ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΑΓΙΑΣ ΟΛΓΑΣ ΤΗΣ ΙΣΑΠΟΣΤΟΛΟΥ(2019)

11 ΙΟΥΛΙΟΥ 2019

+ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΟΛΓΑΣ

Αποτέλεσμα εικόνας για ΑΓΙΑ ΟΛΓΑ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

χος γ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον  Ἦχος γ’ Θείας πίστεως

Θείας πίστεως, ἀρχὴ ἁγία, ἀναδέδειξαι, ἐν τῇ Ῥωσίᾳ, προσελθοῦσα τοῦ Σωτῆρος τῇ χάριτι, καὶ ἐν αὐτῇ τὸν λαόν σου προσήγαγες, ὡς ἀληθὴς βασιλὶς καὶ θεόληπτος, Ὄλγαἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 β’ χορὸς

Δόξα Πατρί…

Θείας πίστεως, ἀρχὴ ἁγία……..

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος… 

ΚΑΘΙΣΜΑΤΑ 

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορὸς

Ἦχος γ΄. Τὴν ὡραιότητα.

Σοφίας ἔρωτι, τὸν νοῦν πτερώσασα, εἰδώλων ἔλιπες, ψευδῆ σεβάσματα, καὶ ἐνδιαίτημα τερπνὸν ἐγένου φιλοσοφίας, σὺ γὰρ διὰ πίστεως, καὶ ἠθῶν τελειότητος, Ἀπόστολος λαοῦ σου, Ὄλγα ἐχρημάτισας, διὸ πρέσβευε ὑπὲρ τῶν βοώντων· Χαίροις ἀνασσῶν τὸ κλέος.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…

Τὴν ὑπερένδοξον, ἄνασσαν ἅπαντες, Ὄλγαν ἐν ᾄσμασιν, ἀνευφημήσωμεν, καὶ μετὰ δέους πρὸς αὐτήν, προστρέξωμεν ἐκβοῶντες· χαῖρε ἠ ὑπέρμαχος, τῶν πιστῶν καὶ τὸ στήριγμα, χαῖρε Ὀρθοδόξων τε, κλέος ὄντως καὶ σέμνωμα, χαῖρε χαριτώνυμε μῆτερ, χαῖρε χαρμονὴ τῆς Ῥωσσίας.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Τὸν ὑπερούσιον, Λόγον ἐν μήτρᾳ Σου, ἁγνὴ ἐχώρησας, δι’ ἀγαθότητα, σάρκα λαβόντα ἐκ τῶν Σῶν, αἱμάτων ἀνερμηνεύτως, ὅθεν ὡς αἰτίαν Σε, τῆς ἡμῶν ἀναπλάσεως, καὶ κρηπίδα ἔχοντες, σωτηρίαν ἀσάλευτον, ὑμνοῦμέν Σε θερμῶς καὶ βοῶμεν· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὴν β’ Στιχολογίαν

 ὁ α’ χορὸς

Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

ς Ἀπόστολον Χριστοῦ, καὶ ἀνασσῶν τὸ κλέος, τιμῶμέν σε πιστῶς, παναοίδιμεὌλγα, τὸν ἐχθρὸν σὺ ἐνίκησας, καὶ τὴν πλάνην κατήσχυνας, ὅθεν σήμερον, τὴν ἁγίαν σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σὲ πρεσβεύειν, αἰτοῦμεν πρὸς Κύριον.

ὁ β’ χορὸς

Δόξα Πατρὶ….

πέστη τὸ σεπτόν, τῆς μητρὸς ἡμῶν Ὄλγας, μνημόσυνον πιστοί, ἀπαστράπτον ὡς ἄλλος, τοῖς πέρασιν ἥλιος, φωτεινὸς καὶ λαμπρότατος, ὅθεν σήμερον, δόξαν προσοίσωμεν πάντες, τῷ δοξάζοντι, ἐπὶ τῆς γῆς τοὺς Ἁγίους, Χριστῷ τῷ Θεῷ ἡμῶν.

ὁ α’ χορὸς

Καὶ νῦν. Θεοτοκίον.

λπὶς Χριστιανῶν, Παναγία Παρθένε, Ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, μετὰ τῆς Ἀποστόλου, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεὶ Σὲ δοξάζουσι.

 

. Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορὸς  

Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τὴν φαιδρὰν πανήγυριν, τῆς Ἀποστόλου, οἱ πιστοὶ τελέσωμεν, καθικετεύοντες αὐτήν, ὅπως μὴ παύσῃ πρεσβεύουσα, ἵνα τύχωμεν ἐλέους, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν…Θεοτοκίον

Προστασία ἄμαχε, τῇ Σῇ Παρθένε, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ Σέ, μὴ διαλίπῃς πρεσβεύουσα, πρὸς τὸν Υἱόν Σου, σωθῆναι τοὺς δούλους Σου.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορός

Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαβὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.

ὁ β’ χορός

Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαβὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.

ὁ α’ χορός

Στ.: Διὰ τοῦ ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαβὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Ἐκ τοῦ κατὰ Λουκᾶν

ια΄ 29 – 33

Τῷ καιρῷ ἐκείνῳ, ἐπαθροιζομένων τῶν ὄχλων ἤρξατο ὁ Ἰησοῦς λέγειν· Ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστι· σημεῖον ζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. καθὼς γὰρ ἐγένετο Ἰωνᾶς σημεῖον τοῖς Νινευῒταις, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ σημεῖον. βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. ἄνδρες Νινευῒ ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσιν.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ ψαλμὸς χύμα 

ὁ α΄ χορὸς

Δξα Πατρὶ… Ἦχος β’

Ταῖς τῆς Θεοστέπτου  πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Στιχηρν ἰδιόμελον Ἦχος πλ. β’

Βασιλικὴ πανήγυρις, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ ἐπέλαμψε σήμερον, ἡ ἔνδοξος μνήμη, Ὄλγας τῆς βασιλίδος. Δεῦτε οὖν χαριστήριον ᾠδὴν ταύτην προσείσωμεν, καὶ εὐλαβῶς πρὸς αὐτὴν βοήσωμεν, λέγοντες· Μὴ ἐλλίπῃς πρεσβεύειν θεόστεπτε ἄνασσα, ὅπως εὕρωμεν ἱλασμὸν τῶν ἡμετέρων ἀνομημάτων, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Θεοτόκου
ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν,…

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν. Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ α’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.  

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

Καὶ τῆς Ἁγίας, ὁ παρών. 

ᾠδὴ α’  Ἦχος δ’ Ἀνοίξω τὸ στόμα μου

ὁ α’ χορὸς

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Παθῶν μου τὴν ζόφωσιν, λῦσον ταῖς σαῖς παρακλήσεσι, καὶ φῶς μοι πρυτάνευσον, τῇ διανοίᾳ σοφῇ, ἵνα μέλψω σου, τὴν μνήμην τὴν ἁγίαν, Ὄλγα ἀοίδιμε, καὶ Ἰσαπόστολε.

ὁ β’ χορὸς

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

δὸν τὴν ψυχόλεθρον, τῆς ἀσεβείας κατέκλυσας, δογμάτων τοῖς ῥεύμασι, ὦ Ἰσαπόστολε, καὶ ἀνέδραμες, πρὸς γῆν τῆς ἀφθαρσίας,  ᾠδὴν ἐπινίκιον, τῷ Κτίστῃ ᾄδουσα.

ὁ α’ χορὸς

Δόξα Πατρί… 

μνούντων τὴν μνήμην σου, τὴν φωτοφόρον καὶ πάνδημον, παθῶν ἡμᾶς κάθαρον, ταῖς ἱκεσίαις σου, καὶ ἀξίωσον, Ἁγία Ὄλγα βαδίζειν, ὁδὸν τὴν εἰσάγουσαν, εἰς μακαριότητα.

ὁ β’ χορὸς

Κα νν…Θεοτοκίον

Τὸ θεῖον παλάτιον, τοῦ Βασιλέως τιμήσωμεν, ἐν ᾧ κατεσκήνωσε, καθὼς ἠθέλησε, τὴν ἀπείρανδρον, καὶ μόνην Θεοτόκον, δι’ ἧς ἐθεώθημεν, ὑμνολογήσωμεν.

δ γ’

ὁ α’ χορὸς

Ερμς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,… 

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.  

ὁ β’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

ᾠδὴ γ’ Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε

ὁ α’ χορὸς

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στόματι καὶ γλώσσῃ καὶ καρδίᾳ, σοφίαν καὶ δύναμιν Θεοῦ, καὶ λόγον ἐνυπόστατον, σὺ τὸν Χριστὸν ἐκήρυξας, καὶ σὸν λαὸν ἐφώτισας, Ἁγία ὌλγαἸσαπόστολε.

ὁ β’ χορὸς

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νικήσασα σθένει τοῦ Δεσπότου, νηπίων τοξεύματα σοφή, τὰ κατὰ σοῦ ἀπέδειξας, τοῦ πονηροῦ τεχνάσματα, οὗ καὶ ἡμᾶς ἀξίωσον, ἀποφυγεῖν μηχανήματα.

ὁ α’ χορὸς 

Δόξα Πατρὶ

Τὴν ἔνδοξον Ὄλγαν Θεοῦ Λόγε, φωστῆρα ἀνέδειξας ζωῆς, τὸν ζόφον ἀπελαύνουσα, τῆς ἀθεΐας Δέσποτα, καὶ καθαιρέτιδα ἔδειξας, εἰδώλων πλάνης Φιλάνθρωπε.

ὁ β χορὸς

Κα νν…Θεοτοκίον

νάρχου Γεννήτορος ὁ Λόγος, ὁ πάσης ἀνωτέρας ἀρχῆς, ἀρχὴν νῦν σωματούμενος, ἐκ Σοῦ ἁγνὴ ἐδέξατο, καὶ ὑπὸ χρόνον γέγονεν, ὁ χρόνων πάντων ὑπέρτερος.

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,…

ὁ β’ χορὸς  

Κάθισμα  Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

ς πύργον ἀπόρθητον τῆς Ἐκκλησίας Χριστοῦ, καὶ στῦλον ἀκλόνητον τῆς εὐσεβείας τρανῶς, τιμῶμέν σε πάνσεμνε, λύσασα γὰρ τὴν πλάνην, τῶν εἰδώλων Αὐγούστα, δεύτερος Κωνσταντῖνος, ἐν Ῥωσσίᾳ ἐδείχθης, Χριστὸν ἐν παῤῥησίᾳ πολλῇ,Ὄλγα κηρύξασα.

ὁ α’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Παρθένε πανάμωμε μὴ διαλείπῃς ἁγνή, πρεσβεύειν ἑκάστοτε ὑπὲρ ἡμῶν τῶν πιστῶς, ἀεὶ εὐφημούντων Σε, ἄλλην γὰρ προστασίαν, οὐ κεκτήμεθα Μῆτερ, πάναγνε τοῦ Σωτῆρος, ἐκτὸς Σοῦ Παναγία, ἡ τῶν ἀπηλπισμένων ἐλπίς, καὶ καταφύγιον.

δ δ’

Ερμς

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.  

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα. 

δ δ’

Ἦχος δ’ Ὁ καθήμενος ἐν δόξῃ.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πιγείου βασιλείας καὶ σαρκὸς κατεπάτησας, τοῦ Χριστοῦ Βασιλείαν, ἔσχες ἐνοικοῦσαν σοὶ πάνσεμνε, πρὸς ἣν ἐκ γῆς μεταστᾶσα κατεσκήνωσας, Βασιλείαν, τῆς ἐν οὐρανῷ ἀπολαύουσα.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ληθῆ σου διδασκαλία, τῶν εἰδώλων τὸ φρύαγμα, καὶ ἡ λατρεία, ἐν τῷ λαῷ σου κατήργηται, Ἰσαπόστολε Ὄλγα παναοίδιμε, διὸ εὐφημοῦμέν σε, χαρμονικοῖς μελῳδήμασιν.

Δόξα Πατρὶ… 

Βυζαντίου σε σαγήνη, τῆς προνοίας τῆς χάριτος, σαγηνεύει Ὄλγα, καὶ τὴν ἀγνωσίαν ἐδίωξας, τὰ τῶν εἰδώλων τεμένη κατηδάφισας, καὶ ναοὺς Θεοῦ, τοὺς γηγενεῖς ἀπετέλεσας.

Κα νν…Θεοτοκίον

υομένη Σου τὴν ποίμνην, Θεοτόκε ἐπίφανον, καταδυναστείας, πάσης καὶ δεινῆς ἐπιθέσεως, τῶν μηδαμῶς κηρυττόντων τὴν ἀλήθειαν, καὶ τὸν κλῆρόν Σου, δίδου νικῶν τὸν Ὀρθόδοξον.

δ ε’

Ερμς

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.  

ᾠδὴ ε’ Ἐξέστη τὰ σύμπαντα

Στίχ.  γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

δύνης με λύτρωσαι, ἁμαρτιῶν καὶ θλίψεων, παῦσον τῆς καρδίας μου τὸν πόνον, καὶ τῶν πταισμάτων, τὴν λύσιν βράβευσον, τὸν ἀγαθοδότην καὶ Θεόν, ἔχων ὑπακούοντα, τῶν σεπτῶν σου δεήσεων.

Στίχ.  γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Πλουσίας ἐκκέχυται, ὑπὸ τοῦ Ἁγίου Πνεύματος, χάρις σοῦ τοῖς χείλεσι παμμάκαρ, Ἀπόστολόν σε ἀναδείξασα καὶ προασπιστήν, λαόν σου κατεφώτισας, καὶ Βυζάντιον ηὔφρανε.

Δόξα Πατρί…

Τὴν χάριν τοῦ Πνεύματος, δεξαμένη πανένδοξε, θεῖον ἐνδιαίτημα ἐδείχθης, τοὺς δεδεμένους κακοπιστίας δεσμῷ, ἔλυσας, ὅθεν καὶ ἡμῶν, μέμνησο πρὸς Κύριον, τῶν πιστῶς ἀνυμνούντων σε.

Κα νν…Θεοτοκίον

Στενούμενος θλίψεσι, καὶ πάθεσι χωννύμενος, Σὲ τῶν οὐρανῶν τὴν πλατυτέραν, καθικετεύω Μήτηρ τοῦ ζῶντος Θεοῦ, ἀδούλωτον ποίησον κἀμέ, καὶ κινδύνων τε, ταῖς πρεσβείαις Σου λύτρωσαι.. 

δ ς’

Ερμς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς΄ Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

ᾠδὴ ς’

Τὴν θείαν ταύτην

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ς τὸν Ἀποστόλων ὁμόζηλος, Ἰσαπόστολε Ὄλγα ἐκήρυξας, Χριστοῦ τὸ ὄνομα, θεόφρον ἀξιοθαύμαστε, διὸ στεφάνῳ δόξης, σὲ Χριστὸς ἐστεφάνωσε.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λαμπὰς ἐδείχθης πολύφωτος, ἀνδρείως κηρύττουσα πάνσεμνε, Χριστοῦ τὸ ὄνομα,Ὄλγα Ἰσαπόστολε, ἀποδιώκουσα νύκτα, πλάνης πολύθεον.

                                                                                                                                                                            Δόξα Πατρὶ…

γαλλιᾶται τῇ δόξῃ σου, χορὸς τῶν Ἀποστόλων πανύμνητε, ἡ δὲ τοῦ Βύζαντος, τῷ Χριστῷ ὁδηγήσασα, σὲ γεραίρει, ὕμνοις καὶ ᾄσμασιν.

Κα νν…Θεοτοκίον

Ναὸς τῆς δόξης γεγένησαι, καὶ πύλη τοῦ φωτὸς ἐχρημάτισας, ὄρος πολύφωτον, οὗ ταῖς ἀκτῖσι πανύμνητε, νοός μου τὴν ὀμίχλην, λῦσον καὶ σῶσόν με

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…  

Κοντάκιον  Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

φθης μέγας ἥλιος, ἐν τῇ σῇ χώρᾳ, διδαγμάτων λάμψεσι, καὶ ἔργων φωτεινῶν, φωταγωγοῦσα τοὺς τιμῶντάς σε, Ὄλγα Κυρίου Ἀπόστολε.

Ὁ Οἶκος.

γγελοι ἀοράτως, σὺν ὑμῖν ἐξυμνοῦσι, μετὰ δέους τὰ σὰ μεγαλεῖα, τὰ γὰρ εἴδωλα Μῆτερ τρανῶς, ὡς χειρῶν ἀνθρώπων ἔργα συνέτριψας, καὶ Ῥώσους κατεφώτισας, τοὺς πόθῳ σοι βοῶντας οὕτω·

Χαῖρε, ἀστέρος λαμπροῦ προμήτωρ·

χαῖρε, φιλόστοργος Ῥώσσων μήτηρ.

Χαῖρε, Βλαδιμήρου τῷ ὄντι ἡ πρόδρομος·

χαῖρε, τοῦ Χριστοῦ Ἰσαπόστολος ἔνδοξος.

Χαῖρε, τίμιον ἀγλάϊσμα, ἱερέων εὐλαβῶν·

χαῖρε, καύχημα πανάριστον, βασιλέων εὐσεβῶν.

Χαῖρε, τῆς εὐσεβείας ἀδιάσειστος πύργος·

χαῖρε, πάσης Ῥωσσίας Ὀρθοδόξων ὁ στῦλος.

Χαῖρε, λαοὺς τὴν πλάνην διώξασα·

χαῖρε, λαμπρῶς τὴν πλάνην διώξασα.

Χαῖρε, δι’ ἧς τὸ σὸν ἔθνος ἐσώθη·

χαῖρε, δι’ ἧς ἐλυτρώθη τοῦ σκότους.

Χαῖρε, Ὄλγα Θεόστεπτε.

Συναξάριον

ΤΙΑ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ἰσαποστόλου βασιλίσσης Ὄλγας.

Στίχοι

 

  • Ἐγγὺς ὄντως Ὄλγα Κυρίου,

  • Ταῖς ἀρεταῖς ἔστηκεν ἐστιλβωμένη.

  • Οὐρανοῦ εἰς ξενίην Ὄλγα, δεκάτῃ ἦλθε πρώτῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ,  ἡ ἀνάμνησις τοῦ θαύματος τῆς Ἁγίας Μάρτυρος Εὐφημίας, ὅτε τὸν τόμον τοῦ τῆς πίστεως ὅρον, τῶν 630 Πατέρων τῆς Δ’ Οἰκουμενικῆς Συνόδου, ἐκράτυνεν.

Στίχοι

  • Δίκαζε μάρτυς τοῖς ὅροις, καὶ κειμένη,

  • Κυροῦσα πίστιν, ἧς ἐνήθλησας πόθῳ.

  • Θέσκελον ἑνδεκάτῃ Ὅρον ἐμπεδοῖ Εὐφημίῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Κινδέου τοῦ Πρεσβυτέρου.

Στίχοι

  • Οὐκ ἄξιόν τι καύσεως ὅλως ἔχων,

  • Σωθεὶς πυρὸς τέθνηκας οὕτω, Κινδέε.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λέων, ὁ ἐν τῇ Μάνδρᾳ, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Ἐκ γῆς ἀπελθὼν ἐντρυφᾷ τερπνοῖς Λέων,

  • Ὧν εἶχεν ἐν γῇ τὰς ἀποῤῥοίας πάλαι.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Μαρκιανὸς καὶ Μαρτυροκλῆς, ὁ μὲν μαχαίρᾳ, ὁ δὲ τοξευθείς, τελειοῦνται.

Στίχοι

  • Ὑπῆρξε θήκη, Μαρκιανέ, σὸς φάρυγξ

  • Χωροῦσα τὴν μάχαιραν, ᾗ κατεκρίθης.

  • Ὁ Μαρτυροκλῆς Μαρτύρων εὗρε κλέος,

  • Μάρτυς φανεὶς ἄριστος ἐκ τοξευμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νικόδημος, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Βατοπεδίου ἱερᾶς Μονῆς ἀσκήσας καὶ διδάσκαλος τοῦ θείου Γρηγορίου τοῦ Παλαμᾶ χρηματίσας, διὰ τῆς κατὰ Χριστὸν φιλοσοφίας, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Πῶς ἀγέραστον καταλίπω τοῖς λόγοις

  • Τὸν Νικόδημον, ᾧ γέρας νῆψις νόου;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικοδήμου τῆς Μονῆς Φιλοκάλλους τῆς ἐν Θεσσαλονίκης

Στίχοι

  • Νικήσας Νικόδημε, ἐχθρὸν τὸν πλάνον,

  • Νίκην κατ’ αὐτοῦ ἡμῖν ἀεὶ ἐξαίτει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Νικόδημος, ὁ ἐν Ἐλβασανίῳ τῆς Ἀλβανίας μαρτυρήσας ἐν ἔτει 1722, ξίφει τελειοῦται.

Στίχοι

  • Ὁ Νικόδημος ῥάβδον ἐν χερσὶ φέρων,

  • Πλάνην πατάσσει Ἀγαρηνῶν ἀνόμων.

Οὗτος, ἐν τοῖς ὁρίοις τῶν Καυσοκαλυβίων τοῦ Ἁγίου Ὄρους ἀσκήσας, καὶ λαβὼν ῥάβδον παρὰ τοῦ Ὁσίου Ἀκακίου, καὶ δι’ αὐτῆς ἐνισχυθεὶς, ἐτελείωσεν ἐνδόξως καὶ ἀνδρικῶς τὸ μαρτύριον εἰς τὴν ἰδίαν πατρίδα

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Νεκτάριος, ὁ ἐκ Βρυούλλων, ὁ μαρτυρήσας ἐν ἔτει 1820, ξίφει τελειοῦται.

Στίχοι

  • Τὸν Σταυρὸν αἴρων Νεκτάριος Κυρίου,

  • Πλάνην πατάσσει τῶν ἀπίστων γενναίως.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κύριλλος τοῦ Νέου τοῦ ἐν Πάρῳ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀρσενίου, Πατριάρχου Ἀλεξανδρείας.

Ταῖς  αὐτῶν πρεσβείαις, Χριστέ  ὁ Θεὸς, ἐλέησον ἡμᾶς . Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾨδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν,καί  προσκυνοῦμεν τὸν Κύριον

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ες πντας τος αἰῶνας. 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτκε γν, ειπρθενε.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορὸς

Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.

Δεῦτε τὴν Ἰσαπόστολον, καὶ τῆς Ῥωσσίας καύχημα, Ὄλγαν βασίλισσαν θείαν, τιμήσωμεν κατὰ χρέος, τὴν κήρυκα τῆς πίστεως, τῆς ἀληθείας σάλπιγγα, σοφίας τὸ ὑπόδειγμα, στύλον τῆς Ἐκκλησίας, καὶ καθαιρέτιδα πλάνης.

. ὁ β’ χορὸς Θεοτοκίον

Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, καὶ Μάρτυρες θεόφρονες, τὸν Σὸν Υἱὲ Θεοτόκε, τρανῶς καθομολόγησα, Θεὸν τῶν ὅλον πάναγνε, μεθ’ ὧν Σὲ μεγαλύνομεν, οἱ διὰ Σοῦ λυτρωθέντες, τῆς παλαιᾶς καταδίκης

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ. δ’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

 Ὢ τοῦ παραδόξου θαύματος.

λγα βασίλισσα ἔνδοξε, ὦ Κωνσταντῖνός ποτε, τὸν Χριστὸν γνωρίσασα καὶ Αὐτὸν κηρύξασα, λαόν σου ὡδήγησας, πρὸς τὴν ἐκεῖθεν μακαριότητα, νικῶσα πάντα τὰ μηχανήματα, τοῦ πολεμήτορος, ὅθεν εὐφημοῦμέν σε, τὴν ἱερὰν μνήμην σου γεραίροντες, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

λγα βασίλισσα ἔνδοξε, , ὦ Κωνσταντῖνός ποτε,…….

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

 λγα βασίλισσα πάνσοφε, λόγον πλουτοῦσα ζωῆς, πρὸς ζωὴν καθοδήγησας, τοὺς ἀγνοίᾳ πρότερον, ἐν νεκρώσει ὑπάρχοντας, οἱ καὶ θανόντες, προθύμως ἔνδοξε, ζῶσι καὶ μετὰ θάνατον, ἐν μακαριότητι, μεθ’ ὧν ἡμῶν, μέμνησο πρὸς Κύριον, τὸν ὑπεράγαθον.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

 λγα βασίλισσα ἔνδοξε, τῷ ἱερῷ σου Ναῷ, τοῖς πίστει προστρέχουσι, τὴν ὁδὸν ἀξίωσον, εὑρεῖν τὴν εἰσάγουσαν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα, τῇ τῆς Τριάδος γνώσει καὶ χάριτι, στύλος γενοῦ ἡμῶν, καὶ νεφέλη ἔμψυχος καὶ ὁδηγός, πρὸς τὴν ἐπουράνιον, μακαριότητα.

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος πλ. β΄.

Βασιλικὴν ὁδεύουσα ὁδόν, προγονικὴν ἐξέφυγες λατρείαν, Ὄλγα πανσεβάσμιε, καὶ ὡς ἄνασσα φρονίμη, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, καὶ τὴν ἀληθῆ σοφίαν, δεξαμένη κηρύττεις ἅπαντι τῷ λαῷ σου, ἀλλὰ καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον Ἦχος πλ. β’

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ  Ἀπολυτίκιον  Ἦχος γ’ Θείας πίστεως

Θείας πίστεως, ἀρχὴ ἁγία, ἀναδέδειξαι, ἐν τῇ Ῥωσίᾳ, προσελθοῦσα τοῦ Σωτῆρος τῇ χάριτι, καὶ ἐν αὐτῇ τὸν λαόν σου προσήγαγες, ὡς ἀληθὴς βασιλὶς καὶ θεόληπτος, Ὄλγαἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχγ´Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρίΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στίχ. ῾Υπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.

 Ἀπολυτίκιον  Ἦχος γ’ Θείας πίστεως

Θείας πίστεως, ἀρχὴ ἁγία, ἀναδέδειξαι, ἐν τῇ Ῥωσίᾳ, προσελθοῦσα τοῦ Σωτῆρος τῇ χάριτι, καὶ ἐν αὐτῇ τὸν λαόν σου προσήγαγες, ὡς ἀληθὴς βασιλὶς καὶ θεόληπτος, Ὄλγαἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Εἰσοδικὸν

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Θείας πίστεως, ἀρχὴ ἁγία, ἀναδέδειξαι, ἐν τῇ Ῥωσίᾳ, προσελθοῦσα τοῦ Σωτῆρος τῇ χάριτι, καὶ ἐν αὐτῇ τὸν λαόν σου προσήγαγες, ὡς ἀληθὴς βασιλὶς καὶ θεόληπτος, Ὄλγαἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἀπολυτίκιον  Ἦχος γ’ – Θείας πίστεως

Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε, τῆς γὰρ τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Βρυούλλων ἀγλάισμα καὶ ἀντιλήπτωρ θερμός, ἐδείχθης Νεκτάριε, ὡς Ἀθλητὴς τοῦ Χριστοῦ, ἐσχάτοις ἐν ἔτεσι, σὺ γὰρ καλῶς ἀσκήσας, ἐν τῷ δρεῖ τοῦ Ἄθω, ἤθλησας θεοφρόνως καὶ καθεῖλες τὸν ὄφιν διὸ σὲ Ὁσιομάρτυς, πόθω γεραίρομεν

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Κοντκιον χος β’

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτκε, τν τιμντων σε.

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον. Ἦχος δ’

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 93:23-29; 4:1-5)

δελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾽Ιησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· οὐκ ἔνι ᾽Ιουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾽Αβραὰμ σπέρμα ἐστέ, καὶ κατ᾽ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

λληλούϊα ( γ’)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον  (ιβ΄ 38 – 45)

Τῷ καιρῷ ἐκείνῳ προσῆλθον τῷ Ἰησοῦ γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες· Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰμὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. ὥσπερ γὰρ ἐγένετο Ἰωνᾶς ὁ προφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. τότε λέγει· εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα καὶ σεσαρωμένον καὶ κεκοσμημένον. τότε πορεύεται καὶ παραλαμβάνει μεθ’ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ.

Δόξα σοι Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Ες τ, ξαιρτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς λληλούϊα.

ἦχος β

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις

 «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

11 ΙΟΥΛ19 ΕΟΡΤΗ ΑΓΙΑΣ ΙΣΑΠΟΣΤΟΛΟΥ ΟΛΓΑΣ 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s