12 ΙΟΥΛΙΟΥ 2019
+ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος πλ.α’
ὁ α’ χορὸς
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ,’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ, . Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος,ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας, λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν, Παΐσιε θεοφόρε· καὶ νῦν πρεσβεύεις ἀπαύστως ὑπὲρ παντὸς τοῦ κόσμου, Ὅσιε.
ὁ β’ χορὸς
Δόξα Πατρὶ…
Τῆς ἐνθέου ἀγάπης….
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον ὁ αὐτὸς
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Κάθισμα Ἦχος α΄Τὸν τάφον σου, Σωτήρ
Ζωὴν ἀγγελικήν, ὡς οἱ πάλαι Πατέρες,ἐν Ἄθῳ καὶ Σινᾶ καὶ Στομίῳ διῆλθες,Παΐσιε ὅσιε, καὶ τοὺς πάντας προέτρεψας ἔργοις λόγοις τε καταφρονεῖν τῶν ματαίων, μόνης δὲ ψυχῆς ἐπιμελεῖσθαι ἀπαύστως·ὑπάρχει γὰρ ἀθάνατος.
.
ὁ β’ χορός
Δόξα Πατρὶ…
Τὴν θείαν σου λαμπρῶς ἑορτάζοντες μνήμην, κυκλοῦμεν εὐλαβῶς τὸν σὸν πάνσεπτον τάφον, πατὴρ ἡμῶν Παΐσιε, εὐγνωμόνως συμπλέκοντες ἄνθη εὔοσμα τῶν ἱερῶν ἐγκωμίων· ταῦτα πρόσδεξαι καὶ τὰς ἡμῶν ἱκεσίας Θεῷ διαβίβασον.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Μαρία, καθαρὸν ὁ Δεσπότης δοχεῖον εὑρών σε ἐπὶ γῆς, οὐρανῶν Πλατυτέραν ἀνέδειξέ σε, Πάναγνε, ἐν γαστρί σου σαρκούμενος· ὅθεν πλάτυνον ἡμῶν τὸ στόμα καὶ πλῆσον σῆς αἰνέσεως, ὅπως τὰ σὰ μεγαλεῖα δοξάζωμεν, Δέσποινα.
Μετὰ τὴν β’ Στιχολογίαν
ὁ α’ χορὸς
Κάθισμα Ἦχος δ´.
Κατεπλάγη Ἰωσήφ.
᾽Αδιάλειπτος εὐχή, φύσεως βία διαρκής, ὑπομονὴ ἐν πειρασμοῖς, εὐχαριστία ἐν παντὶ ἡ βιοτή σου ὑπῆρξε, θεόφρον Πάτερ· ἔσχες γὰρ ὡς πῦρ ἐν τῇ καρδίᾳ σου φιλοτιμίαν θαυμαστὴν ἐκπηγάζουσαν ἐκ τῆς ἀμέτρου εὐγνώμονος ἀγάπης πρὸς τὸν Δεσπότην καὶ Κύριον, δι᾿ Ὃν καὶ θνῄσκειν σφοδρῶς ἐπόθεις καθ᾿ ἑκάστην ἡμέραν
.
ὁ β’ χορός
Δόξα Πατρὶ…
Συμπαθέστατος πατήρ, σύμβουλος ὄντως ἀπλανής, πλανωμένων παιδευτὴς καὶ τῶν πλανώντων ἐλεγκτὴς γέγονας, Πάτερ, παρέχων ἑνὶ ἑκάστῳ ἴαμα ψυχῆς τὸ προσφορώτερον, μετρῶν ἐν τῷ ζυγῷ τῆς διακρίσεως· ἐκ τῆς θεοσυνέτου σου καρδίας ὁμοῦ γὰρ ἔβλυζον, Ἅγιε, ἡ στοργική σου φιλαδελφία καὶ ἡ φιλεύσπλαγχνος παιδαγωγία.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Μεγαλεῖα ἀληθῶς ὁ πάντων Πλάστης καὶ Θεὸς σοὶ ἐποίησεν, Ἁγνή, διὸ ἱκέτευε Αὐτὸν τοῦ μεγαλῦναι τὸ ἔλεος ἐπὶ πάντας, ὅπως ἐν χαρᾷ ἀπαύστως ψάλλωμεν· Ἄξιόν ἐστι μακαρίζειν σε, τὴν Χερουβεὶμ καὶ Σεραφεὶμ ὑπερτέραν, ὡς Μητέρα ὑπάρχουσαν τοῦ ἐν ὑψίστοις Θεοῦ καὶ Κτίστου καὶ Σωτῆρος τοῦ κόσμου.
Μετὰ τὸν Πολυέλεον
ὁ α’ χορὸς
Κάθισμα Ἦχος γ´. Τὴν ὡραιότητα.
Τὸ πῦρ τοῦ ζήλου σου καὶ τοὺς ἀγῶνάς σου τίς οἶδεν, Ὅσιε; ἢ τῆς ἀγάπης σου τοὺς ἀειῤῥύτους ποταμοὺς τίς δύναται ἐκμετρῆσαι; καθ᾿ ἡμέραν ἔθνῃσκες, ῥῶσιν δίδων τοῖς κάμνουσιν· εἰ δὲ καὶ ἠδύνασο, τὴν καρδίαν σου ἔδωκας ἄν, μιμούμενος Χριστοῦ τὴν εὐσπλαγχνίαν, τοῦ ὑπὲρ πάντων κενωθέντος.
ὁ β’ χορός
Δόξα…..
Θείαν ἀνάβασιν διατιθέμενος, ἀπὸ τῆς πράξεως, Ὅσιε, ἔφθασας εἰς καθαρότητα ψυχῆς καὶ δύναμιν θεωρίας· ὅθεν ἡμῖν ἔδωκας ἀρετῆς, Πάτερ, κλίμακα, ὡς βαθμίδας ἔχουσαν τοὺς θεοσόφους λόγους σου, δι᾿ ὧν ἀπὸ βυθοῦ ἐμπαθείας εἰς ὕψος ἀπαθείας ἀνερχόμεθα.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Τί σε καλέσωμεν, Μῆτερ Ἀνύμφευτε; Ἀγγέλων Δέσποιναν, κόσμου μεσίτριαν, θείων χαρίτων θησαυρόν, ἀλάβαστρον θείου μύρου, βάτον ἀκατάφλεκτον, στάμνον μάννα βαστάζουσαν, κλίμακα μετάγουσαν ἀπὸ γῆς πρὸς οὐράνια, καὶ σκέπην οὐρανῶν πλατυτέραν, σκέπουσαν ἡμᾶς καὶ διασῴζουσαν.
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
· Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
· Ἐκ νεότητός μου ……
ὁ α’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Οἱ μισοῦντες Σιών,
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ’
ὁ α΄ χορὸς
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
ὁ β’ χορός
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
ὁ α’ χορὸς
Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου
…..
ὁ α΄ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Ἐκ τοῦ κατὰ Ματθαῖον
(ια΄ 27 – 30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα Σοι Κύριε, δόξα Σοι.
καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα)
ὁ α΄ χορὸς
Δόξα Πατρί… Ἦχος β’
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων
ὁ β΄ χορὸς
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Ἦχος πλ. β´.‘
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Δεῦτε, πιστοί, τῆς Παϊσίου τραπέζης ἐνθέως μετάσχωμεν· ἰδοὺ γὰρ ὁ πατὴρ ἡμῶν Παΐσιος ὁ νέος, τοῦ παλαιοῦ ὁμότροπος φανείς, συγκαλεῖται ἡμᾶς πρὸς ἑστίασιν πνευματικήν· δεῦτε, ἅπαντες, εὐφρανθῶμεν τοῖς καρποῖς τῶν καμάτων, τοῖς μελιῤῥύτοις λόγοις καὶ τοῖς νάμασι τῶν θαυμάτων αὐτοῦ, ὡς παρόντα δὲ ὁρῶντες τὸν ἡμέτερον προστάτην, αὐτὸν ἱκετεύσωμεν· Ὅσιε Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
Ὁ Κανὼν τῆς Θεοτόκου
ᾠδὴ α’ Ἦχος πλ. δ’
ὁ α’ χορὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ἄσωμεν.
ὁ β’ χορὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,…
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
καὶ οἱ δύο Κανόνες τοῦ Ὁσίου
Κανὼν πρῶτος, οὗ ἡ ἀκροστιχίς·
«Παϊσίου ᾄσωμεν τοὺς ὑπὲρ φύσιν ἄθλους».
Ἦχος πλ. δ΄.
ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πῶς ἐπαξίως ἐν ᾠδαῖς ὑμνήσωμεν, πάτερ Παΐσιε, τὴν ἀσκητικήν σου πολιτείαν, Ὅσιε,
καὶ ποίοις λόγοις ᾄσωμεν τὴν θερμήν σου ἀγάπην τὴν μετὰ πάντων συμπάσχουσαν καὶ παραμυθίαν παρέχουσαν;
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
᾽Ασκητικῶς ἀπὸ παιδὸς ἐβίωσας ἀγάπῃ θείᾳ φλεχθείς, βίοις δὲ Ἁγίων ἐντρυφῶν ἐσπούδαζες μιμεῖσθαι μετὰ ζέσεως τὰ μεγάλα ἐκείνων καὶ ὑπὲρ φύσιν παλαίσματα καὶ τὴν βιοτὴν τὴν ἰσάγγελον.
᾽ ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ιδὼν Χριστὸς πῶς ἀπιστίας κλύδωνα σοφῶς διέφυγες, ἔτι παῖς ὑπάρχων, φιλοτίμῳ πίστει σου, μέσῳ φωτὸς ἐφάνη σοι, ἀσφαλῶς βεβαιῶν σοι ὅτι Αὐτὸς ἡ ἀνάστασις καὶ ζωή ἐστι τοῖς πιστεύουσι.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.
Σοὶ ἀληθῶς μετὰ Θεὸν ἀνέθηκα πᾶσαν ἐλπίδα, Ἁγνή, καὶ σοὶ ἀνατείνων ὅλην μου τὴν ἔφεσιν, ἀναβοῶ ἐξ ὅλης μου τῆς ψυχῆς καὶ ἰσχύος· Πρὸς σωτηρίαν με ἴθυνον, Μῆτερ τοῦ Θεοῦ, Παναγία μου.
Κανὼν δεύτερος, οὗ ἡ ἀκροστιχίς·
«Χαίροις, πάτερ Παΐσιε, παραμυθία πάντων».
Ἦχος δ΄.
ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χαρμόσυνα ᾄσματα ᾄδομεν σήμερον χαίροντες, Παΐσιε ὅσιε, τῇ θείᾳ μνήμῃ σου, ὡς ἐλάμπρυνας Χριστοῦ τὴν Ἐκκλησίαν τῷ φέγγει τῶν ἄθλων σου καὶ τῶν θαυμάτων σου.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
᾽Αγάλλου καὶ χόρευε, Καππαδοκία, θαυμάζουσα Θεὸς πῶς ἐδόξασε τῇ καθ᾽ ἡμᾶς γενεᾷ ὃν ἐγέννησας, Παΐσιον τὸν νέον, ἐν Ἄθῳ ἀσκήσαντα ζέοντι πνεύματι.
ὁ α’ χορὸς
Δόξα Πατρί…
᾽Ιθύνθης στεῤῥότατα πρὸς ἀρετῶν τελειότητα ἐκ πρώτων βημάτων σου, πάτερ Παΐσιε, καὶ ἠγώνισαι ἐν πᾶσι φιλοτίμως, διὸ καὶ ἀπείληφας στέφανον ἄφθαρτον.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ρητόρων οὐδέποτε γλῶσσαι σοφαὶ ἐξισχύσουσι τὸ μέγα μυστήριον ἐξερευνῆσαι, Ἁγνή, πῶς διέμεινας Παρθένος μετὰ τόκον, πῶς Μήτηρ τοῦ Κτίστου σου ἡ δούλη γέγονας.
ᾠδὴ γ’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
ὁ β’ χορὸς
Οὐρανίας ἁψῖδος,…
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
ᾨδὴ γ΄.
Ὁ στερεώσας κατ᾽ ἀρχάς.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
᾽Ιδοὺ πεπλήρωται σαφῶς ἡ περὶ σοῦ προφητεία τοῦ ἁγίου Ἀρσενίου εἰπόντος ὡς ὁμότροπος αὐτοῦ ὀφθήσῃ, ὦ Παΐσιε· καὶ νῦν ὡς δύο ἄστρα τὴν Ἐκκλησίαν φαιδρύνετε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
῞Oλος πυρίπνους εἰσελθὼν εἰς κοινοβίου παλαίστραν, πῦρ ἐτίθεις τῷ πυρὶ καθ᾿ ἡμέραν, ἐν ἱδρῶσι κοπιῶν καὶ δάκρυσιν εὐχόμενος· ὅθεν ἡ θεία Χάρις σὲ περιέλουσεν ἄνωθεν.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
῾Υπερβαλλόντως ὁ σφοδρὸς τῆς ἡσυχίας ὁ πόθος σὲ διήγειρε δραμεῖν πρὸς ἐρήμους·ἔνθα πίνων διαυγῆ τῆς ἀπαθείας νάματα, πηγὴ ἐγένου, Πάτερ, ὕδωρ τὸ ζῶν ἀναβλύζουσα.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.
῎Αχραντε Μῆτερ τοῦ Θεοῦ, τῇ σῇ ἀγάπῃ ἐθέλχθη ἡ καρδία τοῦ σεπτοῦ Παϊσίου, ὃς προσπίπτων σοι θερμῶς μετ᾿ εὐλαβείας ἔκραζεν· Ἡδύτερον οὐκ ἔστι σοῦ τῆς Μητρὸς τοῦ Κυρίου μου.
Ἕτερος.
Τοὺς σοὺς ὑμνολόγους.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
῾Oἄσβεστος ζῆλός σου, θεόφρον, ὁ μέγας σου ἔρως πρὸς Χριστὸν ἀπαύστως σε προέτρεπεν ἀναβοᾶν τρανότατα· Ἐμοὶ τὸ ζῆν Χριστός ἐστι καὶ μέγα κέρδος ὁ θάνατος.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
᾽Ισχύϊ Θεοῦ καθωπλισμένος, ἐπ᾽ ὤμων σου ἦρας τὸν σταυρὸν καὶ ἐσταυρώθης, Ὅσιε, τῷ κόσμῳ καὶ τοῖς πάθεσι· διὸ ὁ ἅπας βίος σου Πάσχα Κυρίου ἐγένετο.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Σοφίαν τοῦ κόσμου οὐκ ἐκτήσω, σοφίαν δὲ ὄντως τοῦ Θεοῦ ἐδέξω, θεοδίδακτε, τῇ καθαρᾷ καρδίᾳ σου καὶ ἔγνως τὰ ἀνέκφραστα καὶ ὑπὲρ φύσιν μυστήρια.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Παρθένε πανύμνητε Μαρία, ἡ θεία εἰκών σου θαυμαστῶς εὐφραίνει χείλη, ὄμματα, καρδίαν καὶ διάνοιαν· ἣν πίστει ἀσπαζόμενοι, ἰσχὺν μεγίστην λαμβάνομεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
ὁ α’ χορός
Κάθισμα Ἦχος πλ. δ’ – Τὴν Σοφίαν καὶ Λόγον
Γλυκυτάτῳ τῷ βέλει τῆς θεϊκῆς ἀγαπήσεως, Πάτερ, ἐκκεντηθείς, τὸν κόσμον κατέλιπες καὶ μητρὸς σχέσιν ἔῤῥιψας καὶ ἐν ἐρήμῳ ἐκτήσω τὴν θείαν πρὸς ἅπαντας γενικὴν ἀγάπην, ἧς βέλος σε ἔνυττεν, Ὅσιε, ἀπαύστως πρὸς ἀνάπαυσιν πάντων· διὸ ἐκ τοῦ αἵματος σῆς καρδίας ἠλέησας ἀσθενεῖς, κινδυνεύοντας, πενθοῦντας, πλανωμένους, πτωχούς, ἔτι δὲ τεθνεῶσιν ἔδωκας ἀναψυχὴν ταῖς εὐχαῖς σου πρὸς Κύριον.
ὁ β’ χορὸς
Δόξα Πατρί…
῾Υποκύπτων τῷ βάρει τῶν πειρασμῶν καὶ κεντούμενος βέλει τῶν λυπηρῶν, ἐξαίφνης σε εὕρηκα ὀξυτάτην ἀντίληψιν, ὅτι πρὶν εἴπω· Ἅγιε Παΐσιε, πρόφθασον, ἐνώπιόν μου ἔστης, ὦ θαῦμα ἐξαίσιον! τὸν γὰρ στεναγμόν μου τὸν κρυπτὸν οὐ παρεῖδες, οὐδὲ τῆς καρδίας μου τὴν πικρὰν θλῖψιν, Ὅσιε, ἀλλ᾽ ὡς δοῦλος φιλότιμος τοῦ μόνου φιλανθρώπου Θεοῦ ἐπεσκέψω τὴν ἐμὴν ἀσθένειαν, ἰατρείαν παρέχων ἀνέλπιστον.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον ὅμοιον
῾Oρατῶς τῇ εἰκόνι σου παρεστώς, ὥσπερ ζώσῃ παρίσταμαι νοερῶς καὶ πόθῳ προσπίπτων σοι, εὐλαβείᾳ ἀσπάζομαι τοὺς σοὺς ἀχράντους πόδας, Παντάνασσα Δέσποινα, εὐχαριστίας προσφέρων, ἀνθ᾿ ὧνπερ ἀπήλαυσα, καὶ ἀναβοῶν σοι ἐν καρδίᾳ σκιρτώσῃ· Μαρία, τὸ πάμφωτον τοῦ Δεσπότου παλάτιον σὺ ὑπάρχεις, Πανάχραντε· ὅλος γὰρ κατῴκησεν ἐν σοὶ Θεὸς Λόγος, ἵνα με τὸν ἄνθρωπον κατὰ χάριν θεὸν ἀπεργάσηται.
ᾠδὴ δ’
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
ᾨδὴ δ΄.
Σύ μου ἰσχύς, Κύριε.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὺ ὡς τρυφὴν πᾶσαν οἰόμενος στέρησιν, τὴν νηστείαν ὡς τερπνὴν ἀπόλαυσιν καὶ πᾶσαν ἄσκησιν ὡς χαράν, ἐπενόεις ἄθλους παντοειδεῖς, Πάτερ ὅσιε· ἐνίκα γὰρ τοὺς κόπους ὁ πόθος τοῦ Δεσπότου, Ὃν ἐζήτεις ὡς μόνον παμπόθητον.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
῍Ω πῶς ἐν γῇ ἔζης, Παμμάκαρ, ὡς ἄγγελος καὶ Ἀγγέλους εἶχες βοηθοῦντάς σοι καὶ τοὺς Ἁγίους συγκοινωνούς! μεθ᾽ ὧν νῦν χορεύων ἐν οὐρανίοις σκηνώμασι, μὴ παύσῃ, δυσωποῦμεν, πρεσβεύων ὑπὲρ πάντων τῶν τιμώντων σε, πάτερ Παΐσιε.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μέσῳ φωτὸς πλήρης γλυκύτητος ὤφθη σοι ὁ Δεσπότης, ὢ μεγίστης χάριτος! ὅθεν ἐβόας ἐξεστηκώς· Πῶς ἐνέπτυσάν Σε, τοιούτῳ κάλλει κοσμούμενον; Χιλίους ἔτι χρόνους εἰ ἔζων ἐν ἀσκήσει, οὐκ ἂν ἤρκουν μοι, Σῶτερ, εὐχαριστῆσαί Σοι.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.
᾽Εν τῷ Σινᾶ ὤφθης ὡς Μήτηρ φιλόστοργος Παϊσίῳ τῷ θερμῷ ἱκέτῃ σου, ὃς καὶ θαυμάζων τὴν σὴν στοργὴν καὶ τὴν γλυκυτάτην παραμυθίαν σου, ἔλεγε· Σὺ Μήτηρ μου ὑπάρχεις, Θεομῆτορ Παρθένε, καὶ εἰς σὲ ἐμαυτὸν ἀνατέθηκα.
Ἕτερος.
Τὴν ἀνεξιχνίαστον.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
῎Αῤῥητον, ὑπέρλαμπρον, ἄπλετον φῶς ἔλαμψέ ποτε τῇ Καλύβῃ σου Χάριτος θείας· ὅθεν θείῳ φωτισμῷ καταυγασθείς, μακάριε, ἔνθεα νοήματα ἔβλυσας.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τέκνον ὥσπερ τρέφει πατὴρ στοργικός, οὕτω σε ἐφρόντιζε Κύριος ἐν τῇ ἐρήμῳ· ἐπιῤῥίψας γὰρ Αὐτῷ ἐλπίδα πᾶσαν, Ὅσιε, ὅλως ἀμερίμνως ἐβίωσας.
Δόξα Πατρί…
Εὔχαριν, γλυκύτατον καὶ προσηνῆ, Χριστοῦ εὐωδίαν ἐκχέοντα, Πάτερ, σὲ ἔγνω πᾶς ἐρχόμενος πρὸς σέ· καὶ θλίψεις ἀποθέμενος ὡς ὑπόπτερος ἀπήρχετο.
Καὶ νῦν…Θεοτοκίον
Ρήμασιν οὐκ ἔστιν ὑμνεῖν σε, Ἁγνή· ὅθεν τί προσάξωμεν ἄξιον σοὶ τῇ Πανσέπτῳ; πίστιν μόνον ἀληθῆ πανευλαβῶς προσφέρομεν, ἥνπερ μὴ παρίδῃς, δεόμεθα.
ᾠδὴ ε’
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἒμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ ε΄.
Ἵνα τί με ἀπώσω.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νικητὴς τῶν δαιμόνων ὄντως κραταιότατος ἐδείχθης, Ὅσιε· οὐ γὰρ ἐπτοήθης τὰς ἐνέδρας αὐτῶν καὶ τὰ φόβητρα, ὅπλον σωτηρίας τὸν τοῦ Χριστοῦ σταυρὸν κατέχων καὶ ταπείνωσιν ἔχων ὡς θώρακα.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν πτωχεύουσαν πλούτῳ ἀλλὰ πλουτοδότιδα, Πάτερ, Καλύβην σου αἴγλῃ οὐρανίῳ ἐπεσκέψατο αἴφνης ἡ ἔνδοξος μάρτυς Εὐφημία, πληροῦσα θείας εὐφροσύνης καὶ εἰρήνης πολλῆς τὴν καρδίαν σου.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
῞Oλος πῦρ ἐγεγόνεις, ὅτε τὰς εὐχάς σου Κυρίῳ ἀνέπεμπες ὑπὲρ τῶν τεθνεώτων μετὰ πόνου θερμοῦ τε καὶ πίστεως· ὅθεν σαῖς πρεσβείαις ὁ Πολυέλεος Δεσπότης ἐκ πυρὸς αἰωνίου ψυχὰς ἐῤῥύσατο.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.
῾Υπὸ σοῦ, Θεομῆτορ, ὁ σεπτὸς Παΐσιος τροφὴν ἐδέξατο· Ἄγγελος γὰρ τούτῳ κεκμηκότι τροφὴν θείαν ἔδωκε, λέγων· Εἰς τὴν δόξαν τῆς Παναγίας Θεοτόκου. Ὢ τῆς θείας προνοίας σου, Δέσποινα!
Ἕτερος.
Ἐξέστη τὰ σύμπαντα.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πυρί, Πάτερ ὅσιε, τῶν πειρασμῶν πυρούμενος, ὥσπερ ὁ χρυσὸς ἐν τῇ καμίνῳ ἐκαθαρίσθης, καὶ διὰ πείρας μαθὼν ἐδίδαξας ὅτι ἐν χαρᾷ θλίψεις οἱ βαστάζοντες σωτηρίαν εὑρίσκουσιν.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
᾽Αρίστην ὠνόμασας ὡς ἀσφαλῆ καὶ σύντομον τὴν τρίβον τῆς ταπεινοφροσύνης· καὶ γὰρ ἀσκήσει ἀναλωθεὶς ὑψηλῇ, ἔγνως ὡς ἁπλοῖς καὶ ταπεινοῖς ἄφθονος χαρίζεται ἡ Θεοῦ Χάρις, Ὅσιε.
Δόξα Πατρί…
᾽Ιώμενος, Ὅσιε, νοσήματα τοῦ σώματος, νόσων τῆς ψυχῆς ἐπεμελήσω, εὐστόχοις λόγοις, ὥσπερ καλὸς ἰατρός, εἰς φιλοτιμίαν παραινῶν, πίστιν καὶ μετάνοιαν καὶ πρὸς βίου διόρθωσιν.
Καὶ νῦν… Θεοτοκίον
Σὺ Εὔας ἡ λύτρωσις καὶ τοῦ Ἀδὰμ ἀνάκλησις κόσμου τε χαρὰ καὶ σωτηρία· ἡ μὲν γὰρ Εὔα παρακοῇ πρὸς Θεὸν ἀπέκλεισε πύλην τῆς Ἐδέμ, σὺ δὲ ταύτην ἤνοιξας τῷ Κυρίῳ ὑπείκουσα.
ᾠδὴ ς’
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς΄ Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
ᾨδὴ Ϛ΄.
Ἱλάσθητί μοι.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σαφῶς τὰ πόῤῥω ὁρῶν, ὥσπερ ἐγγύς, Πάτερ ὅσιε, καὶ βάθη τῶν καρδιῶν καθορῶν, ἀφύπνισας πολλοὺς καὶ ὡδήγησας εἰς θεογνωσίαν καὶ ὁδὸν ὄντως σωτήριον.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
῾Υψώθης εἰς οὐρανούς, ὅλος μετάρσιος γέγονας, καὶ θεωρῶν μυστικῶς τὰ θεῖα μυστήρια, Παΐσιε ὅσιε, ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν ὑπερεδόξαζες.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Προχέων ἐξ οὐρανοῦ πλουσίαν χάριν ὁ Κύριος, ἠξίωσέ σε ποιεῖν τεράστια θαύματα· ἔτι γὰρ ἐφίστασο καὶ μὴ αἰτουμένοις τὴν βοήθειάν σου, Ὅσιε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.
᾽Εκ σοῦ ἐτέχθη, Ἁγνή, ὁ τῆς χαρᾶς ἡμῶν αἴτιος, Χριστός, ἡ πάντων χαρά, ζωὴ καὶ ἀνάστασις· ὅθεν χαρμοσύνως σοι ἐκβοῶμεν· Χαῖρε, ἡ παντὸς τοῦ κόσμου λύτρωσις.
Ἕτερος.
Τὴν θείαν ταύτην.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
᾽Ιλὺν παθῶν ἀποθέμενος, ἐδείχθης ἀκηλίδωτον ἔσοπτρον, καὶ φῶς δεξάμενος τῆς τρισηλίου Θεότητος ἀντανακλάσεις, Πάτερ, ἡμῖν ἐξήστραψας.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
᾽Εν σοὶ Θεὸς ἀνεπαύσατο, ἐπεὶ ἠρνήσω πᾶσαν ἀνάπαυσιν καὶ ἐκοπίασας, νυχθημερὸν δαπανώμενος τοῦ ἀναπαῦσαι, Ὅσιε, τὸν πλησίον σου.
Δόξα Πατρί…
Πολλὰ ἐποίεις θαυμάσια εὐχαῖς σου πρὸς Χριστὸν τὸν φιλάνθρωπον, Οὗπερ καὶ ἔκρουες ἐν στεναγμοῖς τῆς καρδίας σου τὴν τοῦ ἐλέους θύραν ἀόκνως, Ὅσιε.
Καὶ νῦν… Θεοτοκίον
῾Αγνείας θεῖον κειμήλιον,πανεύοσμον Θεοῦ οἰκητήριον, οἶκόν με ποίησον τῶν χαρισμάτων τοῦ Πνεύματος ταῖς σαῖς πρεσβείαις, Κόρη ἀειμακάριστε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον Ἦχος πλ.δ΄ Τῇ Ὑπερμάχῳ.
᾽Αγγελικῶς ἐπὶ τῆς γῆς πολιτευσάμενος καὶ δι᾿ ἀγάπης λάμψας, ὅσιε Παΐσιε, μοναζόντων μέγα στήριγμα ἀνεδείχθης, τῶν πιστῶν χειραγωγὸς πρὸς βίον ἅγιον, οἰκουμένης δὲ ἐντρύφημα γλυκύτατον· διὸ κράζομεν· Χαίροις, Πάτερ παγκόσμιε.
Ὁ Οἶκος
῎Αγγελοι διηπόρουν, πῶς ἐν σώματι ὤν, Πάτερ, εἰς οὐρανοὺς δι᾿ ἀγάπης ἀνέβης, κἀντεῦθεν θείας ἀγάπης πλησθείς, τὴν γῆν τῷ φωτὶ τῆς ἀγάπης οὐράνωσας! Ἡμεῖς δέ, σὲ θαυμάζοντες, πανευλαβῶς βοῶμέν σοι τοιαῦτα·
Χαῖρε, ὁ μύστης τῆς ἡσυχίας·
χαῖρε, δοχεῖον ἀγάπης θείας.
Χαῖρε, ὁ Ἀγγέλων ἄρτον δεξάμενος·
χαῖρε, ὁ Ἁγίους ὑποδεξάμενος.
Χαῖρε, ὅτι τὸν Θεάνθρωπον ἠξιώθης κατιδεῖν·
χαῖρε, ὅτι τῆς Θεόπαιδος ἐθεάσω τὴν μορφήν.
Χαῖρε, ὁ εὐσυμπάθητος ὑπὲρ πάντων εὐχέτης·
χαῖρε, ὁ παντὸς τοῦ κόσμου ἀφανὴς εὐεργέτης.
Χαῖρε, Ὀρθοδοξίας ὑπέρμαχος ἄριστος·
χαῖρε, κακοδοξίας ἀντίπαλος κράτιστος.
Χαῖρε, τοῦ Ὄρους Ἄθω ἡ αἴγλη·
χαῖρε, Μονῆς Θεολόγου ἡ σκέπη.
Χαίροις, πάτερ παγκόσμιε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Παϊσίου τοῦ Ἁγιορείτου, ἐν εἰρήνῃ τελειωθέντος κατὰ τὸ χιλιοστὸν ἐνακοσιοστὸν ἐνενηκοστὸν τέταρτον ἔτος (1994).
Στίχοι.
-
Ζήσας Παΐσιος μόνος Θεῷ μόνῳ,
-
Πολλοὺς τεθλιμμένους ἐκούφισεν πόνων.
-
Ἡνωμένος γὰρ τῷ Θεῷ δι’ ἀγάπης,
-
Παραμυθεῖσθαι πάντας εἴληφεν χάριν.
-
Δωδεκάτῃ Παΐσιος ἀνέσπερον αὐγὴν εἶδε
Τῇ αὐτῇ ἡμέρᾳ,, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου τοῦ Αἰγυπτίου.
Στίχοι
– Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ,
– Ὑπερβέβηκας, γυμνητεύσας εἰς τέλος.
– Δωδεκάτῃ ἀχίτωνα Ὀνούφριον ἐκ βίου ἦραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν τῷ Ἄθῳ.
Στίχοι
-
– Καὶ σοὶ προτείνει δεξιὰν Χριστός, Πέτρε,
– Σωθέντι γυμνῷ ἐκ θαλάσσης τοῦ βίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης.