ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΜΝΗΜΗ ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΣΤΡΑΤΗΛΑΤΟΥ (2019)

8 ΙΟΥΝΙΟΥ 2019

Σάββατον

+Μνμη τς νακομιδς το λειψνου το γου Μεγαλομρτυρος Θεοδρου το Στρατηλτου.

Αποτέλεσμα εικόνας για Θεοδώρου τοῦ Στρατηλάτου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ δὲ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορὸς

χος . δ’

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος δ¨                               

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, λυτρωτς το κσμο

ὁ β’ χορός

Δξα Πατρί… Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος δ’ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Στρατολογίᾳ ἀληθεῖ ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς Βασιλέως, περικαλὴς γεγένησαι Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης ἀθλητής· ὅθεν σε πίστει, ἀεὶ μακαρίζομεν.

ὁ α’ χορὸς

Κα νν… Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος δ’                               

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, λυτρωτς το κσμου

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…

Μετὰ τὴν α´ Στιχολογίαν.

ΚΑΘΙΣΜΑΤΑ 

ὁ α’ χορός

Κάθισμα  Ἦχος α’ Τοῦ λίθου σφραγισθέντος

Ἀγγέλων θαυμαζόντων, τῆς ἀνόδου τὸ ξένον, καὶ Μαθητῶν ἐκπληττομένων, τὸ φρικτὸν τῆς ἐπάρσεως, ἀνῆλθες μετὰ δόξης ὡς Θεός, καὶ πύλαι σοι ἐπήρθησαν Σωτήρ· διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν ἐθαύμαζον βοῶσαι· Δόξα τῇ καταβάσει σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ Ἀναλήψει σου, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Δξα Πατρὶ…Καὶ νῦν ……

Ἀγγέλων θαυμαζόντων, ………

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ α’ χορός

 Τοῦ λίθου σφραγισθέντος

Τοῦ ᾍδου σκυλευθέντος ὑπὸ σοῦ Ζωοδότα, καὶ κόσμου φωτισθέντος, ἐν τῇ σῇ, Ἀναστάσει, ἀνῆλθες μετὰ δόξης ὁ Σωτήρ, ὁ πάντα περιέχων τῇ χειρί· διὰ τοῦτο σύν Ἀγγέλοις σε καὶ ἡμεῖς, δοξάζομεν, βοῶντες· Δόξα τῇ Ἀναλήψει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ εὐσπλαγχνίᾳ σου, μόνε φιλάνθρωπε

ὁ β’ χορὸς

Δόξα Πατρί…Καὶ νῦν…

Τοῦ ᾍδου σκυλευθέντος ….

Ν Ψαλμὸς χύμα

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ΤΗΣ ΕΟΡΤΗΣ Κανών β’

δ α’  χος δ’  ερμς

ὁ α’ χορός

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα

ὁ β’χορὸς

νοίξω τὸ στόμα μου,…..

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

νέστης τριήμερος, ὁ κατὰ φύσιν ἀθάνατος, καὶ ὤφθης τοῖς ἕνδεκα, καὶ πᾶσι τοῖς Μαθηταῖς, καὶ ἀνέδραμες, Χριστὲ πρὸς τὸν Πατέρα, νεφέλῃ ὀχούμενος, ὁ τοῦ παντὸς ποιητής.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Βοᾷ ἐμφανέστατα, ψάλλων Δαυΐδ ὁ θεόπνευστος, Ἀνέβη ὁ Κύριος, πρὸς τὰ οὐράνια, ἐν ἀλαλαγμῷ, καὶ σάλπιγγος ἠχήσει, καὶ πρὸς τὸν ἀρχίφωτον Πατέρα ἔφθασε.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Γηράσαντα Κύριε, κόσμον πολλοῖς ἁμαρτήμασι, καινίσας τῷ Πάθει σου, καὶ τῇ Ἐγέρσει σου, ἀνελήλυθας, ὀχούμενος νεφέλῃ, πρὸς τὰ ἐπουράνια, δόξα τῇ δόξῃ σου.

ὁ β’χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Δεσπότην ἐκύησας, πάντων πανάμωμε Δέσποινα, τὸν Πάθος ἑκούσιον καταδεξάμενον, καὶ ἀνελθόντα, πρὸς τὸν αὐτοῦ Πατέρα, ὃν περ οὐ κατέλιπε, κᾂν σάρκα εἴληφε.  

Ὁ Κανὼν τοῦ Ἁγίου Μεγαλομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.

Μέλπω σε δώρων ἐνθέων ἐπώνυμε. (Ἄνευ τῶν Θεοτοκίων).

Ποίημα Θεοφάνους.

ᾨδὴ α’Ἦχος δ’Θαλάσσης τὸ ἐρυθραῖον

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μαρτύρων περιφανῶς λαμπρότησι, καλλωπιζόμενος· καλλοποιῷ παρίστασαι Χριστῷ, παρ’ αὐτοῦ καλλυνόμενος, ὡς δωρεῶν ἐπώνυμος, τῶν τοῦ Θεοῦ Μάρτυς Θεόδωρε.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

νθέοις θωρακισθεὶς Θεόδωρε, ὅπλοις τῆς πίστεως, τοῦ δυσμενοῦς συνέκοψας στερρῶς, ψυχοφθόρου τὰς φάλαγγας, καὶ νικητὴς γενόμενος, μετὰ Μαρτύρων ἐστεφάνωσαι.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Λαμπρόν σου τὸ τῆς ψυχῆς ἀνάστημα, ἐπιδεικνύμενος, τῷ δυσσεβεῖ Θεόφρον βασιλεῖ, τῇ σοφίᾳ τῶν λόγων σου, καὶ τῇ τῶν ἔργων χάριτι, τοῦτον κατῄσχυνας Θεόδωρε.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

σπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Κανών β’, ᾨδὴ γ’, τῆς Ἑορτῆς

Ἦχος δ’

ὁ α’ χορός

ερμς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

ὁ β’χορὸς

Τοὺς σοὺς ὑμνολόγους…..

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

πάρατε πύλας οὐρανίους, ἰδοὺ παραγέγονε Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, σῶμα φορέσας γήϊνον, ταῖς ἀνωτέραις ἔλεγον, δυνάμεσιν αἱ κατώτεραι.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Ζητήσας Χριστὲ τὸν πλανηθέντα, ἀπάτῃ τοῦ ὄφεως Ἀδάμ, ὡς τοῦτον ἐνδυσάμενος, ἀνῆλθες καὶ ἐκάθισας, ἐκ δεξιῶν ὡς σύνθρονος, Πατρός, ὑμνούντων Ἀγγέλων σε.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

γῆ ἑορτάζει καὶ χορεύει, ἀγάλλεται καὶ ὁ οὐρανός, τῇ Ἀναλήψει σήμερον, τοῦ Ποιητοῦ τῆς κτίσεως, τοῦ προφανῶς ἑνώσαντος, τὰ διεστῶτα βουλήματι.

ὁ β’χορὸς

 Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Θανάτου τεκοῦσα καθαιρέτην τὸν μόνον ἀθάνατον Θεόν, Παρθενομῆτορ πάναγνε, τοῦτον ἀεὶ ἱκέτευε, τὰ θανατοῦντα πάθη με, ἀπονεκρῶσαι καὶ σῶσαί με.

ᾨδὴ γ’, τοῦ Ἁγίου Μεγαλομάρτυρος

Ἦχος δ’Εὐφραίνεται ἐπὶ σοὶ

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Παράταξιν δυσσεβῆ, ὡς στρατηλάτης δυνατὸς ἔτρεψας, καὶ σκολιοῦ δράκοντος, πάσας μηχανὰς ἐξεφαύλισας.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ς πρόθυμος τὴν ψυχήν, δι’ ἐπινοίας εὐσεβοῦς Ἔνδοξε, τῶν δυσσεβῶν ὤλεσας, τὰ νενοθευμένα σεβάσματα.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Στερρότητι λογισμοῦ, τῶν δυσμενῶν ἐπιφορὰς ἤνεγκας, ζωοποιὸν νέκρωσιν, τοῦ ἀγωνοθέτου μιμούμενος.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.

ὁ α’ χορὸς 

Ὁ Εἱρμὸς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·Σύ μου ἰσχὺς Κύριε,καὶ καταφυγὴ καὶ στερέωμα.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν… 

ὁ β’χορὸς

Κάθισμα τοῦ Ἁγίου Μεγαλομάρτυρος

Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον

πὲρ φύσιν ἀγῶνας διηνυκώς, ὑπὲρ φύσιν ἐπάθλων παρὰ Θεοῦ, ἀξίως ἐπέτυχες, Ἀθλοφόρε πολύαθλε· ὡς οὐδὲν γὰρ θέμενος, τὸ ἄθεον πρόσταγμα, σεαυτὸν βασάνοις, προθύμως ἐξέδωκας· ὅθεν ὑπομείνας, σπαραγμοὺς καὶ στρεβλώσεις, σταυρόν τε καὶ θάνατον, τῷ Χριστῷ συνδεδόξασαι, ἁρμοζόντως Θεόδωρε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν… Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον

πιβὰς ἐν νεφέλαις τῶν οὐρανῶν, καταλείψας εἰρήνην τοῖς ἐπὶ γῆς, ἀνῆλθες καὶ ἐκάθισας, τοῦ Πατρὸς δεξιόθεν, ὡς ὁμοούσιος τούτῳ ὑπάρχων καὶ Πνεύματι· ἐν σαρκὶ γὰρ ὤφθης, ἀλλ’ ἄτρεπτος ἔμεινας· ὅθεν ἀναμένεις, συντελείας τὸ πέρας, τοῦ κρῖναι ἐρχόμενος, ἐπὶ γῆς κόσμον ἅπαντα. Δικαιοκρίτα Κύριε, φεῖσαι τῶν ψυχῶν ἡμῶν, τῶν πταισμάτων ἄφεσιν δωρούμενος, ὡς Θεὸς ἐλεήμων τοῖς δούλοις σου

ὁ β’χορὸς

Ὁ Εἱρμὸς

Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…

Κοντάκιον τοῦ Ἁγίου Μεγαλομάρτυρος

Ἦχος β’

Τὰ ἄνω ζητῶν

νδρείᾳ ψυχῆς τὴν πίστιν θωρακισάμενος, καὶ ῥῆμα Θεοῦ ὡς λόγχην χειρισάμενος, τὸν ἐχθρὸν κατέτρωσας, τῶν Μαρτύρων μέγιστε Θεόδωρε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος

Τῶν ἀθλητῶν τὸ ἔκλαμπρον κάλλος, δεῦτε πάντες τῶν ὕμνων τοῖς στεφάνοις πιστοί, Θεόδωρον καταστέψωμεν· δῶρον γὰρ Θεοῦ μέγα τῷ κόσμῳ ἀναδέδεικται, λάμψεσι ταῖς τῶν θαυμάτων· τὸν γὰρ ἐχθρὸν ἐκνικήσας Βελίαρ ἄθλοις σεπτοῖς, ὀμβρίζει ἀντὶ αἱμάτων, κρουνηδὸν ἰαμάτων τὰ ῥεύματα, σὺν τούτοις δὲ πᾶσι χαίρει Χριστῷ, καὶ δίδωσιν εἰρήνην ἀνέκλειπτον, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

 

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

ΤΗ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἀνακομιδῆς τοῦ Λειψάνου τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου.

Στίχοι

  • Νεκρόν με Θεόδωρον ἡ πατρὶς δέχου,

  • Ὃν ζῶντα πλουτεῖ Μαρτύρων πατρὶς πόλος.

  • Ὄλβιον ὀγδοάτῃ Θεοδώρου σῶμα κομίσθη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ σύναξις τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ Σωσθενείῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νικάνδρου καὶ Μαρκιανοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Καλλιόπης.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δ η’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Στχ. Ανομεν, ελογομεν, και  προσκυνομεν τν Κριον

Ἦχος δ

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκω ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ᾨδὴ θ’, τῆς Ἑορτῆς

Ἦχος δ’

Ἅπας γηγενὴς

ὁ α’ χορός

Στίχ. γγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

τῶν δωρεῶν, τῶν ὑπὲρ κατάληψιν! ὢ μυστηρίου φρικτοῦ! πάντων ὁ δεσπόζων γάρ, ἐκ γῆς ἀπαίρων πρὸς τὰ οὐράνια, τοῖς Μαθηταῖς ἀπέστειλε, Πνεῦμα τὸ ἅγιον, τὸ φωτίσαν τούτων τὴν διάνοιαν, καὶ πυρίνους τελέσαν ἐν χάριτι.

ὁ β’ χορός

Στίχ. γγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο· πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

Στίφει Μαθητῶν, ὁ Κύριος ἔφησεν· Ὑμεῖς καθίσατε, εἰς Ἱεροσόλυμα, κἀγὼ ἐκπέμψω ὑμῖν Παράκλητον, ἄλλον, Πατρὶ τὸν σύνθρονον, κἀμοὶ ὁμότιμον, ὃν ὁρᾶτε, ἀναλαμβανόμενον, καὶ νεφέλῃ φωτὸς ἐποχούμενον.

ὁ α’ χορός

Στίχ. γγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο· πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

ρθη ἐμφανῶς, ἡ μεγαλοπρέπεια, ἄνωθεν σαρκὶ πτωχεύσαντος, τῶν οὐρανῶν, τοῦ καὶ συνεδρίᾳ Πατρὸς τετίμηται, φύσις ἡμῶν ἡ ἔκπτωτος. Πανηγυρίσωμεν, καὶ συμφώνως πάντες ἀλαλάξωμεν, καὶ κροτήσωμεν χεῖρας γηθόμενοι.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Φῶς τὸ ἐκ φωτός, ἐκλάμψαν πανάμωμε, ἐκ σοῦ ἀνέτειλε, καὶ τὴν ἀμαυρότητα, τῆς ἀθεΐας πᾶσαν διέλυσε, καὶ τοὺς νυκτὶ καθεύδοντας ἐφωταγώγησε· διὰ τοῦτο πάντες κατὰ χρέος σε, εἰς αἰῶνας ἀεὶ μακαρίζομεν.

ᾨδὴ θ’, τοῦ Ἁγίου Μεγαλομάρτυρος

Ἦχος δ’ Λίθος ἀχειρότμητος

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νῦν τῶν μακαρίων τοῖς δήμοις, καὶ τῶν Μαρτύρων ταῖς χορείαις, ὡς ἠγλαϊσμένος τοῖς ἄθλοις, συναγελάζων καὶ συνηδόμενος, στεφηφορῶν παρίστασαι, τῷ ποθουμένῳ σοι Θεόδωρε.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ψος πρὸς οὐράνιον ἤρθης, τῶν ἐπὶ γῆς καταφρονήσας, καὶ τοῦ ποθουμένου σοι τέλους, κατηξιώθης αὐτὸ τὸ ἔσχατον, τῶν ὀρεκτῶν Θεόδωρε, κατειληφὼς ἐπαγαλλόμενος.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Μόνον σε ἀθάνατον Λόγον, σαρκὶ παθόντα καὶ θανέντα, Μάρτυς ὁ θεόφρων ποθήσας, ἀθανασίας τῆς σῆς ἐπέτυχεν, ἐν οὐρανοῖς σκηνούμενος, Κτίστα τῶν ὅλων παντοδύναμε.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

Σαρκὶ ἐπιδημῆσαι θελήσας, ὁ διακοσμήσας πάντα λόγῳ, ἐν σοὶ κατεσκήνωσε μόνην, ἁγιωτέραν πάντων εὑράμενος, καὶ Θεοτόκον ἔδειξεν, ἐπ’ ἀληθείας Μητροπάρθενε.

Ὁ Εἱρμὸς

ὁ α’ χορός

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς

συνάψας τάς διεστώσας φύσεις. Διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν».

ὁ β’ χορὸς

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Συναπτ μικρ μεθν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλρια

ὁ α’ χορὸς

Τοῦ Ἁγίου.  Ἦχος γ’ Ἐν Πνεύματι τῷ Ἱερῷ

Τὰς παρατάξεις τῶν ἐχθρῶν, καὶ δαιμόνων τὰ θράση, εἰς τέλος κατηδάφισας, καὶ τὸ στέφος ἐδέξω, Θεόδωρε μακάριε, ἐκ χειρὸς τοῦ Κτίστου σου, ὡς Μάρτυς τῆς ἀληθείας· διασῴζεις δὲ πάντας, ἐκ παντοίων θλιβερῶν, παγίδων τοῦ ἀλλοτρίου.

ὁ β’ χορὸς

Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον΄ ᾌρατε πύλας ᾄρατε, ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τήν ἀρχίφωτον δόξαν.

AINOI

ὁ α’ χορός

Ἦχος . δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

 Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὡς γενναῖον ἐν Μάρτυσιν

θλητὴς γενναιότατος, στρατιώτης ἀήττητος, ἐν Ἁγίῳ Πνεύματι ἀναδέδειξαι, καταβαλὼν τὸν πολέμιον, σοφίᾳ τῶν λόγων σου, καὶ τῶν ἔργων σου σοφέ, καρτεραῖς ἐπιδείξεσιν· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης, καὶ τοῖς ἄνω, ὁμηγύρεσι συνήφθης, Μεγαλομάρτυς Θεόδωρε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

θλητὴς γενναιότατος,……

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Καὶ σταυρῷ ἀναρτώμενος, καὶ τὰς σάρκας ξεόμενος, ὀξυτάτοις βέλεσι τιτρωσκόμενος, καὶ ἐπὶ ξύλου τεινόμενος, καὶ ξίφει τεμνόμενος, καὶ παντοίαις μηχαναῖς, ἀλγηδόνων κυκλούμενος, ἀπαράτρωτος, καὶ ἀήττητος ὤφθης τῇ δυνάμει, τοῦ Σταυρῷ προσηλωθέντος, κλέος Μαρτύρων Θεόδωρε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Θεῖον ἄγαλμα γέγονας, εὐσεβείας πανόλβιε, δυσσεβῶν ἀγάλματα βδελυξάμενος, καὶ ἱερεῖον ὁλόκληρον, καὶ θῦμα εὐπρόσδεκτον, τῷ τυθέντι διὰ σέ, καθαρῶς προσαγόμενον, τῷ δοξάσαντι, τὴν Ἁγίαν σου μνήμην καὶ θαυμάτων, θησαυρόν σε τοῖς ἐν κόσμῳ, δωρησαμένῳ Θεόδωρε.

ὁ α’ χορός

Δόξα… Ἦχος πλ. β’

γιωσύνης δωρεά, καὶ πλοῦτος θείας ζωῆς, πεφανέρωσαι τῷ κόσμῳ Θεόδωρε· Χριστὸς γάρ σου σοφὲ τὴν μνήμην ἐδόξασεν, ἐν ᾗ συμφώνως οἱ πιστοί, γεγηθότες ὑμνοῦμεν, τοὺς ἀγῶνας τῶν ἄθλων σου.

ὁ β’ χορός

Καὶ νῦν… Ἦχος δ’

νελήφθης ἐν δόξῃ, ἀπὸ γῆς εἰς οὐρανούς, ὁ πάντα πληρῶν τῇ Θεότητι, καὶ ἐν δεξιᾷ Πατρὸς ἐκάθισας, ὁ ἐν ἀρχῇ Θεὸς Λόγος· ὅθεν αἱ οὐράνιαι δυνάμεις ὁρῶσαι, τοῖς Ἀποστόλοις ἔμφοβοι ἔλεγον· Τίνι ἀτενίζετε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος, ὃν ἐθεάσασθε, αὐτὸς πάλιν ἐλεύσεται μετὰ δόξης, τοῦ κρῖναι πᾶσαν τὴν γῆν, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Πρὸς ὃν βοήσωμεν· Ἀκατάληπτε Κύριε, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος δ’ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Στρατολογίᾳ ἀληθεῖ ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς Βασιλέως, περικαλὴς γεγένησαι Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης ἀθλητής· ὅθεν σε πίστει, ἀεὶ μακαρίζομεν

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἀντίφωνον α’

Ἦχος β’

Στίχ. ξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

Στίχραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου·

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ράβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρὶ… Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου… 

Ἀντίφωνον β’

Στίχ. Θεός ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ’ ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι, λληλούϊα.

ΣτίχΚύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς ᾿Ιακώβ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ…

ΣτίχΔεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ…

ΣτίχΣχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ…..

Δόξα Πατρί…Καὶ νῦν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον γ

Ἦχος δ’

Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.

πολυτκιον  χος δ’ 

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, λυτρωτς το κσμου. 

Στίχ. τι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

νελήφθης ἐν δόξῃ…

Στίχβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.

νελήφθης ἐν δόξῃ… 

Εσοδικν

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ  Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ’ ἡμῶν εἰς τοὺς οὐρανούς,…

ψάλλοντάς σοι, Ἀλληλούϊα.

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτκιον  χος δ’  

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος δ’ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Στρατολογίᾳ ἀληθεῖ ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς Βασιλέως, περικαλὴς γεγένησαι Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης ἀθλητής· ὅθεν σε πίστει, ἀεὶ μακαρίζομεν

   τοῦ Ναοῦ

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Κοντκιον Ατμελονχος πλ. β’

Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε, Ἐγὼ εἰμι μεθ’ ὑμῶν, κα οδες καθ’ μν.

Τρισάγιον

Ἀπόστολος

Προκείμενον. Ἦχος βαρὺς

Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ.

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 2:4-10

δελφοί, ὁ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ· χάριτί ἐστε σεσῳσμένοι· καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ ᾽Ιησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλονυα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾽ ἡμᾶς ἐν Χριστῷ ᾽Ιησοῦ. Τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾽Ιησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

λληλούϊα (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

ι΄ 16 – 22

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. ὅταν δὲ παραδῶσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ες τ, ξαιρτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. λληλούϊα

 

ντ το «Εἴδομεν τὸ φῶς…» ψάλλει

 τ,

πολυτκιον  χος δ  

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις  

«…῾Ο ἐν δόξῃ ἀναληφθείς ἀφἡμῶν εἰς τούς οὐρανούς καί ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καί Πατρός, Χριστός ἀληθινός Θεός…»

https://agioskosmasoaitolos.wordpress.com

8 ΙΟΥΝ19 ΜΝΗΜΗ ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΩΝ ΑΓΙΟΥ ΘΕΟΔΩΡΟΥ ΣΤΡΑΤΗΛΑΤΟΥ

 

2 σκέψεις σχετικά με το “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΜΝΗΜΗ ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΣΤΡΑΤΗΛΑΤΟΥ (2019)”

  1. ΚΥΡΙΕ ΚΩΝΣΤΑΝΤΙΝΕ ΣΑΣ ΕΥΧΑΡΙΣΤΩ ΜΕΣΑ ΑΠΟ ΤΗΝ ΚΑΡΔΙΑ ΜΟΥ Η ΒΟΗΘΕΙΑ ΣΑΣ ΕΙΝΑΙ ΠΟΛΥΤΙΜΟΤΑΤΗ. ΕΥΧΟΜΑΙ ΣΤΟΝ ΚΥΡΙΟ ΝΑ ΣΑΣ ΕΧΕΙ ΕΣΑΣ ΚΑΙ ΤΟΥΣ ΟΙΚΙΟΥΣ ΣΑΣ ΕΝ ΠΛΗΡΗ ΥΓΕΙΑ ΚΑΙ ΧΑΡΑ. ΣΑΣ ΕΥΧΑΡΙΣΤΩ ΠΑΡΑ ΠΟΛΥ. ΕΥΧΕΤΗΣ ΕΝ ΚΥΡΙΩ Π. ΑΝΔΡΕΑΣ.

  2. ΕΥΛΟΓΙΕΤΕ ΠΑΤΕΡΑ ΑΝΔΡΕΑ
    ΠΟΛΛΕΣ ΕΥΧΑΡΙΣΤΙΕΣ ΓΙΑ ΤΙΣ ΘΕΡΜΕΣ ΕΥΧΕΣ ΣΑΣ ΚΑΙ ΣΕ ΣΑΣ ΕΥΧΟΜΑΙ ΝΑ ΕΧΕΤΕ ΤΗΝ ΕΥΛΟΓΙΑ ΤΟΥ ΘΕΟΥ ΚΑΙ Η ΧΑΡΙΣ ΤΟΥ ΝΑ ΣΑΣ ΣΚΕΠΕΙ ΣΤΗΝ ΥΨΗΛΗ ΔΙΑΚΟΝΙΑ ΣΑΣ

    ΚΑΛΗ ΠΕΝΤΗΚΟΣΤΗ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s