ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΑΠΟΣΤΟΛΟΥ ΒΑΡΘΟΛΟΜΑΙΟΥ (2019)

11 ΙΟΥΝΙΟΥ 2019

+Μνμη το  γου ποστλου Βαρθολομαου

Αποτέλεσμα εικόνας για ΑΠΟΣΤΟΛΟΥ ΒΑΡΘΟΛΟΜΑΙΟΥ

Τ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ (10/6/19) 

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν…..

  • Καὶ εὐθὺς στιχολογοῦμεν τὴν Α’ Στάσιν τοῦ Α’ Καθίσματος τοῦ Ψαλτηρίου.

  • (Μακάριος ἀνήρ…)

. Ἦχος δ’.  Ψαλμς ρμ’ (140)

ὁ α’ χορός

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ὡς γενναῖον ἐν Μάρτυσιν

Τῇ σαγήνῃ τῆς γλώττης σου, θεορρῆμον Ἀπόστολε, ἐκ βυθοῦ ἀνήγαγες ματαιότητος, καὶ χαλεπῆς ἀθεότητος, τοῦ κόσμου τὰ πέρατα, καὶ προσήγαγες Χριστῷ, τῷ Θεῷ διὰ πίστεως, τῷ τοιαύτην σοι, δεδωκότι τὴν χάριν ὡς ἐνθέῳ, μαθητῇ καὶ μυστολέκτῃ, Βαρθολομαῖε Ἀπόστολε.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

τῆς δόξης σε ἥλιος, Ἰησοῦς ὁ Θεὸς ἡμῶν, ὡς ἀκτῖνα ἔνδοξε ἐξαπέστειλεν, εἰς τὰ τοῦ κόσμου πληρώματα, συντόνως ἐλαύνουσαν, ἀθεΐας τὴν ἀχλύν, καὶ φωτίζουσαν ἅπαντας, τοὺς καθεύδοντας, ἐν νυκτὶ ἀγνωσίας, οὓς εἰργάσω, τῆς ἡμέρας κληρονόμους, Βαρθολομαῖε θεόσοφε.

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Καθυπείκων τοῖς νεύμασιν, οὗ τῷ νεύματι ἅπαντα, καθυπείκει τοῦτόν τε ἐκμιμούμενος, ὡς ἀληθείας διδάσκαλον, θανάτου ποτήριον, διὰ πάθους σταυρικοῦ, ἀγαλλόμενος ἔπιες, καὶ παρίστασαι, ἐφετῶν ἀκροτάτῳ Ἀποστόλοις, καὶ Ἀγγέλοις συγχορεύων, Βαρθολομαῖε ἀοίδιμε.

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ἔδωκας σημείωσιν.

Ἔσπευσας ὡς ἤκουσας, τοῦ Διδασκάλου τοῖς ῥήμασι, καὶ Ἀπόστολος ἔνθεος, Αὐτοῦ ἐχρημάτισας, καὶ μύστης τῆς δόξης, Αὐτοῦ τῆς ἀῤῥῆτου, Βαρθολομαῖε ἱερέ, τὰ ὑπὲρ λόγον θεῖα μυστήρια, Αὐτοῦ μυσταγωγούμενος, τῆς ἀπορρήτου κενώσεως, πολιτείας λαμπρότητι, διαλάμπων τοῖς ἅπασι.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Λόγῳ τῆς σοφίας σου, καὶ διδαγμάτων λαμπρότητι, καὶ θαυμάτων δυνάμεσιν, ὡς ἥλιος ἔλαμψας, τοῖς ἐν σκότει πλάνης, οὕς καὶ καταυγάσας, Βαρθολομαῖε ἱερέ, τούτοις προσήγαγες τῷ Παντάνακτι, ὡς λογικὸν ὀψώνιον, καὶ τῶν καμάτων τὰ ἔπαθλα, ἐκ χειρὸς τοῦ Κυρίου σου, ἐκομίσω πανεύφημε.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Σταύρωσιν ὑπέμεινας, Βαρθολομαῖε Ἀπόστολε, τὸν Σωτῆρα μιμούμενος, ἐντεῦθεν δεδόξασαι, δόξῃ ἀκηράτῳ, τῆς ἀθανασίας, καὶ λείψανόν σου τὸ σεπτόν, διὰ θαλάσσης εἰς Δύσιν ἔπλευσεν, ἐκπλῆττον τοὺς θεόφρονας, τῷ παραδόξῳ θεάματι, καὶ πηγάζον ἰάματα, τοῖς ἐν πίστει προστρέχουσι

 ὁ α’ χορός

Δξα Πατρί… Ἦχος πλ. β΄.

Τοῦ Διδασκάλου Χριστοῦ, ὑπείκων τοῖς λόγοις, εἰς ἔθνη μακρὰν ἀπεστάλης, τοῖς πεπλανημένοις κηρύξαι τὴν αἰώνιον λύτρωσιν, Βαρθολομαῖε Ἀπόστολε· τοῦ Παρακλήτου γὰρ ἐνδεδυμένος τὴν δύναμιν, ξένα καὶ παράδοξα εἰργάσω, καὶ ἀφωτίστοις λαοῖς, τὸ φῶς τῆς εὐσεβείας ἀνέτειλας· καὶ διὰ Σταυροῦ, Χριστοῦ τὴν ἔγερσιν δοξάσας, τῆς αἰωνίου δόξης ἠξίωσαι, ὥς ὁ Σωτὴρ ἀπεφήνατο. Αὐτὸν ἱκέτευε δεόμεθα, Ἀπόστολε ἔνδοξε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Καὶ νῦν…. Ἦχος πλ. β’

Τῶν κόλπων τῶν πατρικῶν μὴ χωρισθείς, γλυκύτατε Ἰησοῦ, καὶ τοῖς ἐπὶ γῆς ὡς ἄνθρωπος, συναναστραφείς, σήμερον ἀπ’ ὄρους τῶν Ἐλαιῶν ἀνελήφθης ἐν δόξῃ, καὶ τὴν πεσοῦσαν φύσιν ἡμῶν συμπαθῶς ἀνυψώσας, τῷ Πατρὶ συνεκάθισας· ὅθεν αἱ οὐράνιαι τῶν ἀσωμάτων τάξεις, τὸ θαῦμα ἐκπληττόμεναι, ἐξίσταντο θάμβει, καὶ τρόμῳ συνεχόμεναι, τὴν σὴν φιλανθρωπίαν ἐμεγάλυνον. Μεθ’ ὧν καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, τὴν πρὸς ἡμᾶς σου συγκατάβασιν, καὶ τὴν ἀφ’ ἡμῶν Ἀνάληψιν δοξολογοῦντες, ἱκετεύομεν λέγοντες· ὁ τοὺς μαθητὰς καὶ τὴν τεκοῦσάν σε Θεοτόκον, χαρᾶς ἀπείρου πλήσας ἐν τῇ σῇ Ἀναλήψει, καὶ ἡμᾶς ἀξίωσον, τῶν ἐκλεκτῶν σου τῆς χαρᾶς, εὐχαῖς αὐτῶν, διὰ τὸ μέγα σου ἔλεος.

Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τῇ Δευτέρᾳ ἑσπέρας Ἦχος δ’ 

 ὁ α’ χορός

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 

 ὁ β’ χορός

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 

 ὁ α’ χορός

Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεός της δικαιοσύνης μου. 
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 

Καθολικῆς Α΄ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα

(Κεφ. γ΄. 21).

γαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεόν· καὶ ὅ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ’ Αὐτοῦ, ὅτι τᾶς ἐντολὰς Αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον Αὐτοῦ ποιοῦμεν. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ Αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ Αὐτοῦ Ἰησοῦ Χριστοῦ, καὶ ἀγαπώμεν ἀλλήλους, καθώς ἔδωκεν ἐντολὴν ἡμῖν. Καὶ ὁ τηρῶν τὰς ἐντολὰς Αὐτοῦ, ἐν Αὐτῷ μένει, καὶ Αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν. Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστίν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκεται τὸ Πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα, ὅ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστι· καὶ πᾶν πνεύμα ὅ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτο ἐστι τὸ τοῦ ἀντιχρίστου, ὅ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν, ἤ ὁ ἐν τῷ κόσμῳ. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι, καὶ  ὁ κόσμος αὐτῶν ἀκούει. Ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμέν. Ὁ γινώσκων τὸν Θεόν, ἀκούει ἡμῶν· ὅς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν.

Καθολικῆς Α΄ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα

(Κεφ. δ΄. 11).

γαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὡφείλομεν ἀλλήλους ἀγαπᾶν. Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐάν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγαπὴ Αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Ἐν τούτῳγινώσκομεν, ὅτι ἐν Αὐτῷ μένομεν, καὶ Αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος Αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν, ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν Αὐτοῦ Σωτῆρα τοῦ κόσμου. Ὅς ἄν ὁμολογήσῃ, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην, ἥν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστι· καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ.

Καθολικῆς Α΄ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα

(Κεφ. δ΄. 20-ε΄ 1).

γαπητοί, ἐὰν τις εἴπῃ, ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὅν ἑώρακε, τὸν Θεὸν ὅν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν; Καὶ ταύτην τήν ἐντολὴν ἔχομεν ἀπ’ Αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστὶν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται· καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ Αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἀγαπώμεν τὰ τέκνα τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς Αὐτοῦ τηρῶμεν καὶ αἱ ἐντολαὶ Αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. Ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. Τὶς ἐστὶν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.

Ὁ διάκονος:       

  • Εἴπωμεν πάντες….

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν…..

Εἰς τὸν Στίχον

ὁ α’ χορός

Ἦχος πλ. α΄ Χαίροις ἀσκητικῶν.

Χαίροις Βαρθολομαῖε σοφέ, τῶν Ἀποστόλων ἱερὸν ἐγκαλλώπισμα, σοφίας θείας δοχεῖον, ὁ τοῦ Δεσπότου Χριστοῦ, προσδραμὼν τῷ λόγῳ θερμῷ ἔρωτι· καὶ Τούτου ἀκόλουθος, χρηματίσας θερμότατος, οἰκονομίας, τῆς Αὐτοῦ τὴν ἀπόρρητον, εἰσδεχόμενος, διδαχὴν θείῳ Πνεύματι· ὅθεν πᾶσιν ἀπήστραψας, τὸ φέγγος τῆς πίστεως, ὡς ἑωσφόρος τῆς δόξης, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν. Αὐτὸν ἐκδύσωπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

ὁ β’ χορός

ΣτίχΕἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Χαίροις Βαρθολομαῖε σοφέ, τοῦ Παρακλήτου παναρμόνιον ὄργανον, τὸ στόμα τῆς ἀληθείας, Εὐαγγελίου Χριστοῦ, ὑποφήτης θεῖος καὶ σοφώτατος· ἡ γλῶσσα ἡ εὔλαλος, τῆς Χριστοῦ σωματώσεως, τῆς τῶν ἀνθρώπων, σωτηρίας διδάσκαλος, καὶ τῆς χάριτος, θησαυρὸς πολυτίμητος· ἥλιος ὁ πολύφωτος, τῆς θείας χρηστότητος, τῆς εὐσεβείας ὁ  λύχνος, ὁ φαεινὸς καὶ λαμπρότατος· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. 

Χαίροις Βαρθολομαῖε σοφέ, ὁ τοῦ Σωτῆρος μιμητὴς καὶ ὁμότροπος, Αὐτὸν γὰρ  ἀνακηρύττων, ἐσκοτισμένοις λαοῖς, σταύρωσιν ὑπέστης ὡς ὁ Κύριος· ἐντεῦθεν τὸ θεῖόν

σου, καὶ σεβάσμιον λείψανον, διὰ θαλάσσης, πρὸς τὴν Δύσιν κατέπλευσε, καὶ ἐξέπληξε,  

τοὺς ὁρῶντας τῶ θαύματι· ὅθεν σε ὡς Ἀπόστολον, Χριστοῦ μεγαλύνομεν, καὶ ἀληθῆ  ὑπηρέτην, Αὐτοῦ τῆς θείας κενώσεως, Αὐτὸν δυσωποῦντα, ταῖς ψυχαῖς ἡμῶν διδόναι, τὸ μέγα ἔλεος.

 ὁ β’ χορός

Δόξα Πατρί….. Ἦχος πλ. δ΄.

Τοῦ Παρακλήτου τὸ θεῖον πῦρ, ἐν τῇ γλώσσᾳ περιφέρων, τῆς ἀσεβείας τὴν ὕλην κατέφλεξας, καὶ τῶν έθνῶν τὰς ἀγέλας ἐφώτισας, Βαρθολομαῖε Ἀπόστολε· ὡς λαμπὰς γὰρ φαεινή, ἐκ Σιὼν ἐξέδραμες, τῆς αἰωνίου ζωῆς τὸ φῶς ἀναγγέλλων, καὶ πρεσβεύων ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορός

Κα νν… Ἦχος πλ. δ’

νελήφθης ἐν δόξῃ, ἀπὸ γῆς εἰς οὐρανούς, ὁ πάντα πληρῶν τῇ Θεότητι, καὶ ἐν δεξιᾷ Πατρὸς ἐκάθισας, ὁ ἐν ἀρχῇ Θεὸς Λόγος· ὅθεν αἱ οὐράνιαι δυνάμεις ὁρῶσαι, τοῖς Ἀποστόλοις ἔμφοβοι ἔλεγον· Τίνι ἀτενίζετε, βλέποντες εἰς τὸν οὐρανόν; οὗτος, ὃν ἐθεάσάσθε, αὐτὸς πάλιν ἐλεύσεται μετὰ δόξης, τοῦ κρῖναι πᾶσαν τὴν γῆν, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, πρὸς ὃν βοήσωμεν· Ἀκατάληπτε Κύριε, δόξα σοι.

ὁ προεστὼς: Νῦν ἀπολύεις ….Τρισάγιον..

ὁ α’ χορὸς

Ἀπολυτίκιον Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Χριστῷ ἠκολούθησας, Βαρθολομαῖε σοφέ, καὶ Τούτου Ἀπόστολος, καὶ ὑπηρέτης σοφός, σαφῶς ἐχρημάτισας· ὅθεν τῆς εὐσεβείας, κατασπείρας τὸν λόγον, σύμμορφος  νεδείχθης, τῶν παθῶν τοῦ Κυρίου· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Δόξα Πατρί… Κα νν..Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος δ’                               

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, λυτρωτς το κσμου.

 

πόλυσις  

«…῾Ο ἐν δόξῃ ἀναληφθείς ἀφἡμῶν εἰς τούς οὐρανούς καί ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καί Πατρός, Χριστός ἀληθινός Θεός…»

https://agioskosmasoaitolos.wordpress.com

10 ΙΟΥΝ19 ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΑΠΟΣΤΟΛΟΥ ΒΑΡΘΟΛΟΜΑΙΟΥ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s