«Τὴν ἐν σαρκὶ ζωήν σου»ΗΧΟΣ Γ΄ΑΠΟΛΥΤΙΚΙΟΝ ΟΣΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΑΘΩΝΙΤΟΥ

Ἀπολυτίκιον τοῦ Ὁσίου Ἀθανασίου
Ἦχος γ’
Τὴν ὡραιότητα 
Τὴν ἐν σαρκὶ ζωήν σου κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς· Διὸ Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.