ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ(2019)

19 ΙΟΥΛΙΟΥ 2019

+Μνμη τς σας Μακρνης, δελφς το Μεγλου Βασιλεου

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…   

χος α’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἦχος α΄. Αὐτόμελον.

Εὐσχημόνως συνδραμοῦσαι, ὦ παρθένοι εὐσχήμονες, τὴν τῆς εὐσχημόνος Μακρίνης ὁσίαν μνήμην, εὐσχήμοσιν ἐν ὕμνοις ἐπιτελέσωμεν. Καὶ γὰρ ἀσκήσεως αὕτη ὡραῖος ἀνεδείχθη κανὼν, ταπεινώσεως καὶ ἀκτημοσύνης, ὄρος φωτοειδέστατος, τῆς Καισαρείας ἡ δόξα, καὶ τοῦ Βασιλείου ἡ μεγάλη σύγγονος, ὅν ἀπὸ τῆς ἔξω σοφίας πανύμνητον, εἰς τὴν τῶν θείων Γραφῶν μελέτην σοφῶς ἐπαιδαγώγησεν. Αὐτὴ καὶ νῦν τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀπαύστως δέεται.

ὁ β’ χορός

Δόξα Πατρί…

Εὐσχημόνως συνδραμοῦσαι,…

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος… 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος α΄. Τὸν Τάφον Σου.

κ βρέφους τῷ Χριστῷ, ἀφωρίσθης παρθένε, παρθένος τὴν ψυχὴν, καὶ τὸ σῶμα παρθένος, τὸ κάλλος μαράνασα δι’ ἀσκήσεως τέλεον, ἐν νηστείαις τε χαμαικοιτίαις καὶ πόνοις, ἀγρυπνίαις τε καὶ προσευχαῖς τεταμέναις, Μακρίνα θεόληπτε.

ὁ β’ χορός

Δόξα….. Καὶ νῦν… Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, καὶ ἀνάγαγε, ἐκ ῥᾳθυμίας βαράθρων, τοῦ δοξάζειν σε, παντελεῆμον τὴν μόνην, ἐλπίδα τῶν δούλων σου.

Μετὰ τὴν β´ Στιχολογίαν.

Κάθισμα τῆς Ἁγίας

ὁ α’ χορός

Ἦχος πλ. δ΄. Τὴν Σοφίαν.

γωγαῖς στομωθεῖσα ἀσκητικαῖς, τὰς ἑνέδρας ἁπάσας τοῦ πονηροῦ, ἀνδρείως ἐξέφυγες τὸν δεινὸν κοσμοκράτορα, κατὰ κράτος ὀλέσασα καὶ τρόπαιον ἤγειρας, τὸν σεμνὸν παρθενῶνα, τοῖς πᾶσιν περίβλεπτον, ἔνθα ποδηγέτις ταῖς παρθένοις ἐγένου, ζωῆς τῆς ἀκτήμονος καὶ διδάσκαλος πάνσοφος, ὦ Μακρίνα πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορός

Δόξα…. Καὶ νῦν…. Θεοτοκίον.

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου, πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Μετὰ τὸν Πολυέλεον· Κάθισμα. Ἦχος δ΄. Ὁ Ὑφωθείς.

ὁ α’ χορός

ς θεῖον κρίνον τῶν κοιλάδων Μακρίνα, τῆς ἀνθρωπίνης φύσεως τὸ ἀπόλεκτον ἄνθος, ταῖς ἀρεταῖς ἀνθήσασα, συνήφθης μυστικῶς, τῷ ποθεινοτάτῳ σοι καὶ παγκάλὧ Νυμφίῳ, ὅστις σε ἠξίωσεν οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν Αὐτῷ, τῶν σὲ τιμώντων ἐκ πόθου πανεύφημε.

ὁ β’ χορός

Δόξα…. Καὶ νῦν…. Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

ὁ α’ χορός

 · κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

 · κ νεότητός μου ……

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών,

ὁ α’ χορός

Δόξα Πατρὶ…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ’

ὁ α΄ χορὸς

πομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου

ὁ β’ χορὸς

πομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου

ὁ α’ χορὸς

          Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατηύθυνε τά διαβήματά μου.

πομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Εὐαγγέλιον.

Ἐκ τοῦ κατὰ Ματθαῖον

κε΄ 1 – 13

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραὶ. αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα σοι Κύριε, δόξα σοι.  

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα)

Πατρί… Ἦχος β’

Ταῖς τῆς σῆς Ὁσίας , πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος   β´.

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Εἶτα τὸ ἰδιόμελον.

Νεκρωθεῖσα τῷ κόσμῳ καὶ τοῦ κόσμου τοῖς πράγμασι, Θεῷ μόνῳ ζῆν ἐπεπόθησας, καὶ νυμφαγωγοῦσα παρθένους, τῷ Παρθένῳ Λόγῳ, τῷ ἐκ Παρθένου ἐκλάμψαντι, παρέστησας ἐκ δεξιῶν αύτοῦ, λελαμπρυσμένας ταῖς ἀρεταῖς καὶ πεποικιλμένας τοῖς θείοις χαρίσμασιν, λαμπαδηφόρους βασιλίσσας. Μὴ ἐπιλάθῃ οὖν καὶ ἡμῶν, φιλεύσπλαγχνος Μήτηρ, ἀλλὰ δίδασκε ἐνδελεχῶς διὰ τῆς ἱερᾶς πολιτείας σου, ὅπως εὐπλοήσασαι, καταντήσωμεν εἰς τὴν ἀΐδιον μακαριότητα.

 

 

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Θεοτόκου.

ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν,…

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ α’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.  

Καὶ τῆς Ὁσίας.

ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νυμφίον τὸν ἄχραντον, τῆς τῶν ψυχῶν ὡραιότητος, Μακρίνα πανένδοξε, ὃν ἐπεπόθησας, ὃν ἠγάπησας, ἐξ ὅλης τῆς καρδίας, φωτίσαι δυσώπησον, τοὺς ἀνυμνοῦντάς σε.

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

πάρχων ἡ ἄβυσσος, τῆς ὑπὲρ νοῦν ἀγαθότητος, Χριστὲ σοῦ τὴν ἄσπιλον, νύμφην ἐδόξασας, τὴν τῷ ἔρωτι, τῷ σῷ καθηλουμένην, Μακρίναν τὴν ἄμωμον, καὶ παναοίδιμον.

ὁ α’ χορός

Δξα Πατρί…

Μακρίνα πανεύφημε, τῆς παρθενίας τὸ καύχημα, θερμῶς διετήρησας, ἀδιαλώβητον, δι᾿ ἀσκήσεως, τῆς σῆς καὶ πολιτείας, τὴν σάρκα τῷ πνεύματι, καθυποτάξασα.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

Φωσφόρος ἀνέτειλεν, ἐν ταῖς καρδίαις πανάμωμε, τῶν πίστει τιμώντων σε, τὴν Θεομήτορα καὶ διηύγασεν, ἡμέρα σελασφόρος, Χριστὸς ὁ ἐκ μήτρας σου, λάμψας θεόνυμφε.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ γ’

 ὁ α’ χορὸς

Ερμς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,… 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.  

ὁ β’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

ᾨδὴ γ´. Οὐκ ἐν σοφίᾳ.

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

γλαϊσμένη, καλλονῇ θεοσδότῳ καὶ χάριτι, καὶ Μαρτύρων εὐκλεῶς, καταγομένη τὸ γένος σεμνή, τὸν τρόπον ἐζήλωσας, τούτων τὸν ἔνθεον.

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νόμῳ τῷ θείῳ, πειθαρχοῦσα παρθένε κατέλιπες, τὴν τοῦ βίου ταραχήν, καὶ τοὺς θορύβους διέφυγες, νηστείαις καὶ δεήσεσι, πόθῳ σχολάζουσα.

ὁ α’ χορός

Δξα Πατρί…

γιωσύνην, ἁπαλῶν ἐξ ὀνύχων ἐπόθησας, ὀφθαλμοῖς τε μητρικοῖς, τετηρημένη διέμεινας, Μακρίνα πανεύφημε, καὶ παναμώμητε.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

Γῆν σε Παρθένον, Παναγίαν Παρθένε γινώσκομεν, ὡς τὸν στάχυν τῆς ζωῆς, ἡμῖν ἀσπόρως βλαστήσασαν, δι᾿ οὗ στηριζόμενοι, σὲ μακαρίζομεν.

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,… 

Κάθισμα   Τς γας

ὁ β’ χορός

Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

ἄμωμος ἀμνάς, καὶ ἁγνὴ τῷ Κυρίῳ, συνήφθης μυστικῶς, ἐν σεμνότητι βίου, τῷ κάλλει τῆς χάριτος, σεαυτὴν ὡραΐσασα· ὅθεν εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, ἰατρεύουσα, τὰ ἀῤῥωστήματα πάντα, δυνάμει τοῦ Πνεύματος.

ὁ α’ χορός

Δξα Πατρί… Κα νν… Θεοτοκον

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφευγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ δ’

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.  

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.  

ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νεκρωθεῖσα νῦν τῷ κόσμῳ, καὶ τοῦ κόσμου τοῖς πράγμασι, τῷ Θεῷ ζῆν μόνῳ, πόθῳ θεϊκῷ ἐδικαίωσας, τοῦ σοῦ νυμφίου τὸ κάλλος διασῴζουσα, ἀδιάφθορον, καὶ καθαρὸν πανσεβάσμιε.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ζηλώσασα τὴν Θέκλαν, τὴν σεπτὴν πρωτομάρτυρα, καὶ τὸν θεῖον ταύτης, βίον μιμουμένη τῆς πίστεως, ἐξ ἐπιπνοίας ἐνθέου ταύτης ἄνωθεν, καὶ τὸ ὄνομα, συμβολικῶς ὑπεδέξατο.

Δξα Πατρί…

Νυμφαγωγοῦσα παρθένους, σὺ Μακρίνα προσήγαγες, τῷ παρθένῳ Λόγῳ, τῷ ἐκ τῆς Παρθένου ἐκλάμψαντι· τῷ ἀπαθεῖ γὰρ οἰκείαν καὶ ἁρμόδιον, τὴν ἀπάθειαν, ταύταις σαφῶς ὑπεδείκνυες.

Κα νν… Θεοτοκον

Χαρισμάτων θεῖα ῥεῖθρα, καὶ πηγαὶ τῶν ἰάσεων, καὶ τοῦ θείου πλούτου, αἱ διανομαὶ διαδίδονται, ζωαρχικῆς ἐκ παλάμης Θεονύμφευτε, τοῦ τεχθέντος, ἐκ τῆς σῆς γαστρὸς χαριτώνυμε.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ ε’

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.  

ᾨδὴ ε´. Ἀσεβεῖς οὐκ ὄψονται.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

υπωθῆναι πάθεσι, τὸ κάλλος τὸ σεπτόν, τῆς ψυχῆς καὶ θεοειδές, οὐκ ἠνέσχου πάνσοφε, κάλλος τὸ ἄφραστον, τοῦ σεπτοῦ νυμφίου σου, ἐννοοῦσα καλλιπάρθενε.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

σχυρὰν παράκλησιν, πλουτοῦσα τὸν Χριστόν, ἀσφαλῆ τε καὶ ἀῤῥαγῆ, τῶν παθῶν ἐνέκρωσας, τὸ πολυτάραχον, ἐκ νυκτὸς ὀρθρίζουσα, καὶ δοξάζουσα τὸν Κύριον.

Δξα Πατρί…

Σταθερὰν ἐτήρησας, τὴν γνώμην τῷ Χριστῷ· ἐπ᾿ αὐτῷ γὰρ ἀπὸ γαστρός, ἐπεῤῥίφης ἄμωμε· ᾧ καὶ ἀνέθηκας, καὶ ψυχὴν καὶ σῶμά σου, ἐκ νεότητος ἀσκήσασα.

Κα νν… Θεοτοκον

Τὸν Χριστὸν ἐγέννησας, τὸν Κτίστην τοῦ παντός, τὸν ἡμᾶς πρὸς διαφθοράν, ἑκουσίως ῥεύσαντας, ἀναμορφώσαντα, καὶ πρὸς δόξαν ἄφραστον, Θεομῆτορ ἀνυψώσαντα.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ ς’

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς, Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον. 

ᾨδὴ στ´. Θύσω σοι, μετὰ φωνῆς.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

πόθος, τοῦ Χριστοῦ ἐνακμάζων σαφέστατα, τῇ διανοίᾳ σου πᾶσαν, ἀρετῆς ἰδέαν διαφερόντως, ἐμφυτεύει, καὶ εὐσεβείας θεῖα διδάγματα.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

μνοῦσα, τὸν Θεὸν ταῖς ἀπαύστοις δεήσεσι, τὴν καρτερὰν ἐπεσπάσω, παρ᾿ αὐτοῦ παρθένε ἐπικουρίαν, καὶ ἐνθέου, παρθενίας, τὴν χάριν ἀπείληφας.

Δξα Πατρί…

Στεφάνῳ, τῶν χαρίτων Χριστὸς ἐστεφάνωσεν, ὡς καθαράν σε παρθένον, καὶ χοροῦ παρθένων καθηγουμένην, καὶ θαλάμοις, οὐρανίοις θεόφρον ἐσκήνωσεν.

Κα νν… Θεοτοκον

νώσει, τὰ τὸ πρὶν διεστῶτα συνέδραμε· δύο γὰρ φύσεις ἀλλήλαις, ἡνωμένας ἔτεκες ἀποῤῥήτως, Θεὸν Λόγον, ἀληθῶς σαρκωθέντα Πανάμωμε.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Θαυμάτων πηγὴν ὁ Θεὸς σὲ ἀνέδειξε, διὸ σοὶ κἀγὼ προσπίπτω δεόμενος Μακρίνα θεόληπτε, ὡς τῆς παιδὸς ἰάσω τὰ ὄμματα, οὕτως οὖν κἀμοῦ, τοὺς τῆς ψυχῆς θεράπευσον ὀφθαλμοὺς παναοίδιμε.

Ὁ Οἶκος.

Τῆς τοῦ Νυμφίου φωνῆς ἐνωτισθεῖσα ἀπὸ παιδὸς ὀπίσω αὐτοῦ ἠκολούθησας, σκύμβαλα πάντα τὰ τοῦ κόσμου ἡγησαμένη, ἵνα τῆς ἀκηράτου τρυφῆς καὶ δόξης ἐν τῇ ἄνω Ἱερουσαλὴμ ἀπολαύσῃς, ὅπου τὸ φῶς τὸ ἀνέσπερον, ἡ χαρὰ ἡ ἀνέκλειπτος, τῶν παρθένων ἡ ἐκλεκτὴ καὶ ἰδιάζουσα κατοικία. Βουλόμενος οὖν κἀγὼ ὁ ἀνάξιος καὶ ὑπὸ τῶν παθῶν ἐζοφωμένος ἀνυμνῆσαί σου τοὺς ἀσκητικοῦς ἀγῶνας καὶ τὰ παλαίσματα, ἀν ὧν πλουσίαν τὴν χάριν τῶν θαυμάτων παρὰ τοῦ ἐτάζοντος καρδίας καὶ νεφροὺς Παντοκράτορος ἀπέλαβες, δέομαί σου, τοῦς τὴν ψυχῆν θεράπευσον ὀφθαλμοὺς παναοίδιμε

 Συναξάριον.

ΤΙΘ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου.

Στίχ.

  • Φρονοῦσ᾿ ἀδελφὰ τοῖς ἀδελφοῖς Μακρίνα,

  • Τούτοις ἀδελφὰ συγκατοικεῖς καὶ πόλον.

  • Τῇ δ᾿ ἐνάτῃ δεκάτῃ Μακρίναν νόες ἔνθεν ἄειραν

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου τοῦ Θαυματουργοῦ.

Στίχ.

  • Γεύῃ τελευτῆς καὶ σύ, παμμάκαρ Δίε,

  • Ἔνδοξε κλῆσιν, ἀλλὰ καὶ πρᾶξιν πλέον.

  • Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τέσσαρες συνασκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.

Στίχ.

  • Ἀνδρῶν μοναστῶν τετράριθμος ἀκρότης

  • Τοῖς τετραμόρφοις συμπαρίσταται νόοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Θεοδώρου, τοῦ κατὰ τὴν Λαύραν τοῦ ἁγίου Σάββα ἀσκήσαντος, καὶ ἔπειτα ἀρχιεπισκόπου Ἐδέσσης γεγονότος· καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Μιχαὴλ ἀνεψιοὺ αὐτοῦ.

Στίχ. Εἰς τὸν Ἅγ. Θεόδωρον.

  • Θείων δωρεῶν Θεόδωρε μετέσχες

  • Ἀξίως τῆς κλήσεως καλῶς βιώσας.

  • Δῶρον Θεός σε, Θεόδωρε τρισμάκαρ,

  • Πόλει δέδωκε τῆς Ἐδέσσης ὡς μέγα.

Εἰς τὸν Ἅγ. Μιχαήλ.

  • Μιχαὴλ ὡς ὅσιος ὁμοῦ καὶ Μάρτυς

  • Διπλῶν τέτευχε παρὰ Χριστοῦ ἐπάθλων.

  • Δεκάτ᾿ ἢ δ´ ἐνάτη Θεόδωρον Μιχαήλ τε ἀείδω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Πανήδου, τοῦ νέου ὁμολογητοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ποιούμεθα τοῦ ἐξαισίου θαύματος τοῦ Ἁγίου Ἐνδόξου Ἱερομάρτυρος Χαραλάμπους, οὑ ταῖς πρὸς Θεὸν πρεσβείαις πολλοὶ τῶν πολιτῶν τῆς Ἐράνης ἐσώθησαν ἐκ βεβαίας εἰς θάνατον καταδίκης ὑπὸ τῶν Γερμανικῶν δυνάμεων κατοχῆς ἐν ἔτει 1944 καὶ ἐκ τῶν ἀσθενειῶν αὐτῶν ἄλλοι ἐθεραπεύθησαν.

Στίχοι:

  • Χαρὰ ἡ πόλις μεγάλη λάμπει,

  • εὐγνωμονούσα τῷ μάρτυρι Χαραλάμπει.

  • Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Διοκλέους.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τέσσαρες συνασκηταῖ ἐν εἰρήνῃ τελειοῦνται.

 Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, λησον μς. μν. 

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾨδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί  προσκυνοῦμεν τὸν Κύριον

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτκε γν, ειπρθενε. 

Συναπτ μικρκα  κφνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.

πότε ἐξεδήμησας, πρὸς τὸν Χριστὸν πανεύφημε, τὸν ποθητόν σου Νυμφίον, ἀκτινοβόλος ἐφάνη, χάριτος ἀκοντίζουσα ἐξαστραπὰς ἡ ὅψις σου. Οὕτω γὰρ οἶδε Κύριος λαμπρύνειν τε καὶ φαιδρύνειν τὰ λείψανα τῶν παρθένων.

ὁ β’ χορός

Ἕτερον. Ὅμοιον.

γάλλονται, εὐφραίνονται, οἱ παρθενῶνες σήμερον, ἐν τῇ κοιμήσει σου Μῆτερ, ὁσιωτάτη Μακρίνα. Σὺ γὰρ λιποῦσα ἅπασαν, τοῦ κόσμου τὴν εὐπάθειαν, πλοῦτον καὶ γένους εὔκλειαν, διέλαμψας ἐν ἀσκήσει, οἷα πυρσὸς ἀκτησίας.

ὁ α’ χορός

Θεοτοκίον

Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι Κόρη,..

ὁ β’ χορός

…. ..ἀνέδειξε Θεοτόκον.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος β

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὅτε ἐκ τοῦ ξύλου.

τε ἐξεδήμεις πρὸς Χριστὸν, τὸν ἐράσμιόν σου Νυμφίον, Μακρίνα πάνσεμνε, τότε ἐξεδήλωσας, τρανῶς τὸν ἔρωτα, ὅν ἐκ βρέφους ἐκεκτήσο, (λείπει μία φράσις) σπεύδουσα λυθῆναι ἐν τάχει, τῶν δεσμῶν τοῦ σώματος Μῆτερ, καὶ παρασταθῆναι τῷ Νυμφίῳ σου.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ

τε ἐξεδήμεις πρὸς Χριστὸν,…

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ

τε ἡ ἁγία σου ψυχὴ, ἔμελλε λιπεῖν τὸ σαρκίον, Μακρίνα πάντιμε, τότε τὸ πανύστατον, εὐχὴν ἀνέπεμψας, σὲ ἠγάπησε λέγουσα· Χριστὲ ἡ ψυχή μου, σοὶ καὶ ἀφιέρωμαι, καὶν συνεσταύρωμαι, φόβῳ σου τὰς σάρκας μου Σῶτερ, ὅλως καθηλώσασα ὅθεν, δέξαι νῦν εἰς χεῖράς σου τὸ πνεῦμά μου.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Νῦν ἀγαλλομένη ἐν χοροῖς, τοῖς ἐπουρανίοις αὐλίζῃ, Μακρίνα πάνσοφος, ὕμνον τὸν τρισάγιον προσαναμέλπουσα, τῇ Τριάδι πανεύφημε, σὺν πάσαις παρθένοις, καὶ ἁγίων τάξεσι, καὶ ταῖς δικαίων ψυχαῖς, ἔνθα καὶ τοὺς σοὺς αὐταδέλφους, τοὺς σεπτοὺς ὁρᾷς Ἱεράρχας, θρόνῳ τοῦ Δεσπότου λιτανεύοντας.

.ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος δ΄.

Δόξαν καὶ πλοῦτον, καὶ γένους εὔκλειαν, ὥσπερ σκύμβαλα καὶ κόνιν λελόγισαι· ποθοῦσα δὲ μόνον τὸν οὐράνιον Νυμφίον σου, τοῦ κόσμου σαυτὴν ἐμάκρυνας, Μακρίνα πανεύφημε· τῇ ἐπάρσει μὲν τοῦ γένους ἀντιβάλλουσα τῆς ψυχῆς τὴν εὐγένειαν, τῷ δὲ κάλλει τοῦ σώματος, τὸ τῆς ψυχῆς ὑπέρκαλον μεγαλεῖον, ἀντιπροτείνουσα, καὶ ἀντὶ τοῦ πλούτου τοῦ γεηροῦ, τὸν τῶν ἀρετῶν ἄσυλον πλοῦτον, ἐν τοῖς οὐρανοῖς ἀποθησαυρίσασα διὰ τῶν πενήτων. Καὶ οὕτως ἔζης λελαμπρυσμένη Νύμφη πάγκαλος, ἐκ δεξιῶν τοῦ Νυμφίου σου, πανάσπιλος περιστερὰ, καὶ ἀμίαντος παρθένος, πρεσβεύουσα ὑπὲρ ἡμῶν, τῶν μετὰ πόθου ἑορταζόντων, τὴν πανίερόν σου κοίμησιν.

ὁ β’ χορὸς

Καὶ νῦν… ἦχος β’  Θεοτοκίον

κ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

ΑΠΟΛΥΤΙΚΙΟ

Ἦχος α΄. Αὐτόμελον.

Εὐσχημόνως συνδραμοῦσαι, ὦ παρθένοι εὐσχήμονες, τὴν τῆς εὐσχημόνος Μακρίνης ὁσίαν μνήμην, εὐσχήμοσιν ἐν ὕμνοις ἐπιτελέσωμεν. Καὶ γὰρ ἀσκήσεως αὕτη ὡραῖος ἀνεδείχθη κανὼν, ταπεινώσεως καὶ ἀκτημοσύνης, ὄρος φωτοειδέστατος, τῆς Καισαρείας ἡ δόξα, καὶ τοῦ Βασιλείου ἡ μεγάλη σύγγονος, ὅν ἀπὸ τῆς ἔξω σοφίας πανύμνητον, εἰς τὴν τῶν θείων Γραφῶν μελέτην σοφῶς ἐπαιδαγώγησεν. Αὐτὴ καὶ νῦν τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀπαύστως δέεται.

          ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὐ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.  γ´Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρίΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ‘

Στίχ.πομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.

Ἦχος α’

χος α΄. Ατόμελον.

Εὐσχημόνως συνδραμοῦσαι, ὦ παρθένοι εὐσχήμονες, τὴν τῆς εὐσχημόνος Μακρίνης ὁσίαν μνήμην, εὐσχήμοσιν ἐν ὕμνοις ἐπιτελέσωμεν. Καὶ γὰρ ἀσκήσεως αὕτη ὡραῖος ἀνεδείχθη κανὼν, ταπεινώσεως καὶ ἀκτημοσύνης, ὄρος φωτοειδέστατος, τῆς Καισαρείας ἡ δόξα, καὶ τοῦ Βασιλείου ἡ μεγάλη σύγγονος, ὅν ἀπὸ τῆς ἔξω σοφίας πανύμνητον, εἰς τὴν τῶν θείων Γραφῶν μελέτην σοφῶς ἐπαιδαγώγησεν. Αὐτὴ καὶ νῦν τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀπαύστως δέεται.

Εἰσοδικὸν

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ψάλλοντάς σοι, Ἀλληλούϊα.

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

χος α΄. Ατόμελον.

Εὐσχημόνως συνδραμοῦσαι, ὦ παρθένοι εὐσχήμονες, τὴν τῆς εὐσχημόνος Μακρίνης ὁσίαν μνήμην, εὐσχήμοσιν ἐν ὕμνοις ἐπιτελέσωμεν. Καὶ γὰρ ἀσκήσεως αὕτη ὡραῖος ἀνεδείχθη κανὼν, ταπεινώσεως καὶ ἀκτημοσύνης, ὄρος φωτοειδέστατος, τῆς Καισαρείας ἡ δόξα, καὶ τοῦ Βασιλείου ἡ μεγάλη σύγγονος, ὅν ἀπὸ τῆς ἔξω σοφίας πανύμνητον, εἰς τὴν τῶν θείων Γραφῶν μελέτην σοφῶς ἐπαιδαγώγησεν. Αὐτὴ καὶ νῦν τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀπαύστως δέεται.

Τοῦ Ναοῦ

Κοντάκιον

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

χος β’

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τν τιμντων σε.

 Τρισάγιον

᾽Απόστολος

Προκείμενον. Ἦχος βαρύς’ [Ψαλμός 63]

 Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ.

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 5:22-26; 6:1-2

δελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. ᾽Αδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος· σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ᾽Αλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

Ἀλληλούϊα ( γ’)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Μᾶρκον

η΄ 34 – θ΄ 1

Εἶπεν ὁ Κύριος· Ὃστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ΄ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν [ἐμοῦ καὶ] τοῦ εὐαγγελίου σώσει αὐτήν. Τί γὰρ ὠφελεῖ ἄνθρωπον κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ;τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Εἰς τό ᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν. 

Κοινωνικόν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος ΄ Ἀλληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. λληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

᾽Απόλυσις ( …Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…)

https://agioskosmasoaitolos.wordpress.com

19 ΙΟΥΛ19 ΕΟΡΤΗ ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s