτωτε Δέσποινα, εἰς σωτηρίαν κόσμου, δι᾿ ἀγαθότητα.

Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…    

Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.

ς φωστὴρ νεόφωτος τὴν Ἐκκλησίαν, καταυγάζεις ἅπασαν, Εὐαγγελίου διδαχαῖς, Κοσμᾶ Χριστοῦ Ἰσαπόστολε· διὸ ἀξίως, γεραίρει τὴν μνήμην σου.

Ὁ Οἶκος.

Τῶν Ἀποστόλων μιμητής, καὶ Ἐκκλησίας στῦλος, τῶν ἱερέων καλλονή, καὶ τῶν Ὁσίων τύπος, καὶ τῶν Μαρτύρων σύναθλος, ὡς κοινωνήσας τῶν ἀγώνων αὐτοῖς, Ἱερομάρτυς ἀναδέδειξαι· ἐξ Αἰτωλίας γὰρ ἀνατείλας, καὶ ἐν Ἄθῳ ἁγιασθείς, ἐν δὲ τῇ ἱερᾷ Φιλοθέου Μονῇ, τὴν θείαν ἀποστολὴν μυστικῶς παρὰ Θεοῦ δεξάμενος, ἐν πληροφορίᾳ θείᾳ, καὶ ἐνεργείᾳ θείου φωτός, ὡς Ἡσαΐας ὁ θεοειδέστατος, ἐξῆλθες κηρύσσων καὶ διδάσκων τοὺς λαούς, καὶ πολλοὺς ἐπιστρέφων πρὸς Κύριον, ἐξ ὁδοῦ ἀπωλείας· καὶ ἐκ Βυζαντίου τὴν σωτήριον ἀρξάμενος πορείαν, καὶ πλείστας πόλεις καὶ χώρας καὶ νήσους περιελθών, κατὰ Παῦλον τὸν μέγαν, εὐαγγελιζόμενος τὴν εἰρήνην καὶ τὰ ἀγαθὰ τῆς βασιλείας τῶν οὐρανῶν, πᾶσαν δὲ τὴν Ἤπειρον παριλαβὼν τῷ φθόγγῳ, μαρτυρικῶς Θεῷ ἐξεδήμησας, καὶ πλουσίαις δωρεαῖς κεκόσμησαι, Κοσμᾶ Ἰσαπόστολε· διὸ ἡ Ἐκκλησία Χριστοῦ ἀξίως, γεραίρει τὴν μνήμην σου.

Συναξάριον.

ΤΚΔ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου ἐνδόξου Ἱερομάρτυρος Κοσμᾶ τοῦ Ἰσαποστόλου, ἀθλήσαντος δι᾿ ἀγχόνης κατὰ τὸ ἔτος 1779.

Στίχοι

  • Κόσμος τῶν πιστῶν Κοσμᾶς ὁ θεῖος ὤφθη,

  • Ἀποστόλων ἴχνεσι στεῤῥῶς βαδίσας.

  • Εἰκάδι τετάρτῃ Κοσμᾶν θεήπνουν δυσσεβεῖς ἀπῆγξαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, καὶ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.

Στίχοι

  • Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ,

  • Θείας τετευχὼς Εὐτυχῆ κληρουχίας.

  • Εἰκάδι Εὐτυχὲ ἀμφεκάλυψε λίθος γε τετάρτῃ

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Τατίωνος.

Στίχοι

  • Ἕλξει μετρήσας πολλὰ πολλὰ γῆς πλέθρα,

  • Ἐδὲμ λάβοις ἄμετρα πλέθρα, Τατίων.

 Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Γεωργίου τοῦ Λιμνιώτου.

Στίχοι

  • Κοινῷ τελευτῶν Γεώργιος τῷ τέλει,

  • Σημεῖον ἄθλου ῥῖνα τμηθεῖσαν φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ποιούμεθα τῆς ἀνακομιδῆς τοῦ σεπτοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου, Ἀρχιεπισκὸπου Αἰγίνης, καὶ τῆς τούτου ἐκ Στροφάδων εἰς Ζάκυνθον ἐπανόδου.

Στίχοι

  • Γόνοιο βίου νῦν τυχοῦσα ἀφθάρτου,

  • Ζάκυνθε τέρπου, γηθοσύνως οὖν κάρτα.

  • Εἰκάδι ἧκε δέμας ἀκεσίμβροτον ἔν γε τετάρτῃ.

  • Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. μν. 

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α’  χος πλ. δ’

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

ὁ β’ χορὸς

 ᾠδ γ’ 

άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται, τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,…

ὁ α’ χορός

εἰς κράτος καὶ στερέωμα.

ὁ β’ χορὸς

ᾠδ δ’

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. 

ὁ α’ χορός

ᾠδ ε’

τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορὸς

ᾠδ Ϛ

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

ὁ α’ χορός

ᾠδ ζ’

κνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 

ὁ β’ χορὸς

ᾠδ η’

Στχ. Αἰνοῦμεν, εὐλογοῦμεν καί  προσκυνοῦμεν τὸν Κύριον.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεμα πανγιον ες τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’.

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σ μεγαλνομεν. 

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ  

ὁ α’ χορός

Γυναῖκες ἀκουτίσθητε.

Τὸν μέγαν Ἰσαπόστολον, Κοσμᾶν τὸν ἱερώτατον, τῆς Ἐκκλησίας τὴν βάσιν, καὶ ἀληθείας τὸ στόμα, τὸν κήρυκα τῆς πίστεως, Μαρτύρων τὸν ὁμότροπον, πιστῶς ἀνευφημήσωμεν, ἵνα ταῖς τούτου πρεσβείαις, ῥυώμεθα πάσης βλάβης.

ὁ β’ χορὸς

Θεοτοκίον

Θεὸν τὸν ὑπερούσιον, ὑπερφυῶς κυήσασα, ἐν ἀνθρωπίνῃ οὐσίᾳ, Θεχαρίτωτε Κόρη, δι᾿ ἄκραν ἀγαθότητα, τὸν κόσμον ἀναπλάττοντα, ἀνάπλασιν σωτήριον, παράσχου νῦν τῇ ψυχῇ μου, ἐκ παραπτώσεων πλείστων.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος α

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

Τῶν οὐρανίων ταγμάτων.

Τῶν Ἀποστόλων τὸν ζῆλον ἐκμιμησάμενος, τρανῶς ἀνακηρύττεις, εὐσεβείας τὸν λόγον, Κοσμᾶ πνευματοφόρε καὶ ὁδηγεῖς, πρὸς τὸ φῶς τὸ ἀνέσπερον, τῶν ἐντολῶν τοῦ Σωτῆρος πλείστους λαούς, ὡς διδάσκαλος τῆς πίστεως.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ

ξ Ἄθω Πάτερ ἐκλάμψας ὡς μέγας ἥλιος, ταῖς σαῖς διδασκαλίαις, καὶ θαυμάτων ἀκτῖσι, λαοὺς τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖς, καὶ στηρίζεις μὴ σφάλλεσθαι, καὶ ἀποκλίνειν τῆς πίστεως τοῦ Χριστοῦ, τῆς δουλείας ἐν ταῖς θλίψεσι.

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.       

Χαίρει ἐν σοὶ Αἰτωλία ἡ σὲ βλαστήσασα, καὶ Ἄθως χαρμοσύνως, τὴν σὴν χάριν κηρύττει, καὶ πᾶσα Ἐκκλησία ἡ τοῦ Χριστοῦ, μακαρίζει σε Ἅγιε, στηριζομένη ταῖς θείαις σου διδαχαῖς, Κοσμᾶ θεῖε Ἰσαπόστολε.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τοῦ Παρακλήτου τὴν χάριν φέρων τῷ λόγῳ σου, πόλεις πολλὰς διῆλθες, Ἰσαπόστολε θεῖε, καὶ φθάσας Ἰλλυρίαν Πάτερ Κοσμᾶ, ἐν αὐτῇ χαίρων ἤνυσας, τοῦ μαρτυρίου τὸν δρόμον· ὅθεν Χριστός, θαυμαστῶς σε ἐμεγάλυνε.

ὁ α’ χορὸς 

Δξα Πατρὶ… Ἦχος πλ. α´.

Εὐαγγελικῶς πολιτευσάμενος, τοῦ Εὐαγγελίου τῆς χάριτος, μυσταγωγὸς καὶ κῆρυξ, ἀναδέδειξαι Πάτερ· τῷ γὰρ θείῳ θελήματι, διακονῶν ὁλοτρόπως, διδαχαῖς ἱεραῖς παιδεύεις, τῶν εὐσεβῶν τὰς ψυχάς, τὰ ἄνω ζητεῖν καὶ ποθεῖν, ἀναστροφαῖς ἁγίαις· καὶ τύπον σεαυτὸν παραστήσας, ἐν λόγῳ καὶ ἔργῳ, τῆς Ἐκκλησίας στῦλος ὤφθης, ἐν ὑστέροις καιροῖς, Ἀποστολικοῖς προτερήμασι κοσμούμενος· διὸ Χριστός τε ἐδόξασεν, ὡς θεῖον Ἰσαπόστολον, καὶ ἀθλητὴν περιφανῆ, Κοσμᾶ μακάριε· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

ὁ β’ χορὸς

Καὶ νῦν… ἦχος ὁ αὐτός. Θεοτοκίον

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν..

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. α΄’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ Ἀπολυτίκιον  Ἦχος γ’

Θείας πίστεως, διδασκαλίᾳ, κατεκόσμησας τήν Ἐκκλησίαν, ζηλωτής τῶν Ἀποστόλων γενόμενος. καί κατασπείρας τά θεῖα διδάγματα, μαρτυρικῶς τόν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

Ἦχος β´

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.  γ´.  Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρίΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’

Στίχ. . Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Ἀπολυτίκιον Ἦχος γ

Θείας πίστεως, διδασκαλίᾳ, κατεκόσμησας τήν Ἐκκλησίαν, ζηλωτής τῶν Ἀποστόλων γενόμενος. καί κατασπείρας τά θεῖα διδάγματα, μαρτυρικῶς τόν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ

Θείας πίστεως, διδασκαλίᾳ…….

Εἰσοδικὸν

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ψάλλοντάς σοι, λληλούϊα.

 (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος γ’

Θείας πίστεως, διδασκαλίᾳ, κατεκόσμησας τήν Ἐκκλησίαν, ζηλωτής τῶν Ἀποστόλων γενόμενος. καί κατασπείρας τά θεῖα διδάγματα, μαρτυρικῶς τόν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Αἰτωλίας τὸν γόνον, Ἀποστόλων τὸν σύμπονον, Φιλοθέου Μάνδρας τὸ κλέος, καὶ τοῦ Ἄθω τὸ σέμνωμα, Κοσμᾶν τὸν Ἰσαπόστολον πιστοί, ὡς κήρυκα τῆς πίστεως σοφόν, καὶ ὡς μέγαν εὐσεβείας ὑφηγητήν, τιμήσωμεν κραυγάζοντες. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἀπολυτίκιον Ἦχος δ’.

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Εὐτυχές· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Τοῦ παντίμου Λειψάνου σου τὴν μετάθεσιν, ἀπὸ Στροφάδων εἰς Ζάκυνθον ἐορτάζοντας, Διονύσιε σοφὲ ἀνευφημοῦμεν σέ, σὺ γὰρ παρέχεις δι’ αὐτοῦ, χάριν ἄφθονον ἀεί, τοὶς πίστει προσερχομένοις, τὴ θεϊκὴ χορηγία, ὡς τοῦ Χριστοῦ θεράπων γνήσιος.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον  χος δ’ – Ατμελον

ωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου, αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι. Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, κα τροφν τς ζως μν.

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον. Ἦχος πλ. δ΄

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.

ΣτίχΟἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (κεφ. δ´ 7-13)

δελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει· «Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις». Τὸ δὲ «ἀνέβη» τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

λληλούϊα. (γ΄) Ἦχος α΄

ξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου.

Στίχ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ Ἁγίων.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα σοι Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Ες τ, ξαιρτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα

ἦχος β

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις  

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

24 ΑΥΓ19 ΕΟΡΤΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s