ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ Ζ΄ΜΑΤΘΑΙΟΥ (2019)

4 ΑΥΓΟΥΣΤΟΥ  2019

+ΚΥΡΙΑΚΗ  Ζ’ ΜΑΤΘΑΙΟΥ

+Μνμη τν γων πτ Παδων τν ν φσ.

Ηχος πλ. β´ – Εωθινν Ζ´.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

χος πλ.β’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος πλ. β.

γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

ὁ β’ χορός

Δόξα Πατρί…

γγελικαὶ δυνάμεις……

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…   

ΚΑΘΙΣΜΑΤΑ 

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος πλ. β.

Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾅδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί…

Κύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον            ζωήν; Ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν· ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· Ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον.

Προϊστορεῖ ὁ Γεδεὼν τὴν σύλληψιν, καὶ ἑρμηνεύει ὁ Δαυῒδ τὸν τόκον σου Θεοτόκε· κατέβη γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, ὁ Λόγος ἐν τῇ γαστρί σου, καὶ ἐβλάστησας ἄνευ σπορᾶς Γῆ ἁγία, τοῦ κόσμου τὴν σωτηρίαν, Χριστὸν τὸν Θεὸν ἡμῶν ἡ Κεχαριτωμένη.

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ β’ χορός

ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν· καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.

ὁ α’ χορός

Δόξα Πατρί…

Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε, κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾍδου τὰς πύλας, ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης, τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον.

Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὰ Εὐλογητάρια.

ὁ α’ χορός

χος πλ. α

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ Θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δξα Πατρὶ… Τριαδικν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Κα νν… Θεοτοκον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δξα σοι Θες.

Συναπτ μικρκα  κφνησις

 τι ηλγητα σου…

Ἡ Ὑπακοὴ.  Ἦχος πλ. β´

Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον· καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

ΑΝΑΒΑΘΜΟΙ

Ἦχος πλ. β´

Ἀντίφωνον Α

ὁ α’ χορός

ν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρός σε Λόγε· οἴκτειρόν με, ἵνα ζῶ σοι.

ὁ β’ χορός

λέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.

ὁ α’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

γίῳ Πνεύματι, πανσωστικὴ αἰτία· εἴ τινι τοῦτο κατ᾽ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.

Ἀντίφωνον Β

ὁ β’ χορός

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα, οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.

ὁ α’ χορός

Τοῖς ὀδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε· οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων;.

ὁ β’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

γίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.

Ἀντίφωνον Γ

ὁ α’ χορός

Οἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.

ὁ β’ χορός

ν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.

ὁ α’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

γίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων· ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι,…

ὁ β’ χορός

σὺν πάσῃ πνοῇ τῶν κάτω.

Προκείμενον

ὁ α’ χορός

Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.

ὁ β’ χορός

Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.

ὁ α’ χορός

Στίχ. ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.

Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, …

ὁ β’ χορός

καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ΕΩΘΙΝΟΝ Ζ’  (Ἰωάν. 20,1-10)

Τῇ μιᾷ τῶν Σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ σκοτίας  ἔτι οὔσης, εἰς τὸ μνημεῖον΄ καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητὴν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς΄ Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ΄ καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια΄ οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα΄ καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρς αυτος ο μαθητα.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ὁ Ἀναστάσιμος εἰς δ´

ὁ α’ χορός

ᾠδὴ α.

Ἦχος πλ. β.Ὁ Εἱρμός.

ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.

ὁ β’ Χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

κτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδοκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν σοι πάντες ᾄσωμεν.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι᾽ αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν Ἀνάστασιν.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

Τοῖς ἑπτὰ Παισὶν αἶνον ᾄδω προσφόρως.

Ἐν δὲ τοῖς Θεοτοκίοις «Κλήμεντος», ἐλλείποντος τοῦ Λ’ διὰ τὸ ὀκτάριθμον τῶν ᾨδῶν.

ᾨδὴ α’ Ἦχος β’ Δεῦτε λαοί, ᾄσωμεν

ὁ α’ χορός  

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Τοὺς ἀριθμῷ, λάμποντας τιμίους λίθους ἑπτά, δεῦτε πιστῶς τιμήσωμεν, ὅτι πυρσεύουσι τὴν Χριστοῦ Ἐκκλησίαν, τῆς ἑπταφώτου κρεῖττον λυχνίας τῆς νομικῆς.

ὁ β’ χορός  

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Τοὺς ἀριθμῷ,….

ὁ α’ χορός  

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Οἱ τῆς σαρκός, πρότερον νεκρώσει ζῶντες Χριστῷ, Παῖδες ἑπτὰ ἀνέθορον, ὡς ὕπνον θάνατον, παραδόξως λαβόντες, κρατύνοντες τὸ δόγμα τῆς Ἀναστάσεως.

ὁ β’ χορός  

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Ἱεριχώ, πέπτωκε βοῇ σαλπίγγων ἑπτά, ἡ δὲ τῆς πλάνης ἔπαρσις, τῇ ἑπταφώτῳ νῦν, πίστει τῶν Ἀθλοφόρων, κατῆλθεν ἕως ᾍδου καὶ διαλέλυται.

ὁ α’ χορός

Δξα Πατρί…

Στέφος διπλοῦν, Ἅγιοι Παῖδες ἑπτὰ ἀληθῶς, ἐδέξασθε πορθήσαντες, πλάνην καὶ ἄρνησιν, τῆς ἐγέρσεως πάντων, τὴν μὲν πρὸ τοῦ θανάτου, τὴν δὲ ἐγέρσει ὑμῶν.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

Καινοπρεπῆ, τόκον καινίζεις Ἀνύμφευτε· ὁ γὰρ Πατρὶ συνάναρχος ἐν θείῳ Πνεύματι, συναΐδιος Λόγος, ἐκ σοῦ ἐσωματώθη, χωρὶς τροπῆς καὶ φυρμοῦ.

ὁ α’ χορός

ᾨδὴ γ.

Ἦχος πλ. β.Ὁ Εἱρμός.

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ· ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι᾽ ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τοῦ θείου τόκου σου ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.

ᾨδὴ γ’, τῶν Ἁγίων

Ἦχος β’ Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε

ὁ α’ χορός  

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Ἀστέρες ἀπλανεῖς ἑπτὰ ὤφθητε, τῇ πίστει ἀστράπτοντες, Ἀθλοφόροι, καὶ τοὺς πλάνης νηχομένους βυθῷ, πρὸς λιμένα σωτήριον ἰθύνατε.

ὁ β’ χορός  

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Πρὸ βήματος στερρῶς ἑστῶτες Ἅγιοι, τυράννου ὡς πάλαι οἱ Μακκαβαῖοι, τῆς στρατείας διημείψατε, τὴν ἐπίκηρον δόξαν στρατευθέντες Χριστῷ.

ὁ α’ χορός

Δξα Πατρί…

Ἀξίως τῷ Χριστῷ δεκτὴ ἐδείχθητε, θυσία προσευχῆς Ἅγιοι Παῖδες, καὶ ὀσμὴ πανευωδέστατος, τὸ δυσῶδες ἐλέγχοντες τῆς πλάνης στερρῶς.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

Ἡ βάτος ἐν Σινᾷ προδιετύπωσε, Παρθένε τὸ παράδοξον τοῦ σοῦ τόκου· τὸ γὰρ πῦρ τὸ τῆς Θεότητος, οὐκ ἐφλέχθης ἐν μήτρᾳ δεξαμένη πιστῶς.

Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,… 

ὁ β’ χορός

Κάθισμα  Ἦχος δ’ Ὁ ὑψωθεὶς

Οἱ τὰ τοῦ κόσμου ὡς φθαρτὰ παριδόντες, καὶ τὰς ἀφθάρτους δωρεὰς εἰληφότες, ἀποθανόντες ἔμειναν ἐκτὸς καταφθορᾶς· ὅθεν ἐξανίστανται, μετὰ πλείονας χρόνους, ἅπασαν ἐνθάπτοντες, δυσμενῶν ἀπιστίαν, οὓς ἐν αἰνέσει σήμερον πιστοί, ἀνευφημοῦντες Χριστὸν ἀνυμνήσωμεν.

ὁ α’ χορὸς

Δξα Πατρί… Κα νν… Θεοτοκον

Φιλαμαρτήμων πεφυκὼς δυσωπῶ σε, τὸν ἀναμάρτητον Θεὸν τετοκυῖα, τὸν ἁμαρτίας αἴροντα τοῦ κόσμου Σεμνή, τὴν πολυαμάρτητον, οἰκτιρῆσαι ψυχήν μου, καὶ τὰς ἁμαρτίας μου, τὰς πολλὰς ἐξαλεῖψαι ἁμαρτωλῶν· αὕτη γὰρ ἱλασμός, καὶ σωτηρία πιστῶν καὶ ἀντίληψις.

ᾠδὴ δ’ 

Ὁ Εἱρμὸς

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαράς, ἐν Κυρίῳ ἑορτάζουσα.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς, ὁ Σταυρὸς γὰρ ἐπάγη, καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Οὐκ ἔτι ὄφις μοι ψευδῶς, τὴν θέωσιν ὑποβάλλει, Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

ς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπάρθενε μυστήρια.

ᾨδὴ δ’, τῶν Ἁγίων

Ἦχος β’ Εἰσακήκοα Κύριε 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

ερώτατον σύνταγμα, τῷ ἀριθμῷ ἑπτὰ τετιμημένον, τοὺς ἑπτὰ τιμίους Παῖδας ὑμνήσωμεν.

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Σοφιζόμενον μάταια, τὸν δυσσεβῆ τῆς πλάνης, βασιλέα, Ἐφεσίων Παῖδες ἔδειξαν ἄφρονα.

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

ερεῖα πανάμωμα, ὡς ἀληθῶς καὶ θύματα Κυρίου, ἐν τῇ πίστει ὤφθητε Παῖδες ἅγιοι.

Δξα Πατρί…

Νεκρωθέντες τῷ σώματι, πρὸ τῆς κοινῆς ἐγέρσεως ἀφράστως, ἀναστάντες Παῖδες, δόξῃ ἐστέφθητε.

Κα νν… Θεοτοκον

Μὴ παρίδῃς πρεσβεύουσα, ὑπὲρ ἡμῶν ἀεὶ εὐλογημένη, λυτρωθῆναι πάσης θλίψεως Ἄχραντε.

ᾠδὴ ε’

Ὁ Εἱρμὸς

Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον, δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

ποχωρεῖ μοι τὰ Χερουβίμ, νῦν, καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα, νῶτά μοι δίδωσι, σὲ ἰδόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, Λῃστῇ ὁδοποιήσαντα τὸν Παράδεισον.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.   

Οὐκέτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστέ, ὑποστροφήν, σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον, δι’ εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας τῇ Ἀναστάσει σου.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον, σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως Θεογεννήτριαν.

ᾨδὴ ε’, τῶν Ἁγίων

Ἦχος β’ Ὁ τοῦ φωτὸς χορηγὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

νεπαισθήτως τὸ πρίν, κοινὸν θανέντες ἐπὶ γῆς θάνατον, ὑπερφυῶς ἀνέστητε αὖθις, πιστούμενοι σαφῶς, Ἐφέσιοι Παῖδες, νεκρῶν τὴν Ἀνάστασιν.

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

ερωθέντες Θεῷ, ὁμολογίᾳ ἀληθεῖ πίστεως, ὡς ἀθληταὶ νόμιμοι Κυρίου, ἐρρύσθητε σοφοί, κλοιῶν καὶ μαστίγων, καὶ στέφανον ἤρασθε.

Δξα Πατρί…

Νενικηκότες στερρῶς, εἰδώλων πλάνην, εὐκλεεῖς μάρτυρες, καὶ ἀσεβοῦς αἱρέσεως δόγμα, φυλάττετε ἀεί, τοὺς ὁμολογοῦντας, νεκρῶν τὴν Ἀνάστασιν.

Κα νν… Θεοτοκον

ν δύο ταῖς φύσεσι, καὶ ὑποστάσει δὲ μιᾷ πέφηνας, τέλειος ὢν, βροτὸς ἀσυγχύτως, καὶ τέλειος Θεός, τεχθεὶς ἐξ Ἁγίας Μητρὸς Ὑπερούσιε.

ᾠδὴ ς’

 Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμὼν, βοῶ σοι, Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, Πολυέλεε.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθ’ ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαῤῥήξας, τὸν κόσμον ἠλευθέρωσας. 

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

δὰμ κατενήνεκται, δι’ ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾍδου βάραθρον, ἀλλ’ ὁ φύσει Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ’ ὤμων βαστάσας συνανέστησας.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.  

ᾨδὴ ς’, τῶν Ἁγίων

Ἦχος β’ Ἐν ἀβύσσῳ πταισμάτων 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Οἱ τῆς θείας σοφίας ἰσάριθμοι, στῦλοι εὐφημείσθωσαν Ἅγιοι Παῖδες ἑπτά, λόγοις ὡς λίθοις θλάσαντες, τῶν τυράννων τὸ ἄθεον πρόσταγμα.

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Νόμῳ θείας προνοίας φρουρούμενοι, σχέδιον ἐδέξασθε ταφὴν τὸ σπήλαιον, ἐν ᾧ νεκροὶ καὶ ἄφθαρτοι, πολυχρόνιοι Ἅγιοι ὤφθητε.

Δξα Πατρί…

φθαρσίᾳ συνέστιοι Μάρτυρες, πίστιν ἐκδιώκετε φθοροποιὸν καὶ νεκράν, καὶ τῷ Θεῷ πρεσβεύετε, ὑπὲρ τῶν ἐλπιζόντων Ἀνάστασιν.

Κα νν… Θεοτοκον

Νῦν ἡ φύσις τοῦ θήλεος γέγηθε, νῦν ἡ λύπη πέπαυται, χαρὰ δὲ ἤνθησεν, ὅτι Μαρία τέτοκε, τὴν χαρὰν τὸν Σωτῆρα καὶ Κύριον.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον

χος πλ. β’ – Τν πρ μν

Τῇ ζωαρχικῇ παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν κευθμώνων ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἐβράβευσε, τῷ βροτείῳ φυράματι΄ ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, κα Θες το παντς.

Οκος

Τὸν Σταυρὸν καὶ τὴν Ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾅδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾅδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς, ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν Ἀνάστασίν σου, δι’ ἧς ἔσωσας ἡμᾶς, ς Θες το παντς.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΔ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ, Μαξιμιλιανοῦ, Ἑκουστωδιανοῦ, Ἰαμβλίχου, Μαρτινιανοῦ, Διονυσίου, Ἰωάννου καὶ Κωνσταντίνου.

Στίχοι

  • Τὸν ἑπτάριθμον τιμῶ χορὸν Μαρτύρων,

  • Δείξαντα Ἀνάστασιν νεκρῶν τῷ κόσμῳ

  • Τῇ δὲ τετάρτῃ νεκροέγερτοι ξύνθανον ἑπτά.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακομιδῆς τῶν λειψάνων τῆς ὁσίας μητρὸς ἡμῶν καὶ Μάρτυρος Εὐδοκίας.

Στίχοι

  • Ὀσμὴ! τὶ τοῦτο; Σῶμα τῆς Εὐδοκίας,

  • Ἀθλητικῶν ἀπόζον ἥκει χαρίτων.

  • Πότνια Εὐδοκίη, νεκρὰ ἤχθη ἀμφὶ τετάρτην.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θαθουήλ, ἐν μηλέᾳ κρεμασθεὶς τελειοῦται.

Στίχοι

  • Θνῇσκε κρεμασθείς, Θαθουήλ, ἐν μηλέᾳ,

  • Ὡς ἂν τρυγήσῃς τῆς Ἐδὲμ μῆλα ξένα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἴας καὶ τῶν σὺν αὐτῇ.

Στίχοι

  • Ὀσμὴν ἴων ἔπνευσεν ἡ Μάρτυς Ἴα,

  • Ἐρυθροβαφῶν αἱμάτων ἀτμοπνόων.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, λησον μς. μν. 

ΚΑΤΑΒΑΣΙΑΙ  

ἦχος δ’

ὁ α’ χορὸς

ᾠδὴ α’

Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον. ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

ᾠδὴ γ’

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν, διὰ τοῦτο ἐστερεώθη,…

ὁ α’ χορὸς

ν Κυρίῳ ἡ καρδία μου.   

ὁ β’ χορὸς

ᾠδὴ δ’

Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας, Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορὸς

ᾠδὴ ε’

  τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον.

ὁ β’ χορὸς

 ᾠδὴ ς’

ν τῷ θλίβεσθαί με, ἐβόησα πρός Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

ὁ α’ χορὸς

ᾠδὴ ζ’

βραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

 ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον, Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρου τν Κριον. 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

  Ερμς

ὁ α’ χορός

τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε, δι πντες μεγαλνομεν.

Συναπτ μικρκα  κφνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός

ξαποστειλριον Ζ

τι ᾖραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, Μύστης Χριστοῦ, ὃν ἠγάπα, ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων, διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.  

ὁ β’ χορὸς

Θεοτοκίον

Μεγάλα καὶ παράδοξα, δι’ ἐμὲ κατειργάσω, Χριστέ μου πολυέλεε· ἐκ Παρθένου γὰρ Κόρης, ἐτέχθης ἀνερμηνεύτως, καὶ Σταυρὸν κατεδέξω, καὶ θάνατον ὑπομείνας, ἐξανέστης ἐν δόξῃ, καὶ τὴν ἡμῶν, φύσιν ἠλευθέρωσας τοῦ θανάτου. Δόξα Χριστὲ τῇ δόξῃ σου, δόξα τῇ σῇ δυνάμει.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ. β

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπ᾽ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.

Ἕτερα Στιχηρά, Ἀνατολικά

ὁ α’ χορός

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Κύριε, μέγα καὶ φοβερὸν ὑπάρχει, τῆς σῆς Ἀναστάσεως τὸ μυστήριον· οὕτω γὰρ προῆλθες ἐκ τοῦ τάφου, ὡς νυμφίος ἐκ παστάδος, θανάτῳ θάνατον λύσας, ἵνα τόν Ἀδὰμ ἐλευθερώσῃς· ὅθεν ἐν οὐρανοῖς, Ἄγγελοι χορεύουσι, καὶ ἐπὶ γῆς ἄνθρωποι δοξάζουσι, τὴν εἰς ἡμᾶς γενομένην, εὐσπλαγχνίαν σου φιλάνθρωπε.

ὁ β’ χορός

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὦ παράνομοι, Ἰουδαῖοι, ποῦ εἰσιν αἱ σφραγῖδες, καὶ τὰ ἀργύρια, ἃ ἐδώκατε τοῖς στρατιώταις; οὐκ ἐκλάπη ὁ θησαυρός, ἀλλὰ ἀνέστη ὡς δυνατός, αὐτοὶ δὲ κατῃσχύνθητε, ἀρνησάμενοι Χριστόν, τὸν Κύριον τῆς δόξης, τὸν παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, αὐτὸν προσκυνήσωμεν.

ὁ α’ χορός

Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

Σφραγισθέντος τοῦ μνήματος, πῶς ἐσυλήθητε Ἰουδαῖοι, φύλακας καταστήσαντες, καὶ σημεῖα θέντες; τῶν θυρῶν κεκλεισμένων, προῆλθεν ὁ Βασιλεύς· ἢ ὡς νεκρόν παραστήσατε, ἢ ὡς Θεὸν προσκυνήσατε, σὺν ἡμῖν μελῳδοῦντες· Δόξα Κύριε τῷ Σταυρῷ σόυ, καὶ τῇ Ἀναστάσει σου.

ὁ β’ χορός

Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Τὸ ζωοδόχον σου μνῆμα, αἱ μυροφόροι Γυναῖκες, ὀδυρόμεναι κατέλαβον Κύριε, καὶ μύρα βαστάζουσαι, τὸ Σῶμά σου τὸ ἄχραντον μυρίσαι ἐπεζήτουν, εὗρον δὲ φωτοφόρον Ἄγγελον, ἐν τῷ λίθῳ καθήμενον, καὶ πρός, αὐτὰς φθεγγόμενον καὶ λέγοντα· Τί δακρύετε τὸν ἐκ πλευρᾶς πηγάσαντα τῷ κόσμῳ τὴν ζωήν; τί ἐπιζητεῖτε ὥσπερ θνητόν ἐν μνήματι τὸν Ἀθάνατον; δραμοῦσαι δὲ μᾶλλον, ἀπαγγείλατε τοῖς αὐτοῦ Μαθηταῖς, τῆς αὐτοῦ ἐνδόξου Ἀναστάσεως τὴν παγκόσμιον χαρμονήν, ἐν ᾗ καὶ ἡμᾶς Σωτήρ φωτίσας, δώρησαι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος βαρὺς

ΕΩΘΙΝΟΝ Ζ’ 

δοὺ σκοτία καὶ πρωΐ΄ καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἔστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν; ὑφ’ οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς. Ἂλλ’ ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τὴν Ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ’ ὧν, καὶ δι’ ὧν καὶ ἡμεῖς, πιστεύσαντες, ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’ (πάντοτε)

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον

ὁ β’ χορός

Ἦχος πλ.β

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρί…Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

Ἦχος β´.

Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..

Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Δόξα Πατρὶ…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς

Ἀντίφωνον Γ

Ἦχος πλ.β´.

Στίχ. α´. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Στίχ. β´. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

γγελικαὶ    δυνάμεις    ἐπὶ   τὸ   μνῆμά     σου,…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…
ψάλλοντάς σοι΄ λληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται  συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος πλ.β’

γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.  

Ἀπολυτίκιον  Ἦχος γ’. Θείας πίστεως.

Θείω Πνεύματι, ἀφθαρτισθέντες, πολυχρόνιον, ἤνυσαν ὕπνον, οἱ ἐν Ἐφέσῳ ἐπτάριθμοι Μάρτυρες, καὶ ἀναστάντες πιστοὺς ἐβεβαίωσαν, τὴν τῶν ἀνθρώπων κοινὴν ἐξανάστασιν ὅθεν ἅπαντες, συμφώνως τούτους τιμήσωμεν, δοξάζοντες Χριστὸν τὸν πολυέλεον.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον  χος βαρύςΑτμελον

πὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, το Πατρς τ παγασμα.

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον. Ἦχος πλ. β΄

Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Στίχ. Πρὸς σὲ, Κύριε, κεκράξομαι ὁ Θεὸς μου.

Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (15:1-7)

δελφοί, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται. Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ΄ ἐμέ. Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς, εἰς δόξαν τοῦ Θεοῦ.

λληλούϊα ( γ’)  Ἦχος πλ. β΄

κατοικῶν ἐν βοηθείᾳ τοῦ ῾Υψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.

Στίχ. ρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ.

Εὐαγγέλιον (Ματθ. θ´ 1-8).

Ἐκ τοῦ κατὰ Ματθαῖον.

Τῷ καιρῷ ἐκείνῳ, παράγοντι τῷ ᾽Ιησοῦ, ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες΄ ᾽Ελέησον ἡμᾶς, υἱὲ Δαυΐδ. Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ ᾽Ιησοῦς΄ Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ΄ Ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων΄ Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ ᾽Ιησοῦς λέγων΄ ῾Ορᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον.· Καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες· Ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ ᾽Ισραήλ. Οἱ δὲ Φαρισαῖοι ἔλεγον· ᾽Εν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ περιῆγεν ὁ ᾽Ιησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον κα πσαν μαλακαν ν τ λα.

Δόξα σοι Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

ἦχος πλ.β’

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. λληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις

«῾Ο ἀναστάς ἐκ νεκρῶν…»              

https://agioskosmasoaitolos.wordpress.com

4 ΑΥΓ19 ΚΥΡΙΑΚΗ Ζ’ ΜΑΤΘΑΙΟΥ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s