ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ ΚΑΙ ΟΣΙΑΣ ΜΑΡΚΕΛΛΗΣ ΤΗΣ ΧΙΟΠΟΛΙΤΙΔΟΣ (2019)

22 ΙΟΥΛΙΟΥ 2019

+ ΜΝΗΜΗ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ ΚΑΙ  ΟΣΙΑΣ ΜΑΡΚΕΛΛΗΣ ΤΗΣ ΧΙΟΠΟΛΙΤΙΔΟΣ

                                  Τῌ ΚΥΡΙΑΚῌ  ΕΣΠΕΡΑΣ (21/07/19)

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν  εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν…..

ὁ α’ χορός

Ἦχος πλ. δ’  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ὢ τοῦ παραδόξου θαύματος

τοῦ παραδόξου θαύματος! πῶς Χριστοῦ τῶν ποδῶν, ἡ Μαρία ἥψατο καὶ πρώτη τὴν ἐκ νεκρῶν αὐτοῦ Ἀνάστασιν, κατεῖδε ξενοπρεπώς, ἐπιτυχοῦσα τῆς θείας ἑλλάμψεως· βοάτω πᾶς ὁ λαός, ἐν καθαρᾷ τῇ καρδίᾳ γεραίροντες, τὴν ἐν Μυροφόροις πρώτην, καὶ εὐαγγελίστριαν· ἧς τῇ θείᾳ πρεσβεία, τῶν δεινῶν ἀπαλλαττόμεθα.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Μύρων τῶν σεπτῶν σου πάνσοφε, ἡ ὀσμὴ ἐξῆλθεν, εἰς τὰ κόσμου πέρατα, καὶ πάσας τῶν εὐσεβῶν, ψυχὰς ἐμύρισεν, τῶν πόθῳ ἐν τῇ σορῷ, σεπτῆς χειρὸς προσψαυόντων σου ἔνδοξε, ἐκ πάσης φθοροποιοῦ, νόσου καὶ πάθους λαμβάνομεν ἴασιν· ὅθεν τὴν σεπτήν σου μνήμην, νῦν πανηγυρίζομεν, καὶ αἰτοῦμεν πρεσβεύειν, ὑπὲρ τῶν ἀνευφημούντων σε.

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὴν σὴν γεραίρομεν πάνσοφε, εὐανδρίαν πάντες, καὶ ψυχῆς στεῤῥότητα, Μαρία ἡ τῶν πιστῶν, ὁμοῦ ὁμήγυρις· ἐκήρυξας γὰρ τρανῶς, τὴν ἐκ νεκρῶν τοῦ Σωτῆρος Ἀνάστασιν, δι᾿ ἧς οἱ πάντες ἡμεῖς, τῇ εὐσεβείᾳ πιστῶς ἐστηρίχθημεν, καὶ πρὸς σὲ σεμνὴ βοῶμεν· μετὰ σοῦ ἡ δύναμις, τοῦ Κυρίου ὑπάρχει, ἕκτελούσα τὰ θαυμάσια.

Τῆς Παρθενομάρτυρος.

ὁ β’ χορός

Ἦχος α’.

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

 Τῶν οὐρανίων ταγμάτων.

Τῆς ἀθλοφόρου Μαρκέλλης, τὴν μνήμην σήμερον, ἐν ἐτησίοις ὕμνοις, ἑορτάσωμεν πάντες, φιλέορτοι ἐνδόξως, ἥτις Χριστῷ τῷ Κυρίῳ παρίσταται, ἐκδυσωποῦσα ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων αὐτήν.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Ἡ νῆσος Χῖος καυχάσθω, ὅτι ἐξήνθησε, τὸ Παρθενίας ἄνθος, τὸ θεόβλαστον ὄντως, τὴν ἔνδοξον Μαρκέλλαν ἥπερ ἀεί, τῷ Κυρίῳ παρίσταται, ἐκδυσωπούσα ἀπαύστως ὑπὲρ αὐτῆς, παῤῥησίᾳ καὶ τοῦ κόσμου παντός.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Τὴν ἱερὰν καὶ λαμπράν σου, μνήμην δοξάζοντες, Μαρκέλλα μακαρία, καὶ πιστῶς ἐκτελοῦντες, βοῶμέν σοι σὺν πόθῳ ῥῦσαι ἡμᾶς, τῆς φλογὸς τῆς κολάσεως, καὶ τῶν βελῶν τοῦ βελίαρ ταῖς πρὸς Χριστόν, ἱκεσίαις σου πανεύφημε.

 ὁ α’ χορός

Δξα Πατρί… Ἦχος πλ. β΄.

Σὴμερον τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ ἐκλάμπουσιν, οἷα λυχνία δίφωτος ἡ Μυροφόρος Μαρία, καὶ ἡ ἀκήρατος Αὐτοῦ νύμφη Μαρκέλλα· τῇ γὰρ βουλῇ τῇ θείᾳ ἀμέμπτως πορευθεῖσαι, ἐν ἀνδρείῳ φρονήματι, θεοπρεπῶς Αὐτῷ εὐηρέστησαν, καὶ τῆς ἄνω δόξης, ἐνδίκως μετέσχον· ἡ μὲν γὰρ μύροις τὸ ἄχραντον Αὐτοῦ σῶμα, ἀλείψαι σπεύδουσα, τῆς Αὐτοῦ Ἀναστάσεως, τὸ φῶς ἐθεάσατο, ὁ καὶ τοῖς ἀθυμούσιν Ἀποστόλοις εὐηγγελίσατο· ἡ δὲ τὴν τοῦ πατρὸς ἄθεσμον βουλὴν ἐκφυγοῦσα, ἀθλητικοῖς αἵμασι, τὴν ἑαυτῆς ἁγνείαν ἐπορφύρωσε, καὶ νῦν ἀπαύστως πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν

ὁ β’ χορός

Κα νν… Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τς ψυχς μν.

 Εσοδος.

Σοφα ρθοί !

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τῇ Κυριακῇ ἑσπέρας Ἦχος πλ. δ’ 

 ὁ α’ χορός

δοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. 

 ὁ β’ χορός

δοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. 

 ὁ α’ χορός

ΣτίχΟἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν

δοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. 

καὶ τὰ Ἀναγνώσματα.

Προφητείας σαΐου τ νάγνωσμα (Κεφ. 60, 1-16)

Φωτίζου, φωτίζου Ἱερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. ἰδοὺ σκότος καλύψει γῆν ὡς γνόφος ἐπ᾿ ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου. ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου· ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ᾿ ὤμων ἀρθήσονται. τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γαιφά· πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσι καὶ λίθον τίμιον καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς; ἐμὲ αἱ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸ χρυσὸν αὐτῶν μετ᾿ αὐτῶν διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ ᾿Ισραὴλ ἔνδοξον εἶναι. καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε. καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διαπαντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς αὐτῶν ἀγομένους. τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται. καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. καὶ πορεύσονται πρός σε δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιὼν ἁγίου ᾿Ισραήλ. διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν, καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς. καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι· καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε ὁ Θεὸς ᾿Ισραήλ. 

Προφητείας ωλ τ νάγνωσμα

Τάδε λέγει Κύριος· Τὰ τέκνα Σιών, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν, ὅτι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν, καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου, καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέφαγεν ἡ ἀκρίς, καὶ ὁ βροῦχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ κάμπη, καὶ ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς, καὶ φάγεσθε ἐσθίοντες, καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὃς ἐποίησε μεθ’ ὑμῶν θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα. Καὶ ἐπιγνώσεσθε, ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνθῇ ἔτι ὁ λαός μου εἰς τὸν αἰῶνα. Καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν, ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται. Καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου, ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσι, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τήν ἡμέραν Κυρίου τὴν μεγάλην, καὶ ἐπιφανῆ, καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.

Παροιμιν τ νάγνωσμα.

Υἱὲ ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντα ὑγιῶς· ἄνοιγε σὸν στόμα, καὶ κρίνε δικαίως. Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ· γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δὲ ἐστὶ λίθων πολυτελῶν ἡ τοιαύτη· θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς. Ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ αὐτῆς ἀγαθὰ καὶ οὐκ κακά. Πάντα τὸν χρόνον εὑραμένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς· ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν. Συνάγει ἑαυτῆς τὸν πλοῦτον· καὶ ἀνίσταται ἐκ νυκτὸς, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο· ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα· ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον· ἐγεύσατο ὅτι καλὸν τὸ ἐργάζεσθαι, καὶ οὐ σβέννυται ὁ λύχνος αὐτῆς, ὅλην τὴν νύκτα. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα. Τοὺς πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρα δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ· οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποῦ χρονίζῃ. Πάντες γὰρ οἱ παρ’ αὐτῇ, ἐνδεδυμένοι εἰσι. Δισσὰς στολὰς καὶ χλαίνας, ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς· ἡνίκα ἐὰν κάθῃται ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων, καὶ κατοίκων τῆς γῆς· σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις· ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα δὲ αὐτῆς διήνοιξε προσεχόντως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς· στεναὶ διατριβαὶ οἴκων αὐτῆς· σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν· ἀνέστη τὰ τέκνα αὐτῆς καὶ ᾔνεσαν αὐτήν. Καὶ ὁ ἀνὴρ αὐτῆς ἐπῄνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν· πολλαὶ ἐκτήσαντο πλοῦτον· πολλαὶ εὗρον δόξαν. Σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικῶν οὐκ ἔστιν ἐν σοί. Γυνὴ γὰρ συνετὴ εὐλογεῖται· φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες…. 

Ὁ Προεστὼς ἢ ὁ ναγνστης

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν….

Ες τν Λιτήν, διόμελον. χος α΄.

Πνευματικοῖς ᾄσμασι τὴν Μυροφόρον τοῦ Χριστοῦ ἅπαντες εὐφημήσωμεν, Μαρίαν τὴν Μαγδαληνὴν· αὕτη γὰρ τὴν ἀχλὺν τῆς ἀθυμίας, τῶν Ἀποστολικῶν προσώπων ἐξηφάνισεν, ὁ Χριστὸς ἀνέστη πρὸς αὐτοὺς ἐκβοήσασα καὶ νῦν τῷ ποθουμένω ἐπαπολαύουσα τρισηλίῳ φωτί, ἐκτενῶς ἱκετεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν, τῶν ἐκ πόθου ἑορταζόντων, τὴν παναγίαν αὐτῆς κοίμησιν.

πστιχα

Στιχηρ Προσόμοια

        ὁ α’ χορός

Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τετρωμένη τῷ ἔρωτι, τῆς Χριστοῦ ἀγαπήσεως, καὶ Αὐτοῦ τοῖς ἴχνεσι πόθῳ σπεύδουσα, Μαγδαληνὴ ἀξιάγαστε, Αὐτὸν οὐ κατέλιπες, καὶ θανόντα ὡς βροτόν, ἀλλὰ μύρα σὺν δάκρυσι, προσεκόμισας, ἐν τῷ μνήματι Τούτου Μυροφόρε, καὶ Αὐτὸν ἑξαναστάντα, θεασαμένη ἐδόξασας.

ὁ β’ χορός

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.

Ὡς παρθένος ἀκήρατος, καὶ Χριστοῦ νύμφη ἄσπιλος, ἀντιτάξω πάνσεμνε τῷ ἀλάστορι, καὶ τὴν ἁγνείαν σου ἄφθορον, ὡς προῖκα πολύτιμον, σὺν τοῖς αἵμασι τοῖς σοῖς, τῷ Νυμφίῳ σου προσενήνοχας, καὶ θαλάμων Μαρκέλλα οὐρανίων, ὡς Παρθένος τε, καὶ Μάρτυς, θεοειδὴς κατηξίωσαι.

ὁ α’ χορός

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Μυροφόρων τὴν ἔξαρχον, ἀρετῶν τὸ κειμήλιον, τῆς ἀνδρείας ἄγαλμα, καὶ φρονήσεως, Μαγδαληνὴν τὴν θεόληπτον, συμφώνως τιμήσωμεν, καὶ Μαρκέλλαν τὴν σεμνὴν τὸ τῆς Χίου καλλώπισμα, μακαρίσωμεν, ὡς ἐξαίρετον ἄνθος τῆς ἁγνείας καὶ σεμνότητος ταμεῖον καὶ τῶν Μαρτύρων ἰσότιμον.

ὁ β’ χορός

Δόξα. Ἦχος δ΄.

Τῆς εὐσεβείας τῷ φωτί, ἡ Μαγδαληνὴ Μαρία, καὶ Μαρκέλλα ἡ πάνσεμνος, πτερωθεῖσαι τὴν διάνοιαν πάντα σκύμβαλα ἡγήσαντο, ἵνα Χριστὸν κερδήσωσιν· ὤ τοῦ θαύματος, πῶς ἡ ἀσθενὴς φύσις καὶ ἔνυλος πρὸς ἀνδρικούς ἀγῶνας ἀντεπαρετάξατο; Καὶ ἡ μὲν ἀποστολικὴν ἀνύσασα πορείαν, τῆς τοῦ Χριστοῦ οἰκονομίας καὶ ἐγέρσεως ὑποφῆτις ὤφθη· ἡ δὲ ἀθλητικὸν τελέσασα στάδιον, μαρτυρικῶν ἀναῤῥίσεων καὶ στεφάνων ἠξίωται· καὶ ἀμφότεραι δυσωποῦσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Καὶ νῦν. Θεοτοκίον.

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

ὁ προεστὼς: Νῦν ἀπολύεις …Τρισάγιον..

ὁ α’ χορὸς

  πολυτίκιον. χος α΄. Τν τάφον Σου Σωτήρ.

Χριστῷ τῷ δι᾽ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, Σεμνὴ Μαγδαληνή, ἠκολούθεις Μαρία, Αὐτοῦ τὰ δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ πόθῳ γεραίρομεν.

ὁ β’ χορός

Δόξα. Πατρί... Τῆς Παρθενομάρτυρος. Ἦχος ὁ αὐτός. Τῆς ἐρήμου πολίτης.

Τῆς ἁγνείας τὸ ῥόδον καὶ τῆς Χίου τὸ βλάστημα, τὴν ἁγίαν Μαρκέλλαν, ἐν ᾠδαῖς εὐφημήσωμεν· τμηθεῖσα γὰρ χειρὶ τῇ πατρικῇ, ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ, ῥῶσιν νέμει καὶ κινδύνων ἀπαλλαγήν, τοῖς πρὸς αὐτὴν κραυγάζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πᾶσιν ἰάματα.

ὁ α’ χορός

Κα νν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

πόλυσις  

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν….»

https://agioskosmasoaitolos.wordpress.com

21 ΙΟΥΛ19 ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΜΑΓΔΑΛΗΝΗΣ ΚΑΙ ΟΣΙΑΣ ΜΑΡΚΕΛΛΗΣ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s