ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ (2019)

19 ΙΟΥΛΙΟΥ 2019

+Μνμη τς σας Μακρνης, δελφς το Μεγλου Βασιλεου

Αποτέλεσμα εικόνας για ΑΓΙΑ ΜΑΚΡΙΝΑ

Τ ΠΕΜΠΤ ΕΣΠΕΡΑΣ(18/7/19)

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. …..

  • Καὶ εὐθὺς στιχολογοῦμεν τὴν Α’ Στάσιν τοῦ Α’ Καθίσματος τοῦ Ψαλτηρίου.

  • (Μακάριος ἀνήρ…)

ὁ α’ χορός

Ἦχος δ’.  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

δωκας σημείωσιν.

μφιλοσοφώτατα, τὸ τῆς ψυχῆς αὐτοκίνητον, καὶ ἀθάνατον ἔδειξας· διὸ καὶ ἐσπούδασας, ἀμιγὴς κηλίδων, τῶν τῆς ἁμαρτίας, καὶ καθαρὰ ῥύπου παντός, ἀπαλλαγῆναι δεσμῶν τοῦ σώματος, μηδένα σπῖλον ἔχουσα, μηδὲ ῥυτίδα θεόληπτε, ἀλλ᾿ ἁγνὴ καὶ πανάμωμος, τῷ νυμφίῳ παρίστασθαι.

ὁ β’ χορός

Στίχ.   νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

φθορον ἐτήρησας, τὴν παρθενίαν καὶ ἄσπιλον, καθαρῶς βιοτεύσασα, καὶ πλοῦτον διένειμας, τοῦ Χριστοῦ πληροῦσα, τὴν νομοθεσίαν, καὶ ἠκολούθησας τὴν γῆν, καταλιποῦσα καὶ τὰ περίγεια· διό σοι τὰ οὐράνια, καὶ οὐρανὸν ἐχαρίσατο, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Στίχ.  Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Αἴγλῃ κατελάμπετο, φωτοειδεῖ σου τὸ πρόσωπον, καὶ θανούσης πανεύφημε, Χριστοῦ σε δοξάσαντος, ὡς αὐτοῦ παρθένον, θεοειδεστάτην, ὡς ἐλεήμονα φαιδράν, ὡς συμπαθῆ τε καὶ θεοῤῥήμονα· ζωὴν γὰρ τὴν ἰσάγγελον, ἐπὶ τῆς γῆς πεπολίτευσαι, καὶ Θεῷ εὐηρέστησας, διὰ βίου λαμπρότητος.

Στιχηρὰ τοῦ Ὁσίου

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ὡς γενναῖον ἐν Μάρτυσι

Ὡς ἀστέρα παγκόσμιον, νοητῶς ἀνατείλαντα, τῷ τῆς Ἐκκλησίας σε στερεώματι, ἀνευφημοῦμεν μακάριε, ταῖς θείαις σου λάμψεσι, φωτιζόμενοι ἀεί, καὶ ψυχὴν καὶ διάνοιαν, οἱ τιμῶντές σου, τὴν φωσφόρον ἡμέραν ἐτησίως, ἱερὲ θαυματοφόρε, τῶν μοναστῶν ἐγκαλλώπισμα.

ὁ α’ χορός

Στχ.. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Ἀαρὼν ὥσπερ δεύτερος, τῷ τῆς ῥάβδου βλαστήματι, θεῖον ἱεράτευμα Πάτερ γέγονας, καὶ ὡς Μωσῆς ὕδωρ Ὅσιε, ἐκ πέτρας ἐξήγαγες, ὡς Ἠλίας δὲ νεκρόν, προσευχῇ σου ἐξήγειρας, θαυμαζόμενος, τοῖς μεγίστοις σημείοις, καὶ ταῖς θείαις, λαμπρυνόμενος εὐκλείαις, Δίε θεόφρον πανόλβιε.

     ὁ β’ χορός

Στχ. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Τὴν τοῦ πνεύματος ἔλλαμψιν, προφανῶς κληρωσάμενος, πονηρίας πνεύματα ἀπεδίωξας, καὶ ἱερὸν φροντιστήριον, ψυχῶν κατεσκεύασας, ἐν ᾧ σῴζεται πληθύς, καθ’ ἑκάστην τιμῶσά σου, τὰ μνημόσυνα, τοὺς ἀνδρείους ἀγῶνας, καὶ θαυμάτων, τὰ παράδοξα ἐν πίστει, Δίε Πατέρων τὸ καύχημα.

.

ὁ α’ χορός

Δξα Πατρί… Ἦχος πλ. δ΄.

Τῆς θείας ἀμπέλου βλάστημα ὑπάρχουσα παιδιόθεν ἐδέξω σοφίαν τὴν ἐπουράνιον, δι’ ἧς κυβερνῶσα σῶμα καὶ ψυχὴν, κεκαθαρμένον πυξίον τὴν καρδίαν παρεσκευάσας, ἥν εὑραμένη ἡ χάρις τοῦ Ἁγίου Πνεύματος κατεγράψατο γράμμασι χρυσοῖς, πίστιν καὶ ἀγάπην, καὶ τελείαν ἀπάθειαν. Ὅθεν πτερουμένη τῷ θείῳ ἔρωτι, ὥς ἀφροὺς θαλαττίους τοὺς ἔρωτας τῶν γηΐνων ἀπεκρούσω. Πλοῦτον καὶ δόξαν καὶ γένους εὔκλειαν προσφιλῆ ἐνασχόλησιν εὑραμένη εἰς τὸ καταρτίζειν ἐνθέως τὰς ψυχὰς τῶν ἐν τῷ παρθενῶνι παρθένων σου, ἅς καὶ παρέστησας νύμφας ἀμώμους, τῷ οὐρανίῳ Νυμφίῳ. Διὸ καὶ ὁ τῶν ἀπάντων Θεὸς ἐδόξασε καὶ ζῶσαν καὶ μετὰ θάνατον πηγὴν θαυμάτων ἀναδείξας σε. Ἀληθὴς γὰρ ὁ εὶπὼν, ὅς ἄν ἀφῆκε πάντα δι’ ἐμὲ, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει, ἧς νῦν τυχοῦσα Μακρίνα πανεύφημε, μνημόνευε καὶ ἡμῶν τῶν μεμνημένων σου καὶ ἐτησίως ἀγόντων τὴν χαρμόσυνόν σου πανήγυριν.

ὁ β’ χορός

Κα νν… Θεοτοκίον

Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τ Πμπτῃ σπρας  Ἦχος πλ. β’ 

ὁ α’ χορός

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

ὁ β’ χορός

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

ὁ α’ χορός

Στχ. ρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἤξει ἡ βοήθειά μου.

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τν ορανν κα τν γν.

καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα’. 10 — 26)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε’. 15 – στ’. 3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστω· διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιησει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν, συνεκπολεμήσει δ΄ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπῶν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφθήσονται χάλαζαι· ἀγανακτήσει κατ’αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλείσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. δ’, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακροὺς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες ….

  • Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

 Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν …..

Εἰς τὴν Λιτήν. Ἦχος α΄.

Τῆς παρθενίας τὸ κρίνον, τὸ ἄνθος τῆς ἐγκρατείας, τῶν μαρτυρικῶν γεννητόρων τὸ εὐγενὲς ἀποκύημα, ἡ παρθένος Μακρίνα, σήμερον συνεκαλέσατο ἡμᾶς, εἰς ὕμνους τῆς ἀρετῆς καὶ ἐγκώμια. Ὁ γὰρ τὴν Μακρίναν ἐπαινῶν, τὴν παρθενίαν γεραίρει, ἧς περ τὸν στέφανον ἔπλεξε τὸ Πανάγιον Πνεῦμα διὰ τοῦ Ἠσαΐου. Φησὶ γὰρ, τοῖς παρθένοις τοῖς φυλάσσουσι τὰ σάββατά μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστον, ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει. Ἐκεῖθεν οὖν, ἔνθα νῦν αὐλίζῃ πανεύφημος Ἡγουμένη, φώτιζε τὸν νοῦν ἡμῶν εἰς τὸ ἐκλέγεσθαι ἀεὶ, ἅπερ θέλει ὁ Κύριος, ὁ Νυμφίος τῶν ψυχῶν ἡμῶν.

πστιχα

. Εἰς τὸν Στίχον Στιχηρὰ προσόμοια τῆς Ἁγίας.

ὁ α’ χορός

χος α΄. Τν ορανίων ταγμάτων.

Παρισταμένη τῷ θρόνῳ σὺν τοῖς μεγάλοις χοροῖς, τοῦ πάντων βασιλέως καὶ Δεσπότου Μακρίνα, κλέος τε καὶ χάρμα τῶν μοναστῶν, ὑπὲρ πάντων ἱκέτευε, τῶν ἐκτελούντων τὴν μνήμην τὴν ἱερὰν, τῆς σεπτῆς σου μεταστάσεως.

ὁ β’ χορός

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.

Πάθη δυσκάθεκτα Μῆτερ, ψυχῆς δουλώσασα, ἐν ἐγκρατείας πόνοις, τοῖς ἀύλοις ἀγγέλοις, ἐν σώματι βιοῦσα τῷ ὑλικῷ, θαυμαστῶς ἐξωμοίωσαι, προσομιλοῦσα τῷ πάντων Δημιουργῷ, ἐν ταῖς θείαις σου ἐντεύξεσι.

ὁ α’ χορός

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

ς κρίνον εὔοσμον Μῆτερ, λαμπρῶς ἐξήνθησας, ἐν ταῖς κοιλάσιν ἄνθος, σεπτὸν ἀκτημοσύνης καὶ ἐγκρατείας κόσμος πανευπρεπὴς, ὅπερ δρέψας εἰσήγαγεν, εἰς τὸ Νυμφῶνα τῆς δόξης τὸν ποθητὸν, ὁ ἀθάνατος Νυμφίος Σου.

 ὁ β’ χορός

Δξα Πατρί… χος β΄.

Στοιχοῦσα ταῖς θείαις τοῦ Σωτῆρος ἐντολαῖς, ἐν ἀληθεῖ ἐπιγνώσει, τοὺς σοῦς ἐυσεβεῖς γεννήτορας, εὐσεβῶς ἐτίμησας, μέχρι θανάτου, τὴν μεγάλην σου Μητέρα εὐλαβῶς γηροκομήσασα. Καὶ αὖθις σὺ τοῦ οἴκου σέμνωμα καὶ ἔρεισμα, τῶν συγγόνων τῶν σοφῶν, αὐτὴ τὰ πρῶτα βήματα εἰς τὴν τῶν Γραφῶν μελέτην εἰσήγαγες, καὶ ἐν τῇ ἀσκητικῇ ἀγωγῇ ἐχειραγωγήσας, τρεῖς ἐπιφανεῖς τῆς Ἐκκλησίας κήρυκας καὶ φαεινοὺς τῆς πίστεως ἐκφάντορας, καὶ τῆς Οἰκουμένης ἁπάσης διδασκάλους καὶ κοσμήτορας, Βασίλειον τὸν μέγαν, Γρηγόριο τῶν Νυσσαέων τὴν σάλπιγγα, καὶ Πέτρον Σεβαστείας τὸν πρόεδρον. Ὅθεν καὶ χρεωστικῶς τὴν μητρικὴν εὐλογίαν, Μακρίνα ἀπείληφας.

ὁ α’ χορός

Κα νν… Θεοτοκίον

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

ὁ προεστὼς: Νῦν ἀπολύεις …Τρισάγιον….

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος α΄. Αὐτόμελον.

Εὐσχημόνως συνδραμοῦσαι, ὦ παρθένοι εὐσχήμονες, τὴν τῆς εὐσχημόνος Μακρίνης ὁσίαν μνήμην, εὐσχήμοσιν ἐν ὕμνοις ἐπιτελέσωμεν. Καὶ γὰρ ἀσκήσεως αὕτη ὡραῖος ἀνεδείχθη κανὼν, ταπεινώσεως καὶ ἀκτημοσύνης, ὄρος φωτοειδέστατος, τῆς Καισαρείας ἡ δόξα, καὶ τοῦ Βασιλείου ἡ μεγάλη σύγγονος, ὅν ἀπὸ τῆς ἔξω σοφίας πανύμνητον, εἰς τὴν τῶν θείων Γραφῶν μελέτην σοφῶς ἐπαιδαγώγησεν. Αὐτὴ καὶ νῦν τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀπαύστως δέεται.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

πόλυσις

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

18 ΙΟΥΛ19 ΕΣΠΕΡΙΝΟΣ ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s