ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ (2019)

22 ΙΟΥΛΙΟΥ 2019

+ΜΝΗΜΗ AΓΙΑΣ  ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

Αποτέλεσμα εικόνας για αγια μαρια μαγδαληνη

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…   

χος α’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

  πολυτίκιον. χος α΄. Τν τάφον Σου Σωτήρ.

Μαρία ἡ σεμνή, τετρωμένη τῷ πόθῳ, Χριστοῦ τοῦ ἑαυτῆς, οὐρανίου Νυμφίου, τὰ μύρα ἐκόμισε, πρὸς τὸ μνῆμα τὸ ἅγιον· ἧς τὴν πάντιμον, χεῖρα πλουτοῦντες ἡμεῖς δέ, ἀσπαζόμεθα, ταύτην σὺν πόθῳ τὴν χάριν, αὐτῆς ἀρυόμενοι.

ὁ β’ χορός

Δόξα. Πατρί…. μοιον.

Χριστῷ τῷ δι᾽ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, Σεμνὴ Μαγδαληνή, ἠκολούθεις Μαρία, Αὐτοῦ τὰ δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ πόθῳ γεραίρομεν.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος… 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

Κάθισμα τῆς Ἁγίας

ὁ α’ χορός

χος α. Τν Τάφον σου Σωτήρ.

Τὸ ἄκρον ἐφετόν, ἀγαπήσασα ὄντως, σεμνὴ Μαγδαληνή, ἡδονὰς ἐβδελύξω· τὸν κόσμον μισήσασα, τὸ ποθούμενον ἔφθασας. Ὅθεν ἔνδοξε, ὑπὲρ ἡμῶν ἐκδυσώπει, ὅπως σχέσεως, τῶν ἡδονῶν λυτρωθῶμεν, ἀγάπῃ τοῦ κρείττονος.

ὁ β’ χορός

Δόξα… Καὶ νύν… Θεοτοκίον

νέος οὐρανός, ὁ χωρήσας ἀῤῥήτως, τὸν ἐν τοῖς οὐρανοῖς, μὴ χωρούμενον Λόγον· παλάτιον ἔμψυχον, τοῦ Δεσπότου τῆς κτίσεως, ἡ περίδοξος, καὶ περιώνυμος Κόρη, τοῦ Σωτῆρός μου, τῆς οὐρανίου πατρίδος, πολίτην με ποίησον.

Μετὰ τὴν β´ Στιχολογίαν.

Κάθισμα τῆς Ἁγίας

ὁ β’ χορός

χος πλ. δ. Τν Σοφίαν κα Λόγον.

Τῷ πτωχεύσαντι Λόγῳ ὑπερβολῇ, εὐσπλαγχνίας Μαρία Μαγδαληνή, σαφῶς ὡς Μαθήτρια, ἀληθῶς διηκόνησας· καθορῶσα δὲ τοῦτον, Σταυρῷ ἀναρτώμενον, καὶ ἐν τάφοι τεθέντα, ἐθρήνεις δακρύουσα. Ὅθεν σὲ τιμῶμεν, καὶ τὴν σὴν ἐκτελοῦμεν, ἐν πίστει πανήγυριν, Μυροφόρε ἀοίδιμε, καὶ συμφώνως βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορός

Δόξα… Καὶ νύν… Θεοτοκίον

Δεῦτε πάντα τὰ ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες· χαῖρε θρόνε πυρίμορφε, τοῦ τῶν ὅλων δεσπόζοντος, Ἰησοῦ τοῦ Παντάνακτος· χαῖρε μόνη Κυρία, τοῦ κόσμου πανάχραντε· χαῖρε τὸ δοχεῖον, τῆς Ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον, Μαριὰμ Ἀειπάρθενε, Θεοτόκε πανύμνητε χαῖρε πάνσεμνε Νύμφη ἡλιοστάλακτε· χαῖρε πάντων τῶν ὑμνούντων σε.

Μετ τν Πολυέλεον· Κάθισμα. χος δ. πεφάνης σήμερον.

ὁ α’ χορός

Τὸν ναόν σου πάνσεμνε, οἶκον θαυμάτων, καὶ δαιμόνων μάστιγα, καὶ ἰατρεῖον, λοιμικῆς, Μαγδαληνὴ ὀνομάζομεν, καὶ πάσης λύπης ταχεῖαν παράκλησιν.

ὁ β’ χορός

Δόξα. Κα νν. Θεοτοκίον.

Μωϋσῆς ἑώρακε, πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθείσαν πανάμωμε δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

ὁ α’ χορός

 · κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

 · κ νεότητός μου ……

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών,

ὁ α’ χορός

Δόξα Πατρὶ…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ’

ὁ α΄ χορὸς

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.

ὁ β’ χορὸς

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.

ὁ α’ χορὸς

Στίχος. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.

 

ΕΩΘΙΝΟΝ Γ’, ΜΑΡΚΟΥ 16,9-20

ναστὰς ὁ Ἰησοῦς πρωῒ πρώτῃ Σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ’ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κᾀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις, εἰς ἀγρόν. Κᾀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς, οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τήν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον, οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθείς, σωθήσεται, ὁ δὲ ἀπιστήσας, κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει. Ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσι, κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει, ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες, ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος, διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

Δόξα σοι Κύριε, δόξα σοι.  

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα)

Πατρί… Ἦχος β’

Ταῖς τῆς Μυροφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος   β´.

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

ναστάντα Ἰησοῦν, πρώτη Μαρία ὡς ἐθεάσω, ἔδραμες ταχύ, σοῖς συμμύσταις, τὴν αὐτοῦ μηνῦσαι Ἐγερσιν.

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Θεοτόκου.

Ποίημα το γίου Θεοφάνους Νικαίας το Γραπτο. Ο κροστιχς νευ τν ερμν: Ανν παρχς εσάγω σοι Κυρία. Θεοφάνς.

δ α. χος δ. Ερμός.

ὁ α’ χορὸς

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορὸς

νοίξω τὸ στόμα μου……..

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Αἰσθήσεων Δέσποινα, διπλῆν πεντάδα συνέτισον, δεκάχορδον ὄργανον, δεῖξον σῇ χάριτι, τὴν ὑπερχρόνον, Σοφίαν ἡ τεκοῦσα, ἁρμόνιον ὅπως σοι, ᾄσω μελῴδημα.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

σχὺϊ Πανάμωμε, βουλῆς μεγάλης ὁ Ἄγγελος, ὁ πάντα στησάμενος, ἐκ τοῦ μὴ ὄντος τὸ πρίν, ἐπεδήμησεν, ἐκ σοῦ δι᾿ εὐσπλαγχνίαν, καὶ σχίσας τὸν κώδικα, λύσιν δεδώρηται.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νεφέλην σὲ ἔμψυχον, τοῦ Πατρικοῦ ἀπαυγάσματος, γινώσκομεν Δέσποινα, ἀνατολὴν τοῦ φωτός, τοῦ φωτίσαντος, ἡμῶν τὴν ἀκοσμίαν, καὶ πάντας ἑλκύσαντος, πρὸς τὰ οὐράνια.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ράθης ἀσύγκριτος, κόσμος τῶν ἄνω δυνάμεων, καὶ πάσης τῆς κτίσεως, Θεογεννῆτορ ἁγνή, ἡ θεώσασα, τὴν φύσιν τῶν ἀνθρώπων, καὶ ᾌδην νεκρώσασα, μόνη τῷ τόκῳ σου.

Ὁ Κανὼν τῆς Μυροφόρου.

δ α΄. χος κα Ερμός, ατός.

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸ στόμα μου ἤνοιξα, λοιπὸν σὺ πλήρωσον Πνεύματος, Θεὲ ὥσπερ ἔφησας, πάλαι προφήτῃ τῷ σῷ, Μυροφόρου σου, μυρίσαι μνήμην μύροις, ἐθέλοντος σῶμά σου, τῆς μυρισάσης σε.

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πήστραψε σήμερον, ἡ παμφαής σου πανήγυρις, ἡλίου φαιδρότερον, τὰς ἐν τῷ σκότει ψυχάς, καταλάμπουσα, καὶ σκότος τῶν δαιμόνων, Μαρία ἐλαύνουσα, Χριστοῦ μαθήτριαν.

ὁ α’ χορός

Δξα Πατρί…

Τὴν ποίμνην σου φύλαττε, τὴν σὲ τιμῶσαν Ἀπόστολε, ἐχθρῶν ἀοράτων τε, καὶ ὁρατῶν ἀσινῆ, πολεμίων τε, μαχαίρας καὶ πολέμου, λιμοῦ καὶ ποντώσεως, καὶ βλάβης ὕπερθεν.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

Τὸ μνῆμα κατέλαβε, τοῦ ἐκ τῆς Σῆς ἀνατείλαντος, γαστρὸς ἀειπάρθενε, ἀνδρώου δίχα σπορᾶς· ἑπομένην Σοι, ἔχουσα θρηνωδοῦσαν, ὁμώνυμον σύναλγον, καὶ συνεργάτιδα.

 

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ γ’   Ερμός.

ὁ α’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου. στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορὸς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε………..

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

 

Νενίκηνται φύσεως οἱ ὅροι, καὶ λέλυνται νόμοι φυσικοί, τῇ ὑπὲρ νοῦν λοχείᾳ σου, Παρθενομῆτορ ἄχραντε, ἐκ σοῦ γὰρ ὁ ἀνείδεος, σαρκὸς τὸ εἶναι προσείληφεν.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

μίαντον κλίνην Σολομὼν σε, κατεῖδεν ἑξήκοντα σοφοῖς, πυργυρουμένην Δέσποινα, ἐν ἡ Θεὸς τὸ πρόσλημμα, ἀνακλιθεὶς προσέλαβε, καὶ τοῖς βροτοῖς προσωμίλησεν.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πορφύραν ἁγνῶν σοῦ ἐξ αἱμάτων, ὁ Λόγος φορέσας τοῦ Θεοῦ, δίχα τροπῆς καὶ φύρσεως, καὶ τοῦ Ἀδὰμ τὴν γύμνωσιν, καλύψας περιέβαλε , τὴν θεϊκὴν ὡραιότητα.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

στέκτου Θεότητος χωρίεν, καὶ πόλις ἡ ἔμψυχος Θεοῦ, σὺ ὤφθης Παναμώμητε, ἐν ἡ μεγάλα εἴργασται, τῆς ἀποῤῥήτου γνώσεως, ἃ ἐξ αἰῶνος οὐκ ἤκουσται.

Ὁ Κανὼν τῆς Μυροφόρου.

  ατός.

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

γγέλων τὰ Τάγματα προσθήκην, σὲ νύμφην ἐδέξαντο Χριστοῦ, καὶ Ἀποστόλων ὅμιλος, τῶν Προφητῶν Ὁσίων τε, τούτων τὸν βίον πάνσεμνε, ἤπερ τις ἄλλος ζηλώσασαν.

ὁ β’ χορὸς

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ς πνεύματι τεταπεινωμένῳ, καὶ τρόποις χρηστοῖς ἀκολουθεῖν, τοῖς ἴχνεσι ποθήσασαν, Μαρία τοῦ Χριστοῦ σπουδῇ, πρὸς ἀπαθείας ὕψος σε· ὅθεν Αὐτὸς ἀνεβίβασεν.

ὁ α’ χορός

Δξα Πατρί…

Νυμφίον ὡραῖον ἐξ ὡραίου, παστοῦ κατιδοῦσα τὸν Χριστόν, τοῦ τάφου πρώτη Κύριον, ἐξαναστάντα ἔδραμες, μηνῦσαι τὴν Ἀνάστασιν, τοῖς μύσταις τούτου Ἀπόστολε.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

Παρθένε μιᾷ τῇ τῶν Σαββάτων, μυρίσαι τὸ σῶμα Σοῦ Υἱοῦ, ἐθέλουσα προσέδραμες, τῷ τάφῳ τούτου κλαίουσα, μετὰ Μαρίας πάναγνε, Μαγδαληνῆς Σῆς οἰκέτιδος.

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,… 

Κάθισμα   Τς γας

ὁ α’ χορός

χος δ. ψωθες ν τ Σταυρ.

Τῶν χαρισμάτω τὴν πληθὺν καὶ θαυμάτων, τίς δυνηθήσεται εἰπεῖν Μυροφόρε; Καὶ γὰρ λυτροῦσαι πάντοτε τὴν ποίμνην σου, πάσης περιστάσεως, καὶ παντοίας ἀνάγκης, λοιμοῦ τοῦ παμφθόρου τε, πυρετῶν καὶ θορύβων, τῶν κατὰ κόσμον· ὅθεν σοι σεμνή, χαριστηρίους, ᾠδὰς προσκομίζομεν.

ὁ β’ χορός

Δόξα. …..χος πλ. δ. Τν Σοφίαν κα Λόγον.

Τῷ πτωχεύσαντι Λόγῳ ὑπερβολῇ, εὐσπλαγχνίας Μαρία Μαγδαληνή, σαφῶς ὡς μαθήτρια, ἀληθῶς διηκόνησας. Καθορῶσα δὲ τοῦτον, Σταυρῷ ἀναρτώμενον, καὶ ἐν τάφῳ τεθέντα, ἐθρήνεις δακρύουσα. Ὅθεν σε τιμῶμεν, καὶ τὴν σὴν ἐκτελοῦμεν, ἐν πίστει πανήγυριν, Μυροφόρε ἀοίδιμε, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορός

Κα νν. Θεοτοκίον.

ς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος· καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν τόκον σου Ἄχραντε.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ δ’  Ερμός.

καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστέ, τῇ δυνάμει σου».

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

εῖθρον ζῶν ἀθανασίας, οἷα κρήνη πηγάσασα, τὸ τῆς εὐσπλαγχνίας, νέκταρ τὸ γλυκὺ καὶ χρυσόῤῥειθρον , τοὺς φλεγομένους ἐν δίψει ἡ δροσίζουσα, ὁ Παράδεισος, ὄντως ὁ πάντερπνος Δέσποινα.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χρυσαυγίζουσαν λυχνίαν, ἑπταφώτοις χαρίσμασι, σὲ ἐκ παντὸς γένους, ἥλιος Χριστὸς ἐξελέξατο, καὶ κατελθὼν τῶν ἀδύτων ἐνυμφεύσατο, ἀπειράνδρως, τὴν σάρκα βροτῶν εἰς ἀνάπλασιν.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Συνοχέα ἀποτίκτεις, τοῦ παντὸς τὸν συνάψαντα, εἰς ταῦτο τὰ ἄκρα, καὶ τὰ διεστῶτα ἐνώσαντα, δι᾿ ἧς τὰ ἄνω τοῖς κάτω συγχορεύουσι, καὶ δοξάζουσι, πάντα ὡς πρόξενον Δέσποινα.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ργαστήριον τῶν δύο, τῆς ἑνώσεως φύσεων, σὺ ὕπηρξας Κόρη, ὑπὲρ νοῦν καὶ λόγον καὶ ἔννοιαν, ἐξ ἧς ὁ πάντων Δεσπότης ἐξυφάνατο, οὑ τροπῇ ἀλλ᾿ ἑνώσει φορέσας τὴν σάρκωσιν.

Ὁ Κανὼν τῆς Μυροφόρου.

ατός.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ποῤῥίψασα τοῦ κόσμου ματαιότητα ἅπασαν· τῷ σῷ διδασκάλῳ, ὅλῃ τῇ ψυχῇ ἠκολούθησας, Ὃν καὶ νεκρὸν γεγονότα οὐ διέλιπες· ἀλλὰ δάκρυσι, καὶ μύροις τοῦτον ἐμύρισας.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Γυναικεῖον ἅπαν δέος σῆς ψυχῆς ἀποῤῥίψασα, Μυροφόρε πόῤῥω, πόλιν τῶν Ῥωμαίων κατέλαβες· καὶ σταυρωτῶν τοῦ Κυρίου ἐφανέρωσας, τὴν κακόνοιαν· οὓς καὶ θανάτῳ παρέδωκας.

Δξα Πατρί…

ραιώθης Μυροφόρε τοῖς ὡραίοις χαρίσμασι, τὸν ὡραῖον Λόγον, τοῦ Θεοῦ ὡραίως ποθήσασα, τὸν τοὺς ὡραίους ποιοῦντα τὴν σὴν κοίμησιν, ὡραΐζοντας, ὡραίοις ὕμνοις Ἀπόστολε.

Κα νν… Θεοτοκον

ναστάντα κατιδοῦσα Σὸν Υἱὸν Μητροπάρθενε, ἔδει Σε χαρῆναι, ὡς προλυπηθεῖσαν ὡσαύτως τε, τὰς ἑπομένας Σοι πάσας, ὧν ἡ ἔνδοξος, καὶ κορυφαία Μαγδαληνὴ ὦ πανάμωμε.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ ε’

Ερμός.

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

σχύς μου καὶ ὕμνησις, ὑπάρχει παναμώμητε· ἔρεισμα στεῤῥὸν τῆς ἀληθείας· τῆς εὐκληρίας ἡ ἐπανακλῆσις· ἐν ἡ ἀνατίθημι σεμνή, πᾶσαν τὴν ἐλπίδα μου, καὶ ζωῆς τὴν ἀπόλαυσιν.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σεμνὴ χαριτόπλοκος, σὺ εἶ φύσιν τὴν ἀστεκτον, κρύψασα Θεότητος ἐν μήτρα ἀναλλοιώτως ἐν ὑποστάσει μιᾷ· δι᾿ ἧς σαρκοφόρος ὁ Θεός, πᾶσιν ἀναδέδεικται, καὶ βροτὸς ὑπερούσιος.\

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Γλυκεῖα σὺ θάλασσα, ἀλλ᾿ ὅμως ἀδιάβατος, ἄρδην ἡ βυθίσασα τριστάτας, καὶ ἀναβάτας σὺν νοητῷ Φαραῷ· καὶ σώσασα νέον Ἰσραήλ, πόλιν εἰς οὐράνιον, καὶ λιμένα γαλήνιον.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ραίως ὑπέρκεισαι, καὶ θαυμαστῶς ἐν κάλλεσι, νύμφη ἀσματίζουσα σοι κράζει· δι᾿ ἧς φοιτήσας, ὁ ἐραστὴς τῶν καλῶν, εὐγένισε Δέσποινα βροτῶν, φύσιν καὶ διέσωσεν, ἐκ χειρὸς τοῦ ἀλάστορος.

Ὁ Κανὼν τῆς Μυροφόρου.

ατός.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ξέστησαν Τάξεις σε, τῶν Ἀσωμάτων βλέπουσαι, μνήματι Χριστοῦ παρισταμένην, τούτων τὸ ἔργον τῆς λειτουργίας σεμνή, πράττουσαν ἀγάπῃ θεϊκῇ, καὶ καταπτερνίζουσαν, τὸν ποτέ σε πτερνίσαντα.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

όρτιον σήμερον, ἡ Ἐκκλησία ἄγει σοι, μνήμην ἐτησίως ἐκβοῶσα· σύ μου τὸ κράτος, σὺ τὸ στερεώμα· καὶ γὰρ ἐξ ἐθνῶν σαῖς διδαχαῖς, ἤχθην πρὸς ἐπίγνωσιν, τοῦ Νυμφίου μου πάνσεμνε.

Δξα Πατρί…

νέστη ὡς ἤκουσας, Μαγδαληνὴ ὁ Κύριος· ἔδραμες σπουδαίως ἐν τῇ πόλει, τοῖς σοῖς συμμύσταις τούτου τὴν ἔγερσιν, οἷα πρωταπόστολος σεμνή, ξένως ἀπαγγέλουσα, τῆς λαμπρᾶς Ἀναστάσεως.

Κα νν… Θεοτοκον

Παρθένε πανάμωμε, τὸν Σὸν Υἱὸν ἑώρακας· πρώτη ἀναστάντα ἐκ τοῦ τάφου· ὅμως τῷ φίλτρῳ, Μαγδαληνῆς τῆς σεμνῆς, νικωμένη δέδωκας αὐτῇ, τὰ πρωτεῖα πάναγνε· ὢ μεγίστου χαρίσματος!

.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ ς’

Ερμός.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοφίαν λόγον κηρύττομεν, Υἱὸν τὸν τοῦ Πατρὸς προαιώνιον, ἐπισκηνώσαντα, οὐσιωδῶς ἐν τῇ μήτρᾳ σου, καὶ τῇ ἀρίστῃ πλάσει, ἡμᾶς θεώσαντα.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

στήσας ὄρη τῷ νεύματι, σὲ ὅρος νοητὸν καθυπέδειξε, Θεοχαρίτωτε, ταῖς ἀρεταῖς ὃν κατάσκιον· ἐξ οὗ αὐτὸς τὴν σάρκα κατελαξεύσατο.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ῷ δηχθεῖσα τοῦ ὄφεως, τὸ γένος ἡ Προμήτωρ διώλεσεν, ἐκ σῆς δὲ πάναγνε, ἀνερμηνευτοῦ κυήσεως, θεοῦται πᾶσα φύσις, τρόπῳ βελτίονι.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κηρύττω βλέπων τὰ θαύματα, τὰ πέρα νοῦ καὶ γνώσεως Πάναγνε, πῶς ὁ ἀχώρητος, ἐν σοι ἀῤῥεύστως κεχώρηται! πῶς χρηματίζει βρέφος ὁ Κτίστης Δέσποινα.

Ὁ Κανὼν τῆς Μυροφόρου.

ατός.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Εἰς πᾶσαν γῆν ὥσπερ γέγραπται, ἐξῆλθέ σου ὁ φθόγγος Ἀπόστολε, καὶ εἰς τὰ πέρατα, τῆς οἰκουμένης τὰ ῥήματα· Δαβιτικῶς οὖν πάντες, νῦν σὲ γεραίρομεν.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

σίως λόγον τὸν ἄναρχον, κηρύττουσα ἐν πλοίῳ ἐμβέβλησαι, Μαρία ἔνδοξε, καὶ τῷ βυθῷ ἐπιδέδοσαι· καὶ ἐκ βυθοῦ τῆς πλάνης, πάντας ἀνήγαγες.

Δξα Πατρί…

ν κήπῳ πάλαι ἀκήκοε, τῆς λύπης σὴ προμήτωρ μηνύματα· ὧν τὸ ἀντίθετον, κήπῳ ταφῆς σὺ ἀκούσασα, Μαγδαληνὴ ἰάσω, ταύτης τὸ σύντριμμα.

Κα νν… Θεοτοκον

Τὴν θείαν στάμνον καὶ τράπεζαν, τὸν ἄρτον τῆς ζωῆς τὴν βλαστήσασαν, τὴν ἀγεώργητον, χώραν τὸ ὄρος τὸ ἅγιον, τὴν Θεοτόκον Κόρην, ὕμνοις τιμήσωμεν.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον  χος δ. ψωθες ν τ Σταυρ.

ὑπερούσιος Θεὸς ἐν τῷ κόσμῳ, μετὰ σαρκὸς ἐπιφοιτῶν Μυροφόρε, σὲ ἀληθῆ Μαθήτριαν προσήκατο, ὅλην σου τὴν ἔφεσιν, πρὸς αὐτὸν κεκτημένην· ὅθεν καὶ ἰάματα, ἀπετέλεσας πλεῖστα· καὶ μεταστᾶσα νῦν ἐν οὐρανοῖς, πρ το κόσμου πρεσβεύεις κάστοτε.

Ὁ Οἶκος

Τὸ φῶς τοῦ κόσμου ὁ Χριστός, ἀνύστακτον ἰδών σου, τῆς πίστεως τὸ ὄμμα, ἀγάπης τε τὸ φίλτρον, τὸ ἀναπόσπαστον σεμνή, πρώτῃ ἐμφανίζει ἑαυτόν σοι, ἀναστὰς ἐκ τοῦ μνημείου, ὤκιστα ἐλθούσῃ μετὰ μύρων, καὶ προσιούσῃ σὺν δάκρυσι, τῷ ἀπροσπελάστῳ· καὶ αὐτός σοι ἀμειβόμενος, τὴν τοῦ Πνεύματος θείαν ἐνέργειαν δωρεῖται, καὶ τῆς πρὸς τὸν ἄναρχον Πατέρα ἀνόδου, ἐμφανίζει σοι βουλήν· καὶ πέμπει δέ σε, θεῖα εὐαγγέλια, τοῖς κατεπτηχόσι Μύσταις, τῆς αὑτοῦ ἐγέρσεως ἀπαγγεῖλαι. Διὸ μεγίστην πρὸς αὐτὸν ἔχουσα παῤῥησίαν, πρ το κόσμου πρεσβεύεις κάστοτε.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΚΒ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἉγίαςΜυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς.

Στίχοι

  • Ἁφαῖς ἀΰλοις ἅπτεταί σου, Χριστέ μου,

  • Μή μου, πρὸς ἣν ἔφησας, ἅπτου, Μαρία.

  • Δευτερίῃ Μαρίῃ μύσεν εἰκάδι Μαγδαληνή.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἉγίαςὉσιομάρτυρος Μαρκέλλης.

Στίχοι

  • Κν γνομεν πάντες μες, Μαρκέλλα,

  • θλήσεως σς Χριστς οδε τν τρόπον.

Τῇ αὐτὴ ἥμερα, μνήμη τοῦ Ὁσίου Μενελάου, ἰδρυτοὺ τῆς Μονῆς Μένατε ἐν Γαλλίᾳ.

Στίχοι

  • στραψε βίος Μενελάου σίου,

  • σπερ στραπ τος πέρασι διαλάμπει.

 Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, λησον μς. μν. 

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾨδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί  προσκυνοῦμεν τὸν Κύριον

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτκε γν, ειπρθενε. 

Συναπτ μικρκα  κφνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Γυναῖκες ἀκουτίσθητε

Τῶν Μυροφόρων πρώτην σε, καὶ Ἀποστόλων ἔνδοξε, ἰσάριθμον καὶ ἀγγέλων, γινώσκομεν θεωρὸν σε, καὶ τὴν Χριστοῦ Ἀνάστασιν, πρώτην ἰδοῦσα Πάνσεμνε, καὶ μυστηρίων ὄντως τε, ἀῤῥήτων γνώστην σε μόνην, Μαρία νύμφη Κυρίου.

ὁ β’ χορός

Θεοτοκίον

Μαρία κυριώνυμε, καὶ τοῦ Χριστοῦ Μαθήτρια, σὺν ταῖς λοιπαῖς Μυροφόροις, καὶ τῇ Παρθένῳ Μαρίᾳ, καὶ μόνῃ Θεομήτορι, ἀπαύστως καθικέτευε, τὸν σταυρωθέντα Κύριον, ὑπὲρ ἡμῶν Μυροφόρε, τῶν σὲ τιμώντων ἐκ πόθου.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ. δ΄

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

το παραδόξου θαύματος.

Χριστοῦ φανέντος τοῖς ἴχνεσιν, ἀκολουθοῦσα σεμνή, καὶ αὐτὸν θεραπεύουσα, γνώμης προθυμότατα, Μυροφόρε εὐθύτητι, οὐδὲ θανόντα, τοῦτον κατέλιπες, ἀλλ’ ἀπελθοῦσα, μύρα σὺν δάκρυσι, τούτῳ προσήνεγκας, συμπαθῶς πανεύφημε· ὅθεν τὴν σήν, μνήμην τὴν πανίερον, πανηγυρίζομεν. 

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Χριστοῦ φανέντος τοῖς ἴχνεσιν,….

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

 Σὺ ὦ Μαρία ὑπέρλαμπρε, βλέψαι ποθοῦσα ζωήν, νεκρωθείσαν ἐν μνήματι, νυκτὸς παραγέγονας, καὶ Ἀγγέλων ἀκήκοας· καθὼς προέφη, Χριστὸς ἐγήγερται· σπουδῇ τοῖς τούτου, Μαθηταῖς φάσκουσα, καὶ τὴν κατήφειαν, ἐκ ψυχῆς ἀπώσασα, ἀντὶ κλαυθμοῦ, χαρὰν ἀνεκλάλητον, ἀναλαμβάνεις σεμνή.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Σήμερον πιστοὶ γηθόμενοι, ἐπὶ τῇ μνήμῃ τῇ σῇ, Μυροφόρε δοξάζομεν, τὸν σὲ νῦν δοξάζοντα, ὑπεράγαθον Κύριον ὃν ἐκδυσώπει, ἀπαύστως πάνσεμνε, αἰωνιζούσης, δόξης τυχεῖν ἡμᾶς, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων ἔχουσα, τὴν πρὸς αὐτόν, παῤῥησίαν πάντοτε θεομακάριστε.

ὁ α’ χορός

Δόξα Πατρί… χος πλ. α΄.

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ κροτήσωμεν χεῖρας σήμερον, ἐν τῇ πανσέπτῳ πανηγύρει τῆς Μυροφόρου Χριστοῦ· στρατιαὶ οὐράνιοι εὐφραινέσθωσαν, τὴν τὸν λογχευθέντα Κύριον ὑπὸ στρατιωτῶν, ἰδοῦσαν καὶ μυρίσασαν, καὶ αὐτὰς συμπαρεστῶσας τῷ ζωηφόρῳ μνήματι κατοπτεύσασαν, ἀΰλοις ὑμνῳδίαις θαυμαζέτωσαν· ἡ γῆ τε καὶ ἡ θάλασσα, τὰ τῆς λαμπρᾶς σελήνης παράδοξα σημεῖα, κατὰ χρέος εὐφημήτωσαν· ἡ νεότης τὸν χαλινόν, οἱ ἐν τῷ γήρει τὴν βακτηρίαν, οἱ ἐν συμφοραῖς τὴν προστάτιν, οἱ ἄποροι τὴν βοηθόν, οἱ ἐν εὐπορίᾳ τὴν οἰκονόμον, τὴν θεραπείαν οἱ ἐν ταῖς νόσοις, οἱ ἐν πελάγοις τὴν συμπλώτειραν, σὺν πᾶσι τὴν ἑαυτῆς στεῤῥὰν ὑπέρμαχον, ποίμνη μακαριωτάτη, καθικετεύουσα οὕτω βόησον· Μαγδαληνὴ Μαρία ἔνδοξε, πρόφθασον ἐξελοῦ ἡμᾶς, ἐκ περιστάσεως πάσης, καὶ σῶσον ἡμᾶς, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Μακαρίζομεν σὲ Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. α΄’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

ΑΠΟΛΥΤΙΚΙΟ

χος α΄. Τν τάφον Σου Σωτήρ.

Μαρία ἡ σεμνή, τετρωμένη τῷ πόθῳ, Χριστοῦ τοῦ ἑαυτῆς, οὐρανίου Νυμφίου, τὰ μύρα ἐκόμισε, πρὸς τὸ μνῆμα τὸ ἅγιον· ἧς τὴν πάντιμον, χεῖρα πλουτοῦντες ἡμεῖς δέ, ἀσπαζόμεθα, ταύτην σὺν πόθῳ τὴν χάριν, αὐτῆς ἀρυόμενοι.

          ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὐ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.  γ´Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρίΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ‘

Στίχος.Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.

χος α΄. Τν τάφον Σου Σωτήρ.

Μαρία ἡ σεμνή, τετρωμένη τῷ πόθῳ, Χριστοῦ τοῦ ἑαυτῆς, οὐρανίου Νυμφίου, τὰ μύρα ἐκόμισε, πρὸς τὸ μνῆμα τὸ ἅγιον· ἧς τὴν πάντιμον, χεῖρα πλουτοῦντες ἡμεῖς δέ, ἀσπαζόμεθα, ταύτην σὺν πόθῳ τὴν χάριν, αὐτῆς ἀρυόμενοι.

Εἰσοδικὸν

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ψάλλοντάς σοι, Ἀλληλούϊα.

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

  πολυτίκιον. χος α΄. Τν τάφον Σου Σωτήρ.

Χριστῷ τῷ δι᾽ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, Σεμνὴ Μαγδαληνή, ἠκολούθεις Μαρία, Αὐτοῦ τὰ δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ πόθῳ γεραίρομεν

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τῆς ἁγνείας τὸ ρόδον καὶ τῆς Χίου τὸ βλάστημα, τὴν Ἁγίαν Μαρκέλλαν ἐν ὠδαὶς εὐφημήσωμεν τμηθεῖσα γὰρ χειρὶ τὴ πατρική, ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ, ρώσιν νέμει καὶ κινδύνων ἀπαλλαγήν, τοὶς πρὸς αὐτὴν κραυγάζουσι, δόξα τῷ δεδοκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σου, πάσιν ἰάματα.

Τοῦ Ναοῦ

Κοντάκιον

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

χος β’

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τν τιμντων σε.

 Τρισάγιον

᾽Απόστολος Τῆς ῾Αγίας·

Προκείμενον. Ἦχος πλ. δ΄ 
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς 
ΣτίχΟἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ. 

Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 9:2-12

δελφοί, ἡ σφραγίς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ. ῾Η ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν αὕτη. ἐστί· Μὴ οὐκ ἔχωμεν ἐξουσίαν φαγεῖν καὶ πεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι; τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ, ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ φιμώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἢ δι᾽ ἡμᾶς πάντως λέγει· δι᾽ ἡμᾶς γὰρ ἐγράφη· ὅτι ὀφείλει ἐπ᾽ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσωμεν; εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; ᾽Αλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή ἐγκοπήν τινα δῶμεν τῷ Εαγγελίῳ το Χριστο.

Ἀλληλούϊα ( γ’)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

η΄ 1 – 3

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, 2καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, 3καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τν παρχντων ατας.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Εἰς τό ᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν. 

Κοινωνικόν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς. λληλούϊα

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. λληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

᾽Απόλυσις ( …Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…)

https://agioskosmasoaitolos.wordpress.com

22 ΙΟΥΛ19 ΕΟΡΤΗ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s