ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ ΣΤ΄ΜΑΤΘΑΙΟΥ (2019)

28 ΙΟΥΛΙΟΥ 2019

+Κυριακ ΣΤ´ βδομάδος Ματθαίου

+Μνμη τν γων ποστλων κα Διακνων Προχρου, Νικνορος, Τμωνος κα Παρμεν.

χος πλ. αωθινν ΣΤ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…    

χος πλ.α’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Τὸν συνάναρχον Λόγον……

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον  ατς

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…   

Καθίσματα

Μετ τν α’ Στιχολογαν

ὁ α’ χορός

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.

ὁ β’ χορός

Δόξα Πατρί…

Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ’ αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετ τν β’ Στιχολογαν

ὁ β’ χορός

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι. Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην σε, ἄρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῷσον με.

ὁ α’ χορός

Δόξα Πατρί…

Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὢ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

πειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

χος πλ. α

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δξα Πατρί… Τριαδικν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Κα νν… Θεοτοκον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δξα σοι Θες.

Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι ηὐλόγηται…   

Ἡ Ὑπακοὴ  Ἦχος πλ. α’

γγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν μέγα ἔλεος.

ΑΝΑΒΑΘΜΟΙ

ὁ α’ χορός

Ἀντίφωνον Α

  • ν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μοι τὴν ψυχὴν ἐκ γλώσσης δολίας.

ὁ β’ χορός

  • Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις, αὐτοκρατὲς γὰρ ὂν, τῆς Τριάδος ἓν ἐστιν ἀψεύστως.

ὁ β’ χορός

Ἀντίφωνον Β

  • Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.

ὁ α’ χορός

  • Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.

ὁ β’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…

γίῳ Πνεύματι, θεολογοῦντες φῶμεν, Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

ὁ α’ χορός

Ἀντίφωνον Γ

  • πὶ τοῖς εἰρηκόσι μοι εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.

ὁ β’ χορός

  • πὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται, πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.

ὁ α’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…

γίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῷον ἐμψυχοῦται, ὡς ἐν Πατρί,…

ὁ β’ χορός

μα τε καὶ Λόγῳ.

ὁ α’ χορός

Προκείμενον

νάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

ὁ β’ χορός

νάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

ὁ α’ χορός

Στίχ. ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσια σου.

νάστηθι Κύριε ὁ Θεός μου,…

ὁ β’ χορός

τι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ α΄ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ΕΩΘΙΝΟΝ Ϛ’

κ το κατ Λουκν ( κδ’, 36-53)

Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν Μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς΄ Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς΄ Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγὼ εἰμι, ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς΄ Ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου. Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς΄ Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς΄ καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δὲ ἐστε μάρτυρες τούτων. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς, ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ, εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτόν αὐτούς, διέστη ἀπ’ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διαπαντός ἐν τῷ ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. μν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.  

  • γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον  Ἦχος ὁ αὐτὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ 

ὁ Ἀναστάσιμος

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος πλ. α’. Ὁ Εἱρμὸς

ππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

 Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

 γειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται, ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.

 

Ὁ Κανὼν τῶν Ἁγίων Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς.

Μέλπω τὰς αὐγὰς τοῦ νοητοῦ Ἡλίου.

Ἰωσήφ.

ᾨδὴ α’  Ἦχος δ’  Θαλάσσης, τὸ ἐρυθραῖον

ὁ α’ χορὸς

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Μεθέξει, τῇ πρὸς τὸ θεῖον Πάνσοφοι, φῶς χρηματίσαντες, τοὺς τὴν ὑμῶν φωσφόρον καὶ σεπτήν, ἑορτὴν ἑορτάζοντας, παθῶν ἀχλύος ῥύσασθε, καὶ φωτισμοῦ καταξιώσατε.

ὁ β’ χορὸς

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

θέλχθητε, γλυκυτάτῳ ἔρωτι, Χριστοῦ Μακάριοι, καὶ τὰ τερπνὰ τοῦ βίου τοῦ φθαρτοῦ, εὐσεβῶς παρωσάμενοι, αὐτῷ ἠκολουθήσατε, μαθητευθέντες ἀληθέστατα.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Λαμπτῆρες, Ἀνατολῆς ὁρμώμενοι τῆς φωτοδότιδος, φωταγωγοὶ γεγόνασι ψυχῶν, Παρμενᾶς τε καὶ Πρόχορος, καὶ Τίμων ὁ θαυμάσιος, καὶ ὁ Νικάνωρ ὁ θεόπνευστος.

ὁ β’ χορός

Κα νν…  Θεοτοκον

Πορεῖαι, αἱ τοῦ Θεοῦ Πανάμωμε ἐν σοὶ ἐγνώσθησαν, γεγεννημέναι ξένῳ τοκετῷ, ἀσυγκρίτῳ ἑνώσει τε· ὅθεν ὡς πάντων Δέσποιναν, τῶν ποιημάτων σε δοξάζομεν.

ὁ Ἀναστάσιμος

ὁ α’ χορός

ᾠδὴ γ’. Ὁ Εἱρμὸς

πήξας ἐπ’ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

 Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ’ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ’ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν, ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.

ᾨδὴ γ’, τῶν Ἁγίων Ἀποστόλων

Ἦχος δ’ Εὐφραίνεται ἐπὶ σοὶ

ὁ α’ χορὸς

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

ς ὄντες πνευματικαί, νεφέλαι ὕδωρ ἀληθοῦς γνώσεως, τοῖς ἐπὶ γῆς Ἔνδοξοι, ἐν ἁγιασμῷ ἐσταλάξατε.

ὁ β’ χορὸς

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Τοῦ Πνεύματος ἐκλογή, ὡς πεπλησμένοι τῆς αὐτοῦ χάριτος, διακονεῖν Πάνσοφοι, χορείαις τῶν Ἁγίων ἐτάχθητε.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Αἰνέσωμεν Παρμενᾶν, τὸν εὐκλεῆ καὶ τὸν σοφὸν Τίμωνα, καὶ τὸν σεπτὸν Πρόχορον, καὶ τὸν ὑψηλόνουν Νικάνορα.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκον

Σταλάζοντα γλυκασμόν, καὶ ἀπολύτρωσιν κακῶν τέτοκας, τὸν ἀγαθὸν Κύριον, ἄχραντε Παρθένε πανάμωμε.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν…     

Καθίσματα
ὁ β’ χορὸς

Ἦχος α’ Τὸν τάφον σου Σωτὴρ

Διάκονοι σεπτοί, καὶ αὐτόπται τοῦ Λόγου, καὶ σκεύη ἐκλογῆς, ἀνεδείχθητε πίστει, Νικάνορ καὶ Πρόχορε, Παρμενᾶ, Τίμων ἔνδοξε· ὅθεν σήμερον, τὴν ἱερὰν ὑμῶν μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, ὑμᾶς μακαρίζοντες.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…Θεοτοκον

Ἀνύμφευτε ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη· Κινδύνων καὶ θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ σοὶ τάς ἐλπίδας, Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις σου.

ὁ Ἀναστάσιμος

ᾠδὴ δ’. Ὁ Εἱρμὸς

Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι. Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῷσαι τοὺς χριστούς σου ἐλήλυθας.

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Μεῤῥᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

κτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

ᾨδὴ δ’, τῶν Ἁγίων Ἀποστόλων

Ἦχος δ’ Ἐπαρθέντα σε ἰδοῦσα

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

ναλάμψαντες τῷ ὕψει τῆς Ἐκκλησίας, ὥσπερ ἀστέρες ἄδυτοι, τὸν τῆς δυσσεβείας, σκοτασμὸν διέλυσαν, καὶ κόσμον ἐφώτισαν, οἱ τοῦ Εὐεργέτου Ἀπόστολοι.

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

πουργῶν τῷ κατὰ χάριν Εὐαγγελίῳ, Νικομηδείας γέγονας, Πρόχορε παμμάκαρ, ἄριστος διδάσκαλος, καὶ θεῖος πρωτόθρονος, ποίμνης τοῦ Χριστοῦ προϊστάμενος.

Δόξα Πατρὶ…

Γέρας θεῖον ἐκληρώσω Νικάνορ μάκαρ, σφαγιασθεὶς ὡς πρόβατον, σὺν τοῖς δισχιλίοις, εἰς Χριστὸν ἐλπίζουσι, καθ’ ἣν τετελείωται, Στέφανος ἡμέραν ὁ πρώταθλος.

Καὶ νῦν… Θεοτοκον

πειρογάμως ἐκύησας Θεὸν Λόγον, σωματοθέντα Πάναγνε, ὑπὲρ νοῦν καὶ λόγον· ὅθεν κατὰ χρέος σε, Παρθένον δοξάζομεν, καὶ χρεωστικῶς μακαρίζομεν.

ὁ Ἀναστάσιμος

ᾠδὴ ε’. Ὁ Εἱρμὸς

ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.

ᾨδὴ ε’, τῶν Ἁγίων Ἀποστόλων

Ἦχος δ’ Σὺ Κύριέ μου φῶς

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Σὺ Κύριε τοὺς σούς, Μαθητὰς ὥσπερ σάλπιγγας, ἀπέστειλας ἐγειρούσας, ἐκ μνημάτων ἀπάτης, ψυχὰς ὑμνολογούσας σε.

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Τίμων ὁ ἱερός, ποιμὴν Βόστρων γενόμενος, ἠνέγκατο μαρτυρίου, τὸ μακάριον τέλος, πυρὶ καταφλεγόμενος.

Δόξα Πατρί…

μέγας Παρμενᾶς, Ἀποστόλων ἐπ’ ὄψεσι, κεκοίμηται ἐκτελέσας, σὺν σπουδῇ θερμοτάτῃ, τὸ θεῖον διακόνημα.

Καὶ νῦν… Θεοτοκον

μνοῦμέν σε δι’ ἧς, τῆς φθορᾶς ἐλυτρώθημεν, Πανάμωμε, τοῦ θανάτου, καὶ τῆς πρὶν τυραννούσης, κακίας τοῦ ἀλάστορος.

ὁ Ἀναστάσιμος

ᾠδὴ ς’. Ὁ Εἱρμὸς

Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορᾷ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.

ᾨδὴ ς’, τῶν Ἁγίων Ἀποστόλων

Ἦχος δ’ Θύσω σοι μετὰ φωνῆς

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Νικάνωρ, τὴν ζωὴν καταγγέλλων τὴν ἄληκτον, καὶ τὸν Σταυρὸν καὶ τὰ πάθη, τοῦ δι’ εὐσπλαγχνίαν σαρκὶ παθόντος, θανατοῦται, Ἰουδαίων χερσὶν ἀναιρούμενος.

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

μέγας ἐξαπτόμενος Τίμων τῷ ἔρωτι, τῆς τοῦ Κυρίου ἀγάπης, προσταγαῖς ἀνόμων πυρὸς ἐν μέσῳ, τελειοῦται, ὁλοκαύτωμα θεῖον γενόμενος.

Δόξα Πατρὶ…

θεία, καὶ φωσφόρος καὶ χάριτος ἔμπλεως, ὑμῶν Ἀπόστολοι μνήμη, ἁγιάζει πάντων τὰς διανοίας, τῶν ἐν πίστει, ἐπιτελούντων ταύτην μακάριοι.

Καὶ νῦν… Θεοτοκον

Τάξεις σε, ἀσωμάτων Ἀγγέλων γεραίρουσι, καὶ Ἀποστόλων χορεῖαι, καὶ Μαρτύρων δῆμοι Θεοκυῆτορ· τὸν γὰρ πάντων, Βασιλέα ἀφράστως ἐκύησας.

Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες… 

 Κοντάκιον  Ἦχος πλ. α‘. Μιμητὴς ὑπάρχων (χύμα).

Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐῤῥύσω Φιλάνθρωπε, διὸ πάντες σοι κράζομεν. Σῶσον ἡμᾶς Κύριε.

Οἶκος

κούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐῤῥυσάμην, σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοι κράζομεν. Σῶσον ἡμᾶς Κύριε.

 Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΗ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων, Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ.

Στίχοι

  • Τετρὰς Μαθητῶν, τοῦ θεανθρώπου Λόγου,

  • Τριάδα σεπτὴν πᾶσι κηρύττει λόγῳ.

  • Εἰκάδι ὀγδοάτῃ Μυστῶν ξυνελήλυθε τετράς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐσταθίου τοῦ ἐν Ἀγκύρᾳ.

Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Εἰρήνης τῆς ἐκ Καππαδοκίας, ἀσκησάσης ἐν τῇ μονῇ τοῦ Χρυσοβαλάντου.

Ἡ ἁγία μάρτυς Δροσίς, ἐν χώνῃ χρυσῇ βληθεῖσα, τελειοῦται.

Ὁ ὅσιος Παῦλος ὁ Ξηροποταμηνός, ὁ ἱδρύσας τὰς δύο μονάς, τὴν τοῦ Ξηροποτάμου καὶ τὴν τοῦ ἁγίου Παύλου, ἤτοι τὴν τοῦ ἁγίου Γεωργίου, ἐν Ἁγίῳ Ὄρει, καὶ ἐκ γένους βασιλικοῦ, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀκακίου, καὶ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Διακονίσσης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Καταβασαι

ἦχος δ’

ὁ α’ χορὸς

ᾠδὴ α’

Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον. ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

ᾠδὴ γ’

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν, διὰ τοῦτο ἐστερεώθη,…

ὁ α’ χορὸς

ν Κυρίῳ ἡ καρδία μου.   

ὁ β’ χορὸς

ᾠδὴ δ’

Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας, Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορὸς

ᾠδὴ ε’

  τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον.

ὁ β’ χορὸς

 ᾠδὴ ς’

ν τῷ θλίβεσθαί με, ἐβόησα πρός Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

ὁ α’ χορὸς

ᾠδὴ ζ’

βραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

 ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον, Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρου τν Κριον. 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…  

Καταβασία

ὁ α’ χορός

 ᾠδὴ θ’.

τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε, δι πντες μεγαλνομεν. 

Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…  

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός

ξαποστειλριον Ϛ’

ἦχος β’

Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ’ οὐσίαν, ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ βρώσεως συμμετέσχες, καὶ μέσον στὰς ἐδίδασκες, μετάνοιαν κηρύσσειν΄  εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω, Ὑπέρθεε Θεάνθρωπε, δόξα τῇ σῇ Ἐγέρσει. 

ὁ β’ χορὸς

Θεοτοκίον

Ὁ Ποιητὴς τῆς κτίσεως  καὶ Θεὸς τῶν ἁπάντων, σάρκα βροτείαν ἔλαβεν, ἐξ ἀχράντων αἱμάτων, σοῦ παναγία Παρθένε· καὶ γὰρ φθαρεῖσαν πᾶσαν, τὴν φύσιν ἐκαινούργησε, πάλιν ὡς πρὸ τοῦ τόκου, καταλιπών, μετὰ τόκον· ὅθεν πιστῶς σε πάντες, ἀνευφημοῦμεν κράζοντες· Χαῖρε Δέσποινα κόσμου

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ.α’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται, ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον, ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαῤῥήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι’ ἡμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

Ἕτερα Στιχηρά, Ἀνατολικά, ΄

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Κύριε, ὁ Βασιλεὺς τῶν αἰώνων, καὶ Ποιητὴς τῶν ἁπάντων, ὁ δι’ ἡμᾶς σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάμενος, ἵνα ἡμᾶς τοῦ ᾍδου ἐλευθερώσῃς πάντας, σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Κύριε, τὰ ὑπερλάμποντά σου θαύματα τίς διηγήσεται; ἢ τίς ἀναγγελεῖ τὰ φρικτά σου μυστήρια; ἐνανθρωπήσας γὰρ δι’ ἡμᾶς, ὡς αὐτὸς ἠθέλησας, τὸ κράτος ἐφανέρωσας τῆς δυνάμεώς σου· ἐν γὰρ τῷ Σταυρῷ σου, τῷ Λῃστῇ Παράδεισον ἤνοιξας, καὶ ἐν τῇ Ταφῇ σου, τοὺς μοχλοὺς τοῦ ᾍδου συνέτριψας, καὶ ἐν τῇ Ἀναστάσει σου, τὰ σύμπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοι.

ὁ α’ χορός

Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωΐ, ἐπεζήτουν σε μυρίσαι τὸν Ἀθάνατον Λόγον καὶ Θεόν, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, ὑπέστρεφον ἐν χαρᾷ, τοῖς Ἀποστόλοις μηνῦσαι ἐμφανῶς· ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ παρέχεις τῷ κόσμῳ ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Τοῦ θεοδέγμονος τάφου, πρὸς τοὺς Ἰουδαίους οἱ φύλακες ἔλεγον· Ὢ τῆς ὑμῶν ματαιόφρονος συμβουλῆς! φυλάττειν τὸν ἀπερίγραπτον δοκιμάσαντες, μάτην ἐκοπιάσατε, κρῦψαι τὴν Ἀνάστασιν τοῦ σταυρωθέντος βουλόμενοι, τρανῶς ἐφανερώσατε. Ὢ τοῦ ὑμῶν ματαιόφρονος συνεδρίου! Τί πάλιν κρῦψαι συμβουλεύεσθε, ὃ οὐ κρύπτεται; μᾶλλον δὲ παρ’ ἡμῶν ἀκούσατε, καὶ πιστεῦσαι θελήσατε τῶν γενομένων τὴν ἀλήθειαν. Ἄγγελος ἀστραπηφόρος, οὐρανόθεν κατελθών, τὸν λίθον ἀπεκύλισεν, οὐ τῷ φόβῳ νεκρώσει συνεσχέθημεν, καὶ φωνήσας ταῖς κραταιόφροσι Μυροφόροις, ἔλεγε γυναιξίν· οὐχ ὁρᾶτε τῶν φυλάκων τὴν νέκρωσιν, καὶ τῶν σφραγίδων τὴν διάλυσιν, τοῦ ᾍδου τε τὴν κένωσιν; Τί τὸν τὸ νῖκος τοῦ ᾍδου, καταργήσαντα, καὶ τοῦ θανάτου τὸ κέντρον συντρίψαντα, ὡς θνητὸν ἐπιζητεῖτε; Εὐαγγελίσασθε δὲ ταχὺ πορευθεῖσαι τοῖς Ἀποστόλοις τὴν Ἀνάστασιν, ἀφόβως κραυγάζουσαι· Ὄντως ἀνέστη ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος..

ὁ α’ χορός

Δόξα Πατρί…  ΕΩΘΙΝΟΝ ΣΤ΄ἦχος πλ. β’

ὄντως εἰρήνη σὺ Χριστέ, πρὸς ἀνθρώπους Θεοῦ, εἰρήνην τὴν σὴν διδούς, μετὰ τὴν Ἔγερσιν Μαθηταῖς, ἐμφόβους ἔδειξας αὐτούς, δόξαντας πνεῦμα ὁρᾷν, ἀλλὰ κατέστειλας τὸν τάραχον αὐτῶν τῆς ψυχῆς, δείξας τὰς χεῖρας καὶ τοὺς πόδας σου· πλὴν ἀπιστούντων ἔτι, τὴ τῆς τροφῆς μεταλήψει, καὶ διδαχῶν ἀναμνήσει, διήνοιξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς· οἷς καὶ τὴν Πατρικὴν ἐπαγγελίαν καθυποσχόμενος, καὶ εὐλογήσας αὐτούς, διέστης πρὸς οὐρανόν. Διὸ σὺν αὐτοῖς προσκυνοῦμέν σε, Κύριε δόξα σοι.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’ (πάντοτε)

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ παρόν Ἀναστάσιμον Τροπάριον

Ἦχος πλ.α’

ναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ διαρρήξας τοῦ Ἄδου, ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος• ἐμφανίσας σεαυτόν τοῖς Ἀποστόλοις σου, ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα, καὶ δι’ αὐτῶν τὴν εἰρήνην σου παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε.

.   ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρί…Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

Ἦχος β´.

Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..

Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Δόξα Πατρὶ…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς

Ἀντίφωνον Γ

Στίχ. α´. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Ἀπολυτίκιον  Ἦχος πλ. α

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Στίχ. β´. Αἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

Τὸν συνάναρχον Λόγον…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

Ἦχος β

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
ψάλλοντάς σοι΄ λληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος πλ. α

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

 

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον

Ατμελον  χος βαρς

πὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σὲ ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, το Πατρς τ παγασμα.

 

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον. Ἦχος πλ. α΄ 
Σὺ Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς 
Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. 
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 12:6-14 

δελφοί, ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι. Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ· τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. Εὐλογεῖτε τοὺς διώκοντας, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. 

Ἀλληλούϊα. (γ΄)Ἦχος πλ. α΄
Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. 

Στίχτι εἶπας εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται.

                                                        Εὐαγγέλιον

                                                                 Ἐκ τοῦ κατὰ Ματθαῖον           (θ΄ 1 – 8)

Τῷ καιρῷ ἐκείνῳ ἐμβὰς ὁ Ἰησοῦς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· Ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

Δόξα σοι Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
 Εἰς τό ᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 

Κοινωνικόν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.λληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις

«῾Ο ἀναστάς ἐκ νεκρῶν…»              

https://agioskosmasoaitolos.wordpress.com

28 ΙΟΥΛ19 ΚΥΡΙΑΚΗ ΣΤ΄ΜΑΤΘΑΙΟΥ

 

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s