22 ΙΟΥΛΙΟΥ 2019
+ΜΝHΜΗ AΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ ΚΑΙ ΟΣΙΑΣ ΜΑΡΚΕΛΛΗΣ ΤΗΣ ΧΙΟΠΟΛΙΤΙΔΟΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος α’
ὁ α’ χορὸς
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ΑΠΟΛΥΤΙΚΙΑ
ὁ α’ χορὸς
Ἀπολυτίκιον. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Χριστῷ τῷ δι᾽ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, Σεμνὴ Μαγδαληνή, ἠκολούθεις Μαρία, Αὐτοῦ τὰ δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ πόθῳ γεραίρομεν.
ὁ β’ χορός
Δόξα. Πατρί... Τῆς Παρθενομάρτυρος. Ἦχος ὁ αὐτός. Τῆς ἐρήμου πολίτης.
Τῆς ἁγνείας τὸ ῥόδον καὶ τῆς Χίου τὸ βλάστημα, τὴν ἁγίαν Μαρκέλλαν, ἐν ᾠδαῖς εὐφημήσωμεν· τμηθεῖσα γὰρ χειρὶ τῇ πατρικῇ, ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ, ῥῶσιν νέμει καὶ κινδύνων ἀπαλλαγήν, τοῖς πρὸς αὐτὴν κραυγάζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πᾶσιν ἰάματα.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος α´. Τὸν Τάφον σου Σωτήρ.
Τὸ ἄκρον ἐφετόν, ἀγαπήσασα ὄντως, σεμνὴ Μαγδαληνή, ἡδονὰς ἐβδελύξω· τὸν κόσμον μισήσασα, τὸ ποθούμενον ἔφθασας. Ὅθεν ἔνδοξε, ὑπὲρ ἡμῶν ἐκδυσώπει, ὅπως σχέσεως, τῶν ἡδονῶν λυτρωθῶμεν, ἀγάπῃ τοῦ κρείττονος.
ὁ β’ χορός
Δόξα… Ὅμοιον.
Ῥανίσι τῶν σεπτῶν καὶ παναγνῶν αἱμάτων, ἀπέπνιξας σοφὴ ἀθληφόρε Μαρκέλλα, βελίαρ τὸν κάκιστον, ἐκχυθέντων σαρκίου σου· ὅθεν εἴληφας παρὰ Θεοῦ στέφος δόξης, διὸ πρέσβευε, ὑπὲρ ἡμῶν πρὸς τὸν Κτίστην, Μαρτύρων ὁμότροπε
Καὶ νύν… Θεοτοκίον
Ἀνύμφευτε ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τῶν πιστῶν προστασία καὶ σκέπη, κινδύνων καὶ θλίψεων καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ Σοὶ τὰς ἐλπίδας, Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ὑμῶν σῶσαι, ταῖς θείαις πρεσβείαις Σου.
Μετὰ τὴν β´ Στιχολογίαν.
Κάθισμα τῆς Ἁγίας
ὁ β’ χορός
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ πτωχεύσαντι Λόγῳ ὑπερβολῇ, εὐσπλαγχνίας Μαρία Μαγδαληνή, σαφῶς ὡς Μαθήτρια, ἀληθῶς διηκόνησας· καθορῶσα δὲ τοῦτον, Σταυρῷ ἀναρτώμενον, καὶ ἐν τάφοι τεθέντα, ἐθρήνεις δακρύουσα. Ὅθεν σὲ τιμῶμεν, καὶ τὴν σὴν ἐκτελοῦμεν, ἐν πίστει πανήγυριν, Μυροφόρε ἀοίδιμε, καὶ συμφώνως βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ α’ χορός
Δόξα… Ὅμοιον.
Τῆς Μαρκέλλης τὴν πάλην ἀναπολῶν, καὶ τοὺς ἄθλους ἐκπλήττομαι κατὰ νοῦν, πῶς τὸ θῆλυ ἴσχυσε καὶ γεναίως ἠνδρίσατο, τοῦ Σατὰν τὸ θράσος, νικήσαι καὶ φρύαγμα, τοῦ Χριστοῦ τῇ χάριτι, τοῦ πλάστου τῆς φύσεως· ὅθεν ἀνυμνοῦντες, τὴν αὐτῆς πάντες νίκην, συμφώνως βοήσωμεν, πρὸς αὐτὴν μετὰ πίστεως, ἀθλοφόρε πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρηθήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
ὁ β’ χορός
Καὶ νύν… Θεοτοκίον
Δεῦτε πάντα τὰ ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες· χαῖρε θρόνε πυρίμορφε, τοῦ τῶν ὅλων δεσπόζοντος, Ἰησοῦ τοῦ Παντάνακτος· χαῖρε μόνη Κυρία, τοῦ κόσμου πανάχραντε· χαῖρε τὸ δοχεῖον, τῆς Ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον, Μαριὰμ Ἀειπάρθενε, Θεοτόκε πανύμνητε χαῖρε πάνσεμνε Νύμφη ἡλιοστάλακτε· χαῖρε πάντων τῶν ὑμνούντων σε.
Μετὰ τὸν Πολυέλεον·
Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
ὁ α’ χορός
Τὸν ναόν σου πάνσεμνε, οἶκον θαυμάτων, καὶ δαιμόνων μάστιγα, καὶ ἰατρεῖον, λοιμικῆς, Μαγδαληνὴ ὀνομάζομεν, καὶ πάσης λύπης ταχεῖαν παράκλησιν.
ὁ β’ χορός
Δόξα. …Ὅμοιον.
Τῆς Μαρκέλλης μέλψωμεν τὰς ἀριστείας, καὶ ἐκ πόθου ᾄσωμεν, ὅτι ἐδείχθη βοηθός, τῶν ἐν ἀνάγκαις καὶ θλίψεσιν, βυθιζόμενων, ταχὺ εἰς ἀπώλειαν.
ὁ α’ χορός
Καὶ νῦν. Θεοτοκίον.
Μωϋσῆς ἑώρακε, πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθείσαν πανάμωμε δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
· Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
· Ἐκ νεότητός μου ……
ὁ α’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Οἱ μισοῦντες Σιών,
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ’
ὁ α΄ χορὸς
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.
ὁ β’ χορὸς
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.
ὁ α’ χορὸς
Στίχος. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.
ΕΩΘΙΝΟΝ Γ’, ΜΑΡΚΟΥ 16,9-20
Ἀναστὰς ὁ Ἰησοῦς πρωῒ πρώτῃ Σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ’ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κᾀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις, εἰς ἀγρόν. Κᾀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς, οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τήν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον, οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθείς, σωθήσεται, ὁ δὲ ἀπιστήσας, κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει. Ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσι, κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει, ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες, ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος, διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα)
Πατρί… Ἦχος β’
Ταῖς τῶν Σῶν Ἁγίων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων
ὁ β΄ χορὸς
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Ἦχος β´.‘
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀναστάντα Ἰησοῦν, πρώτη Μαρία ὡς ἐθεάσω, ἔδραμες ταχύ, σοῖς συμμύσταις, τὴν αὐτοῦ μηνῦσαι Ἐγερσιν.
ΚΑΝΟΝΕΣ
Ὁ Κανὼν τῆς Θεοτόκου.
Ποίημα τοῦ ἁγίου Θεοφάνους Νικαίας τοῦ Γραπτοῦ. Οὗ ἡ ἀκροστιχὶς ἄνευ τῶν εἱρμῶν: Αἰνῶν ἀπαρχὰς εἰσάγω σοι Κυρία. Θεοφάνῃς.
ᾨδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμός.
ὁ α’ χορὸς
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ὁ β’ χορὸς
Ἀνοίξω τὸ στόμα μου……..
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Αἰσθήσεων Δέσποινα, διπλῆν πεντάδα συνέτισον, δεκάχορδον ὄργανον, δεῖξον σῇ χάριτι, τὴν ὑπερχρόνον, Σοφίαν ἡ τεκοῦσα, ἁρμόνιον ὅπως σοι, ᾄσω μελῴδημα.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰσχὺϊ Πανάμωμε, βουλῆς μεγάλης ὁ Ἄγγελος, ὁ πάντα στησάμενος, ἐκ τοῦ μὴ ὄντος τὸ πρίν, ἐπεδήμησεν, ἐκ σοῦ δι᾿ εὐσπλαγχνίαν, καὶ σχίσας τὸν κώδικα, λύσιν δεδώρηται.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νεφέλην σὲ ἔμψυχον, τοῦ Πατρικοῦ ἀπαυγάσματος, γινώσκομεν Δέσποινα, ἀνατολὴν τοῦ φωτός, τοῦ φωτίσαντος, ἡμῶν τὴν ἀκοσμίαν, καὶ πάντας ἑλκύσαντος, πρὸς τὰ οὐράνια.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὠράθης ἀσύγκριτος, κόσμος τῶν ἄνω δυνάμεων, καὶ πάσης τῆς κτίσεως, Θεογεννῆτορ ἁγνή, ἡ θεώσασα, τὴν φύσιν τῶν ἀνθρώπων, καὶ ᾌδην νεκρώσασα, μόνη τῷ τόκῳ σου.
Ὁ Κανὼν τῆς Μυροφόρου.
ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμός, ὁ αὐτός.
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸ στόμα μου ἤνοιξα, λοιπὸν σὺ πλήρωσον Πνεύματος, Θεὲ ὥσπερ ἔφησας, πάλαι προφήτῃ τῷ σῷ, Μυροφόρου σου, μυρίσαι μνήμην μύροις, ἐθέλοντος σῶμά σου, τῆς μυρισάσης σε.
ὁ β’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπήστραψε σήμερον, ἡ παμφαής σου πανήγυρις, ἡλίου φαιδρότερον, τὰς ἐν τῷ σκότει ψυχάς, καταλάμπουσα, καὶ σκότος τῶν δαιμόνων, Μαρία ἐλαύνουσα, Χριστοῦ μαθήτριαν.
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν ποίμνην σου φύλαττε, τὴν σὲ τιμῶσαν Ἀπόστολε, ἐχθρῶν ἀοράτων τε, καὶ ὁρατῶν ἀσινῆ, πολεμίων τε, μαχαίρας καὶ πολέμου, λιμοῦ καὶ ποντώσεως, καὶ βλάβης ὕπερθεν.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς Θεοτοκίον
Τὸ μνῆμα κατέλαβε, τοῦ ἐκ τῆς Σῆς ἀνατείλαντος, γαστρὸς ἀειπάρθενε, ἀνδρώου δίχα σπορᾶς· ἑπομένην Σοι, ἔχουσα θρηνωδοῦσαν, ὁμώνυμον σύναλγον, καὶ συνεργάτιδα.
Ὁ Κανὼν τῆς Παρθενομάρτυρος. Ποίημα ὁσίου Νικηφόρου τοῦ Χίου.
Ὠδή α’. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀνόσιον βούλημα, ἀπωσαμένη ἀοίδιμε, πατρὸς καὶ παμβέβηλον, ἔλαβες θάνατον, ὅθεν εἴληφας, στεφάνους τοὺς τῆς νίκης, παρὰ τοῦ θεσπίσαντος, ὅρους τῆς φύσεως.
ὁ β’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Βαφεῖσα πανεύφημε, τῆς τῶν αἱμάτων ῥαντίσμασι, τῷ Κτίστῃ προσήνεξαι, ὡς νύμφη ἄσπιλος, καὶ ἀμώμητος, Μαρκέλλα καλλιμάρτυς, εἰς τὰ ὑπερκόσμια Αὐτοῦ βασίλεια.
ὁ α’ χορός
Δόξα Πατρί…
Γνοῦσα τὴν ἀθέμιτον, τοῦ σοῦ τεκόντος διάνοιαν, Μαρκέλλα πανθαύμαστε, καὶ ψυχολέτηρα, ἔξω ἔφυγες, τοῦ οἴκου καὶ ηὐλίζου, ἐρήμοις ἐν ὅρεσι, Θεῷ σχολάζουσα.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Σαρκὸς ὁμοιώματι, ἐπιφανεῖς ὁ Φιλάνθρωπος, ἐκ Σοῦ Παναμώμητε κόσμον διέσωσεν, ἀπολλύμενον, καὶ πλάνη ὑπαχθέντα ὅθεν σὲ γεραίρομεν καὶ μακαρίζομεν.
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠδὴ γ’ Ὁ Εἱρμός.
ὁ α’ χορός
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου. στεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορὸς
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε………..
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νενίκηνται φύσεως οἱ ὅροι, καὶ λέλυνται νόμοι φυσικοί, τῇ ὑπὲρ νοῦν λοχείᾳ σου, Παρθενομῆτορ ἄχραντε, ἐκ σοῦ γὰρ ὁ ἀνείδεος, σαρκὸς τὸ εἶναι προσείληφεν.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀμίαντον κλίνην Σολομὼν σε, κατεῖδεν ἑξήκοντα σοφοῖς, πυργυρουμένην Δέσποινα, ἐν ἡ Θεὸς τὸ πρόσλημμα, ἀνακλιθεὶς προσέλαβε, καὶ τοῖς βροτοῖς προσωμίλησεν.
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πορφύραν ἁγνῶν σοῦ ἐξ αἱμάτων, ὁ Λόγος φορέσας τοῦ Θεοῦ, δίχα τροπῆς καὶ φύρσεως, καὶ τοῦ Ἀδὰμ τὴν γύμνωσιν, καλύψας περιέβαλε , τὴν θεϊκὴν ὡραιότητα.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀστέκτου Θεότητος χωρίεν, καὶ πόλις ἡ ἔμψυχος Θεοῦ, σὺ ὤφθης Παναμώμητε, ἐν ἡ μεγάλα εἴργασται, τῆς ἀποῤῥήτου γνώσεως, ἃ ἐξ αἰῶνος οὐκ ἤκουσται.
Ὁ Κανὼν τῆς Μυροφόρου.
Ὁ αὐτός.
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἀγγέλων τὰ Τάγματα προσθήκην, σὲ νύμφην ἐδέξαντο Χριστοῦ, καὶ Ἀποστόλων ὅμιλος, τῶν Προφητῶν Ὁσίων τε, τούτων τὸν βίον πάνσεμνε, ἤπερ τις ἄλλος ζηλώσασαν.
ὁ β’ χορὸς
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ὡς πνεύματι τεταπεινωμένῳ, καὶ τρόποις χρηστοῖς ἀκολουθεῖν, τοῖς ἴχνεσι ποθήσασαν, Μαρία τοῦ Χριστοῦ σπουδῇ, πρὸς ἀπαθείας ὕψος σε· ὅθεν Αὐτὸς ἀνεβίβασεν.
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Νυμφίον ὡραῖον ἐξ ὡραίου, παστοῦ κατιδοῦσα τὸν Χριστόν, τοῦ τάφου πρώτη Κύριον, ἐξαναστάντα ἔδραμες, μηνῦσαι τὴν Ἀνάστασιν, τοῖς μύσταις τούτου Ἀπόστολε.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Παρθένε μιᾷ τῇ τῶν Σαββάτων, μυρίσαι τὸ σῶμα Σοῦ Υἱοῦ, ἐθέλουσα προσέδραμες, τῷ τάφῳ τούτου κλαίουσα, μετὰ Μαρίας πάναγνε, Μαγδαληνῆς Σῆς οἰκέτιδος.
Τῆς Παρθενομάρτυρος. Τοὺς Σοὺς ὑμνολόγους.
ὁ α’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Δολίως, σατᾶν συλήσαι θέλων, τὸν πλοῦτον ψυχῆς σου, ὦ σεμνή, τὸν σὸν τοκέα ἦγειρε, τῆς παρθενίας φθεῖραί σου, ἄνθος Μαρκέλλα ἔνδοξε, ἀλλὰ ἡττήθη, καὶ πέπτωκεν.
ὁ β’ χορός
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἐνδέδειξαι μύμφη τῷ Κυρίῳ, ὡραία Μαρκέλλα τῇ στολῇ, τῇ πορφυρᾷ τοῦ αἵματος, ὅπερ ἁγνῶς ἐκκέχυται, ἐκ τοῦ σεμνοῦ σαρκίου σου, Παρθενομάρτυς ἀείμνηστε.
ὁ α’ χορός
Δόξα Πατρί…
Ζωὴν τὴν ἀΐδιον ποθούσα, προέκρινας θάνατον ζωῆς, ἡ μὲν γὰρ τάχος λύεται, ὁ δὲ τὴν αἰωνίζουσαν, Μάρτυς ζωὴν προξένησε, καὶ ἀφθαρσίας τὸν στέφανον.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Νεφέλη ὑπάρχεις λευκότατη, σταγόνας πιστοῖς ἐξ οὐρανοῦ, ὀμβρούσα καὶ ἀνίσχουσα, δικαιοσύνης ἥλιον, ὅστις τὸ Σὸν ἀξίωμα, πάντων ὑπέρτερον ἔδειξε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
Κοντάκιον τῆς Παρθενομάρτυρος. Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἡ λαμπρὰ σου ἄθλησις, ὦ καλλιμάρτυς Μαρκέλλα, τῶν πιστῶν ἐφαίδρυνε τὰς διανοίας ἐνθέως, θάνατον τοῦ ζῆν ἀνόμως προκρίνει πάντας, πείθουσα καὶ γὰρ ἐτμήθης ξίφει τὴν κάραν, σὺν μαστοῖς ὑπὸ πατρῴας, χειρὸς ὦ δράμα ὑπὲρ τοῦ νόμου Χριστοῦ.
Ὁ Οἶκος.
Δεῦτε οἱ φιλήκοοι, ἀκούσατε καινοὺς καὶ δυσαντήτους ἄθλους τε καὶ οὓς περ ἡ τοῦ Χριστοῦ ἄμωμος νύμφη Μαρκέλλα, παρὰ τοῦ ἀνοσίου αὐτῆς πατρός, ἐν τῇ Χίῳ ἐν κώμῃ Βολισσῷ ἠγώνισται, ἔνθα μέχρι τοῦ νῦν ἐρυθρὸς ὁ τῆς θαλάσσης ἀφρὸς ἐν ταῖς ἀκταῖς ὁρᾶται, εἰς δήλωσιν τοῦ ἐκχυθέντος παρθενικοῦ αὐτῆς αἵματος· θέλοντος γὰρ τοῦ ἐναγοῦς καὶ ἀνοσίου πατρὸς, παρανόμως συμμίγνυσθαι αὐτῇ, οὐκ ἠνείχετο ἡ ἀοίδιμος· ὅθεν φεύγουσα καὶ ὑπ᾿ αὐτοῦ διωκομένη, ἔλαβε θάνατον ὑπὲρ σωφροσύνης, χερσὶ πατρικαῖς ἀποτμηθεῖσα σὺν τοῖς μαστοῖς, καὶ τὴν ἐρίτιμον αὐτῆς κεφαλὴν· διὸ στέφει οὐρανίῳ ἐστέφθη, ὡς ἀθλήσασα ὑπὲρ τοῦ νόμου Χριστοῦ.
ὁ α’ χορός
ὁ α’ χορός
Κάθισμα τῆς Παρθενομάρτυρος. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἰαμάτων χορηγὸς σὺ ὑπάρχεις, Παρθενομάρτυς τοῦ Κυρίου Μαρκέλλα, ἀποδιώκουσα πνευμάτων χαλεπῶν, καὶ ἀεὶ φυλάττουσα ἐκ παντοίων κινδύνων, τοὺς ἐπικαλουμένους σε ἐν πολλῇ προθυμίᾳ, καὶ εὐλαβῶς προστρέχοντας τῷ σῷ, τεμένει Μάρτυς, Χριστοῦ ἀξιάγαστε
Κάθισμα Τῆς Ἁγίας
ὁ β’ χορός
Δόξα. …..Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ πτωχεύσαντι Λόγῳ ὑπερβολῇ, εὐσπλαγχνίας Μαρία Μαγδαληνή, σαφῶς ὡς μαθήτρια, ἀληθῶς διηκόνησας. Καθορῶσα δὲ τοῦτον, Σταυρῷ ἀναρτώμενον, καὶ ἐν τάφῳ τεθέντα, ἐθρήνεις δακρύουσα. Ὅθεν σε τιμῶμεν, καὶ τὴν σὴν ἐκτελοῦμεν, ἐν πίστει πανήγυριν, Μυροφόρε ἀοίδιμε, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ α’ χορός
Καὶ νῦν. Θεοτοκίον.
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος· καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν τόκον σου Ἄχραντε.
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠδὴ δ’ Ὁ Εἱρμός.
Ὅ καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστέ, τῇ δυνάμει σου».
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥεῖθρον ζῶν ἀθανασίας, οἷα κρήνη πηγάσασα, τὸ τῆς εὐσπλαγχνίας, νέκταρ τὸ γλυκὺ καὶ χρυσόῤῥειθρον , τοὺς φλεγομένους ἐν δίψει ἡ δροσίζουσα, ὁ Παράδεισος, ὄντως ὁ πάντερπνος Δέσποινα.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χρυσαυγίζουσαν λυχνίαν, ἑπταφώτοις χαρίσμασι, σὲ ἐκ παντὸς γένους, ἥλιος Χριστὸς ἐξελέξατο, καὶ κατελθὼν τῶν ἀδύτων ἐνυμφεύσατο, ἀπειράνδρως, τὴν σάρκα βροτῶν εἰς ἀνάπλασιν.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Συνοχέα ἀποτίκτεις, τοῦ παντὸς τὸν συνάψαντα, εἰς ταῦτο τὰ ἄκρα, καὶ τὰ διεστῶτα ἐνώσαντα, δι᾿ ἧς τὰ ἄνω τοῖς κάτω συγχορεύουσι, καὶ δοξάζουσι, πάντα ὡς πρόξενον Δέσποινα.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐργαστήριον τῶν δύο, τῆς ἑνώσεως φύσεων, σὺ ὕπηρξας Κόρη, ὑπὲρ νοῦν καὶ λόγον καὶ ἔννοιαν, ἐξ ἧς ὁ πάντων Δεσπότης ἐξυφάνατο, οὑ τροπῇ ἀλλ᾿ ἑνώσει φορέσας τὴν σάρκωσιν.
Ὁ Κανὼν τῆς Μυροφόρου.
Ὁ αὐτός.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀποῤῥίψασα τοῦ κόσμου ματαιότητα ἅπασαν· τῷ σῷ διδασκάλῳ, ὅλῃ τῇ ψυχῇ ἠκολούθησας, Ὃν καὶ νεκρὸν γεγονότα οὐ διέλιπες· ἀλλὰ δάκρυσι, καὶ μύροις τοῦτον ἐμύρισας.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Γυναικεῖον ἅπαν δέος σῆς ψυχῆς ἀποῤῥίψασα, Μυροφόρε πόῤῥω, πόλιν τῶν Ῥωμαίων κατέλαβες· καὶ σταυρωτῶν τοῦ Κυρίου ἐφανέρωσας, τὴν κακόνοιαν· οὓς καὶ θανάτῳ παρέδωκας.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡραιώθης Μυροφόρε τοῖς ὡραίοις χαρίσμασι, τὸν ὡραῖον Λόγον, τοῦ Θεοῦ ὡραίως ποθήσασα, τὸν τοὺς ὡραίους ποιοῦντα τὴν σὴν κοίμησιν, ὡραΐζοντας, ὡραίοις ὕμνοις Ἀπόστολε.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἀναστάντα κατιδοῦσα Σὸν Υἱὸν Μητροπάρθενε, ἔδει Σε χαρῆναι, ὡς προλυπηθεῖσαν ὡσαύτως τε, τὰς ἑπομένας Σοι πάσας, ὧν ἡ ἔνδοξος, καὶ κορυφαία Μαγδαληνὴ ὦ πανάμωμε.
Τῆς Παρθενομάρτυρος. Τὴν ἀνεξιχνίαστον.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν ἐπανθούσαν Μαρκέλλα σεμνή, ἔχουσα ἀθλήσεως ἤνυσας, δρόμον διόπερ, νῦν παρίστασαι Θεῷ, Οὑ ἔρως σὴν κατέφλεξεν ψυχὴν καὶ καρδίαν ἀοίδιμε.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θάλλασαν ἐξέφυγες τὴν τῶν παθῶν, τῶν πολυταράχων καὶ ἔδραμες ἐν τῷ λιμένι, τῷ ἀκλύστῳ τοῦ Θεοῦ, ἔνθα Μαρτύρων τάγματα, πέλουσι Μαρκέλλα πανέντιμε.
Δόξα Πατρί…
Ἰὸν τὸν τοῦ ὄφεως, ὅπερ Ἀδάμ, πόθῳ τῆς θεώσεως πέποκε, Μάρτυς Μαρκέλλα, μὴ πιοῦσα ὡς σοφή, αὐτὸν πανσόφως ᾔσχυνας· ὅθεν σοῦ τὴν μνήμην γεραίρομεν.
Καὶ νῦν… Θεοτοκίον
Ἡ πανυπερθαύμαστος Μήτηρ Θεοῦ, λάμψον μετανοίας ἀκτῖνα μοι, λῦσον τὸν ζόφον, τῶν ἀμέτρων μου κακῶν, τοὺς πονηροὺς ἀπέλασον, κόρη λογισμοὺς τῆς καρδίας μου.
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠδὴ ε’
Ὁ Εἱρμός.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰσχύς μου καὶ ὕμνησις, ὑπάρχει παναμώμητε· ἔρεισμα στεῤῥὸν τῆς ἀληθείας· τῆς εὐκληρίας ἡ ἐπανακλῆσις· ἐν ἡ ἀνατίθημι σεμνή, πᾶσαν τὴν ἐλπίδα μου, καὶ ζωῆς τὴν ἀπόλαυσιν.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σεμνὴ χαριτόπλοκος, σὺ εἶ φύσιν τὴν ἀστεκτον, κρύψασα Θεότητος ἐν μήτρα ἀναλλοιώτως ἐν ὑποστάσει μιᾷ· δι᾿ ἧς σαρκοφόρος ὁ Θεός, πᾶσιν ἀναδέδεικται, καὶ βροτὸς ὑπερούσιος.\
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Γλυκεῖα σὺ θάλασσα, ἀλλ᾿ ὅμως ἀδιάβατος, ἄρδην ἡ βυθίσασα τριστάτας, καὶ ἀναβάτας σὺν νοητῷ Φαραῷ· καὶ σώσασα νέον Ἰσραήλ, πόλιν εἰς οὐράνιον, καὶ λιμένα γαλήνιον.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡραίως ὑπέρκεισαι, καὶ θαυμαστῶς ἐν κάλλεσι, νύμφη ἀσματίζουσα σοι κράζει· δι᾿ ἧς φοιτήσας, ὁ ἐραστὴς τῶν καλῶν, εὐγένισε Δέσποινα βροτῶν, φύσιν καὶ διέσωσεν, ἐκ χειρὸς τοῦ ἀλάστορος.
Ὁ Κανὼν τῆς Μυροφόρου.
Ὁ αὐτός.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐξέστησαν Τάξεις σε, τῶν Ἀσωμάτων βλέπουσαι, μνήματι Χριστοῦ παρισταμένην, τούτων τὸ ἔργον τῆς λειτουργίας σεμνή, πράττουσαν ἀγάπῃ θεϊκῇ, καὶ καταπτερνίζουσαν, τὸν ποτέ σε πτερνίσαντα.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἑόρτιον σήμερον, ἡ Ἐκκλησία ἄγει σοι, μνήμην ἐτησίως ἐκβοῶσα· σύ μου τὸ κράτος, σὺ τὸ στερεώμα· καὶ γὰρ ἐξ ἐθνῶν σαῖς διδαχαῖς, ἤχθην πρὸς ἐπίγνωσιν, τοῦ Νυμφίου μου πάνσεμνε.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀνέστη ὡς ἤκουσας, Μαγδαληνὴ ὁ Κύριος· ἔδραμες σπουδαίως ἐν τῇ πόλει, τοῖς σοῖς συμμύσταις τούτου τὴν ἔγερσιν, οἷα πρωταπόστολος σεμνή, ξένως ἀπαγγέλουσα, τῆς λαμπρᾶς Ἀναστάσεως.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς Θεοτοκίον
Παρθένε πανάμωμε, τὸν Σὸν Υἱὸν ἑώρακας· πρώτη ἀναστάντα ἐκ τοῦ τάφου· ὅμως τῷ φίλτρῳ, Μαγδαληνῆς τῆς σεμνῆς, νικωμένη δέδωκας αὐτῇ, τὰ πρωτεῖα πάναγνε· ὢ μεγίστου χαρίσματος!
. Τῆς Παρθενομάρτυρος. Ἐξέστη τὰ σύμπαντα.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κρήνη σὲ γινώσκομεν, Μαρκέλλα παμμακάριστε, σῴζουσα τοὺς δὶψει ἐκκαέντας· ὅθεν σὺν πόθῳ τῇ σῇ σορῷ ἑστηκώς, δέχομαι τὴν ἴασιν παθῶν, ψυχῆς τε καὶ σώματος, ὡς γλυκύῤῥοα νάματα.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λιμένα ἀτάραχον οἱ ἐν πελάγει πάνσεμνε, ὄντες τῆς ζωῆς τῆς ἐπικηροῦ, ἔχομεν πάντες, τὸν σὸν Μαρκέλλα ναόν, ὅνπερ σοι ἐδείματο λαός, πόθῳ, ὁ χριστώνυμος, εἰς σὴν δόξαν καὶ αἴνεσιν.
Δόξα Πατρί…
Μώμους ἀπεδίωξας, ὁλοτελὼς ἀοίδιμε, ἐκ τῆς καθαρᾶς σοῦ διανοίας, οὓς ὁ ἀντάρτης αὕτη ἀνέβαλε, καὶ γέγονας, ἔμψυχος ναός, ὅνπερ εἰσωκίσατο, ἡ Τριὰς ἡ ἀείφωτος.
Καὶ νῦν… Θεοτοκίον
Ἑώρακε πάλαι Σε, ὡς θεῖον τόμον Ἄχραντε, ἔνθεος Προφήτης, ἐν ᾧ Λόγος, ἐγράφη ἔνδον, Πατρὸς εἰς κόσμου χαρὰν καὶ ἔσωσε πάντας ὡς Θεός, πίστει προσκυνοῦντάς Σου τὴν ἀπόῤῥητον γέννησιν.
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠδὴ ς’
Ὁ Εἱρμός.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σοφίαν λόγον κηρύττομεν, Υἱὸν τὸν τοῦ Πατρὸς προαιώνιον, ἐπισκηνώσαντα, οὐσιωδῶς ἐν τῇ μήτρᾳ σου, καὶ τῇ ἀρίστῃ πλάσει, ἡμᾶς θεώσαντα.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁ στήσας ὄρη τῷ νεύματι, σὲ ὅρος νοητὸν καθυπέδειξε, Θεοχαρίτωτε, ταῖς ἀρεταῖς ὃν κατάσκιον· ἐξ οὗ αὐτὸς τὴν σάρκα κατελαξεύσατο.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰῷ δηχθεῖσα τοῦ ὄφεως, τὸ γένος ἡ Προμήτωρ διώλεσεν, ἐκ σῆς δὲ πάναγνε, ἀνερμηνευτοῦ κυήσεως, θεοῦται πᾶσα φύσις, τρόπῳ βελτίονι.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κηρύττω βλέπων τὰ θαύματα, τὰ πέρα νοῦ καὶ γνώσεως Πάναγνε, πῶς ὁ ἀχώρητος, ἐν σοι ἀῤῥεύστως κεχώρηται! πῶς χρηματίζει βρέφος ὁ Κτίστης Δέσποινα.
Ὁ Κανὼν τῆς Μυροφόρου.
Ὁ αὐτός.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Εἰς πᾶσαν γῆν ὥσπερ γέγραπται, ἐξῆλθέ σου ὁ φθόγγος Ἀπόστολε, καὶ εἰς τὰ πέρατα, τῆς οἰκουμένης τὰ ῥήματα· Δαβιτικῶς οὖν πάντες, νῦν σὲ γεραίρομεν.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ὁσίως λόγον τὸν ἄναρχον, κηρύττουσα ἐν πλοίῳ ἐμβέβλησαι, Μαρία ἔνδοξε, καὶ τῷ βυθῷ ἐπιδέδοσαι· καὶ ἐκ βυθοῦ τῆς πλάνης, πάντας ἀνήγαγες.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἐν κήπῳ πάλαι ἀκήκοε, τῆς λύπης σὴ προμήτωρ μηνύματα· ὧν τὸ ἀντίθετον, κήπῳ ταφῆς σὺ ἀκούσασα, Μαγδαληνὴ ἰάσω, ταύτης τὸ σύντριμμα.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς Θεοτοκίον
Τὴν θείαν στάμνον καὶ τράπεζαν, τὸν ἄρτον τῆς ζωῆς τὴν βλαστήσασαν, τὴν ἀγεώργητον, χώραν τὸ ὄρος τὸ ἅγιον, τὴν Θεοτόκον Κόρην, ὕμνοις τιμήσωμεν.
Τῆς Παρθενομάρτυρος. Τὴν θείαν ταύτην.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Νικᾶται δύναμις ἅπασα, δαιμόνων καὶ ἐχθρῶν τῇ ἰσχύϊ σου· ὅθεν δεόμεθα τὴν νῆσον πᾶσαν περισῷζε, ἡμῶν Μαρκέλλα ἔνδοξε, ταῖς πρεσβείαις σου.
Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ξενίζει πάντας ἀοίδιμε, τὸ ὕδωρ τὸ ἐκ πέτρας χεόμενον, ἥ σε ἐδέξατο, καὶ νῦν τὸ σῶμα καλύπτει σου, τέρατα καὶ σημεῖα τελοῦν ἑκάστοτε.
Δόξα Πατρί…
Ὁ διαῤῥήξας καὶ σώσας σε, τὴν πέτραν ἐκ τοῦ ἄγους ἀμόλυντον, πατρῴας μίξεως, Θεὸς Μαρκέλλα ἐδόξασε, θαυμάτων ἐνεργείαις καὶ ἐμεγάλυνεν.
. Καὶ νῦν… Θεοτοκίον
Ἡ μόνη πάντων βοήθεια, βοήθησον ἡμῖν κινδυνεύουσι, καὶ χεῖρα ὄρεξον, καὶ πρὸς λιμένα ἐμβίβασον, τῆς σωτηρίας Κόρη Θεοχαρίτωτε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ ὑπερούσιος Θεὸς ἐν τῷ κόσμῳ, μετὰ σαρκὸς ἐπιφοιτῶν Μυροφόρε, σὲ ἀληθῆ Μαθήτριαν προσήκατο, ὅλην σου τὴν ἔφεσιν, πρὸς αὐτὸν κεκτημένην· ὅθεν καὶ ἰάματα, ἀπετέλεσας πλεῖστα· καὶ μεταστᾶσα νῦν ἐν οὐρανοῖς, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.
Ὁ Οἶκος
Τὸ φῶς τοῦ κόσμου ὁ Χριστός, ἀνύστακτον ἰδών σου, τῆς πίστεως τὸ ὄμμα, ἀγάπης τε τὸ φίλτρον, τὸ ἀναπόσπαστον σεμνή, πρώτῃ ἐμφανίζει ἑαυτόν σοι, ἀναστὰς ἐκ τοῦ μνημείου, ὤκιστα ἐλθούσῃ μετὰ μύρων, καὶ προσιούσῃ σὺν δάκρυσι, τῷ ἀπροσπελάστῳ· καὶ αὐτός σοι ἀμειβόμενος, τὴν τοῦ Πνεύματος θείαν ἐνέργειαν δωρεῖται, καὶ τῆς πρὸς τὸν ἄναρχον Πατέρα ἀνόδου, ἐμφανίζει σοι βουλήν· καὶ πέμπει δέ σε, θεῖα εὐαγγέλια, τοῖς κατεπτηχόσι Μύσταις, τῆς αὑτοῦ ἐγέρσεως ἀπαγγεῖλαι. Διὸ μεγίστην πρὸς αὐτὸν ἔχουσα παῤῥησίαν, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΒ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἉγίαςΜυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς.
Στίχοι
-
Ἁφαῖς ἀΰλοις ἅπτεταί σου, Χριστέ μου,
-
Μή μου, πρὸς ἣν ἔφησας, ἅπτου, Μαρία.
-
Δευτερίῃ Μαρίῃ μύσεν εἰκάδι Μαγδαληνή.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἉγίαςὉσιομάρτυρος Μαρκέλλης.
Στίχοι
-
Κἂν ἀγνοῶμεν πάντες ἡμεῖς, Μαρκέλλα,
-
Ἀθλήσεως σῆς Χριστὸς οἶδε τὸν τρόπον.
-
Πότμον ὑπὲστη ἀδικοθύτου Σῶτερ.
-
Ἐξ ἀδίκου φεύγουσα μιγῆς πατρώας.
-
Τοῦ Δαβὶδ ἀκούσασα Σωτήρ μου λόγον.
-
Ἀδικίαν φάσκοντα ἐβδελυξάμην.
-
Εἰς νοῦν δὲ τὸν Λὼτ θυγατρογάμον φέρω.
-
Οἷα πέπονθε πράττων ἀισχύνης δρᾶμα.
-
Βέλει τέτρωμαι ἐκ πατρὸς μιαιφόνου.
Τῇ αὐτὴ ἥμερα, μνήμη τοῦ Ὁσίου Μενελάου, ἰδρυτοὺ τῆς Μονῆς Μένατε ἐν Γαλλίᾳ.
Στίχοι
-
Ἠστραψε βίος Μενελάου ὁσίου,
-
ὥσπερ ἀστραπὴ τοῖς πέρασι διαλάμπει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ’. ᾨδὴ α’
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ὁ β’ χορός
ᾨδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…
ὁ α’ χορός
…στεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾨδὴ δ’
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
ᾨδὴ ε’
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ὁ β’ χορός
ᾨδὴ ς’
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ὁ α’ χορός
ᾨδὴ ζ’
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾨδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
Καταβασία
ᾠδὴ θ’.
Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Γυναῖκες ἀκουτίσθητε
Τῶν Μυροφόρων πρώτην σε, καὶ Ἀποστόλων ἔνδοξε, ἰσάριθμον καὶ ἀγγέλων, γινώσκομεν θεωρὸν σε, καὶ τὴν Χριστοῦ Ἀνάστασιν, πρώτην ἰδοῦσα Πάνσεμνε, καὶ μυστηρίων ὄντως τε, ἀῤῥήτων γνώστην σε μόνην, Μαρία νύμφη Κυρίου.
ὁ β’ χορός
τῆς Παρθενομάρτυρος. Ὅμοιον
Ἡ νῆσος Χῖος τέρπεται, παλαίσμασι τῆς Μάρτυρος, καὶ πανευφήμου Μαρκέλλης, ἥ περ Χριστὸς καταστέφει, σὺν τοῖς προδιαλάμψασι, τρισίν Ἁγίοις πρότερον, Ἰσιδώρω τῷ Μάρτυρι, Μυρόπῃ τῇ Ἀθληφόρῳ, καὶ τῇ Ὁσία Ματρώνῃ.
ὁ α’ χορός
Μαρία κυριώνυμε, καὶ τοῦ Χριστοῦ Μαθήτρια, σὺν ταῖς λοιπαῖς Μυροφόροις, καὶ τῇ Παρθένῳ Μαρίᾳ, καὶ μόνῃ Θεομήτορι, ἀπαύστως καθικέτευε, τὸν σταυρωθέντα Κύριον, ὑπὲρ ἡμῶν Μυροφόρε,….
ὁ β’ χορός
…… τῶν σὲ τιμώντων ἐκ πόθου.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος πλ. δ΄´
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὢ τοῦ παραδόξου θαύματος.
Χριστοῦ φανέντος τοῖς ἴχνεσιν, ἀκολουθοῦσα σεμνή, καὶ αὐτὸν θεραπεύουσα, γνώμης προθυμότατα, Μυροφόρε εὐθύτητι, οὐδὲ θανόντα, τοῦτον κατέλιπες, ἀλλ’ ἀπελθοῦσα, μύρα σὺν δάκρυσι, τούτῳ προσήνεγκας, συμπαθῶς πανεύφημε· ὅθεν τὴν σήν, μνήμην τὴν πανίερον, πανηγυρίζομεν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Σὺ ὦ Μαρία ὑπέρλαμπρε, βλέψαι ποθοῦσα ζωήν, νεκρωθείσαν ἐν μνήματι, νυκτὸς παραγέγονας, καὶ Ἀγγέλων ἀκήκοας· καθὼς προέφη, Χριστὸς ἐγήγερται· σπουδῇ τοῖς τούτου, Μαθηταῖς φάσκουσα, καὶ τὴν κατήφειαν, ἐκ ψυχῆς ἀπώσασα, ἀντὶ κλαυθμοῦ, χαρὰν ἀνεκλάλητον, ἀναλαμβάνεις σεμνή.
ὁ α’ χορὸς
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Σήμερον πιστοὶ γηθόμενοι, ἐπὶ τῇ μνήμῃ τῇ σῇ, Μυροφόρε δοξάζομεν, τὸν σὲ νῦν δοξάζοντα, ὑπεράγαθον Κύριον· Ὅν ἐκδυσώπει, ἀπαύστως πάνσεμνε, αἰωνιζούσης, δόξης τυχεῖν ἡμᾶς, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων ἔχουσα, τὴν πρὸς Αὐτόν, παῤῥησίαν πάντοτε θεομακάριστε.
Τῆς Παρθενομάρτυρος ´.
ὁ β’ χορός
Ἦχος β´.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὅτε ἐκ τοῦ ξύλου Σε.
Ξίφει τὸν αὐχένα σου σεμνή, ἔτεμε τοκεὺς καὶ γεννήτωρ, ὁ σὸς καὶ ἔδραμες, Μάρτυς εἰς Μητρόπολιν τῶν Πρωτοτόκων χαρᾷ καὶ τὰ κάλλη ἐμβλέπεις νῦν, Τριάδος τῆς θείας, ἧν δυσωποῦμέν σε, ἐκλιπαρεῖν ἐκτενῶς, ἵνα σοὺς ἱκέτας λυτρώσῃ, τῆς φρικτῆς ἐκείνης Μαρκέλλα, αἰωνιζούσης κατακρίσεως.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἐπὶ τῆς θαλάσσης οἱ ἀφροί, ἐρυθροί, ὤ θαῦμα! ὁρῶνται, Μαρκέλλα πάνσεμνε, ἔνθα σου τὸ πάντιμον, αἷμα ἐκκέχυται, οἷς πιστῶς οἱ χριώμενοι, παθῶν ἐκλυτροῦνται, διὰ τῆς σῆς χάριτος ἀνευφημοῦντὲς σε, ὡς Χριστοῦ ἀκήρατον Νύμφην, τοῦ σὲ ἐνεργείαις θαυμάτων, ἔνδοξον τοῖς πᾶσιν ἀναδείξαντος.
ὁ β’ χορὸς
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Θῦμα τῷ Δεσπότῃ σου Χριστῷ, ἤχθης ὢ Μαρκέλλα εὐῶδες καὶ παναμώμητον, πάσας ὅθεν ηὔφρανας, τὰς οὐρανίους Ἀρχάς, καὶ μακάρων ἀοίδιμε ψυχὰς· διὸ πάντες πρέσβυν πρὸς τὸν Κύριον πιστοὶ προβάλλομεν, σῶσον ἐκβοῶντες κινδύνων, καὶ παντοδαπῶν ἐναντίων, μάρτυς τοῦ Χριστοῦ τοὺς ἀνυμνοῦντάς σε.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ. α΄.
Ὑπεραρθεῖσα τὴν διάνοιαν, τῶν χαμαὶ συρομένων Μαρία ἡ ἐξάκουστος Μυροφόρος, καὶ Μαρκέλλα, ἡ θεόνυμφος, καταλλήλως ἠρίστευσαν· καὶ ἡ μὲν τῷ σαρκωθέντι Λόγῳ, κολληθεῖσα εἰλικρινῶς, καὶ Αὐτῷ διακονούσα, τῆς Αὐτοῦ οἰκονομίας, τὸ μέγα μυστήριον μεμύηται· ἡ δὲ σωφροσύνη κοσμούμενη, τὸν ἀρχέκακον ὄφιν προσβαλόντα αὐτὴ, διὰ τοῦ ἀνοσίου αὐτῆς πατρός, μαρτυρικῶς ἐθριάμβευσεν. Καὶ νῦν τῷ ἀθανάτῳ Βασιλεῖ συνοῦσαι, ἀδιαλείπτως πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Μακαρίζομεν σὲ Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ. α΄’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
-
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
-
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
-
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
-
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
-
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
-
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
-
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
-
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
-
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
-
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
-
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
-
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
-
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.