ΕΣΠΕΡΙΝΟΣ ΜΝΗΜΗΣ ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΣΤΡΑΤΗΛΑΤΟΥ (2019)

8 ΙΟΥΝΙΟΥ 2019

+Μνμη τς νακομιδς το λειψνου το γου Μεγαλομρτυρος Θεοδρου το Στρατηλτου.

Αποτέλεσμα εικόνας για Θεοδώρου τοῦ Στρατηλάτου.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ (7/06/19)

ερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

αχορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν……….

ὁ α’ χορός

Ἦχος δ’  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ἐδωκας σημείωσιν

παθες ὡς ἄνθρωπος, ὁ ἀπαθὴς τῇ Θεότητι, καὶ ἀνέστης τριήμερος, σκυλεύσας τὸν θάνατον, καὶ συναναστήσας, πάντας τοὺς φθαρέντας, καὶ ἀνελήλυθας Χριστέ, πρὸς τὸν Πατέρα, ἐπαγγειλάμενος, ἐκπέμψειν τὸν Παράκλητον, τοὶς ἱεροῖς Ἀποστόλοις σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

μεῖς τί ἑστήκατε, πρὸς οὐρανὸν ἀτενίζοντες; οἱ ὁρώμενοι Ἄγγελοι, ὡς ἄνθρωποι ἔλεγον, τοῖς τοῦ λόγου Μύσταις· οὗτος, ὃν ὁρᾶτε, ὑπὸ νεφέλης φωτεινῆς, ἀναληφθέντα, αὐτὸς ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε, κρῖναι τὸν κόσμον, ὡς ἔφησε, πορευθέντες οὖν ἅπαντα, τὰ ῥηθέντα τελέσατε.

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Μετὰ τὴν ἐκ τάφου σου, ὑπὲρ κατάληψιν Ἔγερσιν, παντοδύναμε Κύριε, λαβὼν οὓς ἠγάπησας, ἕως Βηθανίας, ἐξήγαγες Λόγε, καὶ πρὸς τὸ ὄρος γεγονώς, τοῦ Ἐλαιῶνος, τούτους ηὐλόγησας, καὶ οὕτως ἀνελήλυθας, ὑποταγέντων Ἀγγέλων σοι, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Στιχηρὰ τοῦ Ἁγίου Μεγαλομάρτυρος

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν

θλητὴς γενναιότατος, στρατιώτης ἀήττητος, ἐν Ἁγίῳ Πνεύματι ἀναδέδειξαι, καταβαλὼν τὸν πολέμιον, σοφίᾳ τῶν λόγων σου, καὶ τῶν ἔργων σου σοφέ, καρτεραῖς ἐπιδείξεσιν· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης, καὶ τοῖς ἄνω, ὁμηγύρεσι συνήφθης, Μεγαλομάρτυς Θεόδωρε.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Καὶ σταυρῷ ἀναρτώμενος, καὶ τὰς σάρκας ξεόμενος, ὀξυτάτοις βέλεσι τιτρωσκόμενος, καὶ ἐπὶ ξύλου τεινόμενος, καὶ ξίφει τεμνόμενος, καὶ παντοίαις μηχαναῖς, ἀλγηδόνων κυκλούμενος, ἀπαράτρωτος, καὶ ἀήττητος ὤφθης τῇ δυνάμει, τοῦ Σταυρῷ προσηλωθέντος, κλέος Μαρτύρων Θεόδωρε.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Θεῖον ἄγαλμα γέγονας, εὐσεβείας πανόλβιε, δυσσεβῶν ἀγάλματα βδελυξάμενος, καὶ ἱερεῖον ὁλόκληρον, καὶ θῦμα εὐπρόσδεκτον, τῷ τυθέντι διὰ σέ, καθαρῶς προσαγόμενον, τῷ δοξάσαντι, τὴν Ἁγίαν σου μνήμην καὶ θαυμάτων, θησαυρόν σε τοῖς ἐν κόσμῳ, δωρησαμένῳ Θεόδωρε.

 ὁ α’ χορός

Δξα Πατρί… Ἦχος πλ. δ’

θλητικὸν συστησάμενος στάδιον, κατὰ τῆς πλάνης ἠνδραγάθησας Θεόδωρε, τῇ πυριφθόγγῳ γλώττῃ σου, καταισχύνας Λικινίου τὸ ἀπάνθρωπον. Διὸ καὶ σὺν Ἀγγέλοις χορεύων μακάριε, αἴτησαι Χριστόν, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

ὁ β’ χορός

Κα νν… Ἦχος πλ. β’

Σήμερον ἐν οὐρανοῖς αἱ ἄνω δυνάμεις, τὴν ἡμετέραν φύσιν θεώμεναι, θαυμάζουσαι τοῦ ξένου τρόπου τὴν ἄνοδον, διηπόρουν ἀλλήλαις λέγουσαι· Τίς οὗτος ὁ παραγενόμενος; Βλέπουσαι δὲ τὸν οἰκεῖον Δεσπότην, τὰς οὐρανίους πύλας αἵρειν διεκελεύοντο, μεθ’ ὧν ἀπαύστως ὑμνοῦμέν σε, τὸν μετὰ σαρκὸς ἐκεῖθεν πάλιν ἐρχόμενον, ὡς κριτήν τῶν ἁπάντων καὶ Θεὸν παντοδύναμον.

Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τῇ Παρασκευῇ ἑσπέρας Ἦχος βαρὺς

ὁ α’ χορός

Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.

ὁ β’ χορός

Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.

ὁ α’ χορός

Στίχ. ξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.

Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες …….

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν …….

πστιχα

Στιχηρὰ Προσόμοια.

  • ὁ α’ χορός

Ἦχος πλ. α’ Χαίροις ἀσκητικῶν

Χαίροις ὁ στρατιώτης Χριστοῦ, ὁ τροπωσάμενος ἐχθροῦ τὴν παράταξιν, τῷ ὅπλῳ τῆς εὐσεβείας, ὁ τῶν πιστῶν στηριγμός, ὁ πολλῶν βασάνων ὠνησάμενος, Θεοῦ τήν οὐράνιον, βασιλείαν Θεόδωρε, ἐν ᾗ χορεύων, καὶ μεθέξει θεούμενος, καὶ λαμπόμενος, καθαραῖς διαδόσεσι· μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην τὴν ἔνδοξον, καὶ προσκυνούντων ἐν πίστει, τὴν τῶν λειψάνων σου λάρνακα, ἀφ’ ἧς ἀναβλύζεις, τοῖς αἰτοῦσιν εὐρωστίαν, καὶ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Χαίροις ἡ Ἱερὰ Κεφαλή, τῶν ἀθλοφόρων τὸ σεπτὸν ἀκροθίνιον, ὁ κόσμος τῆς Ἐκκλησίας, ὁ καθαιρέτης ἐχθροῦ, δωρεῶν ἐνθέων ὁ ἐπώνυμος· λαμπτὴρ τὴν ὑφήλιον, καταυγάζων τοῖς θαύμασι· πύργος ὁ μέγας, διαμείνας ἀσάλευτος, ταῖς προσρήξεσι, τῶν ἀπείρων κολάσεων· λόγχῃ τῆς καρτερίας σου, ὁ κτείνας τὸν δράκοντα· ὁ ἀριστεύσας μεγάλως, ὡς στρατιώτης ἀήττητος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

  • ὁ α’ χορός

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ  Κύριος..

Ὅπλῳ τοῦ ζωηφόρου Σταυροῦ, τὴν τῶν εἰδώλων συντριβὴν ἐργασάμενος, μαστίγων ὑπέστης πεῖραν, καὶ ἐπὶ ξύλου ταθείς, σπαραγμοὺς παμμάκαρ ἐκαρτέρησας, ὑφ’ ὧν συντριβόμενος, καὶ λαμπάσι φλεγόμενος, σταυρῷ ὑψώθης, τιτρωσκόμενος βέλεσι, καὶ τὰ ὄμματα, ὑπ’ αὐτῶν ἐκτυφλούμενος· ὅθεν σε μακαρίζομεν, καλῶς ἐναθλήσαντα, οὐρανίων στεφάνων, ἐπιτυχόντα Θεόδωρε. Διὸ ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί… Ἦχος πλ. α’ Τοῦ Ἁγίου Μεγαλομάρτυρος

Τῶν τοῦ Θεοῦ δωρεῶν ὡς ἐπώνυμον, καὶ τῆς αὐτοῦ κληρονόμον μακαριότητος, πάντες εὐφημήσωμεν πιστοί, καὶ μακαρίσωμεν ἐπαξίως, Θεόδωρον τὸν γενναῖον Μεγαλομάρτυρα, τῆς οἰκουμένης τὸν ὑπέρμαχον· πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

ὁ α’ χορός

Κα νν… Ἦχος βαρὺς

Εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, ἦλθες ὁ ἐλεῶν τὸ γένος τῶν ἀνθρώπων, καὶ νεφέλη ὑπέλαβέ σε, ἀπὸ τῶν ὀφθαλμῶν τῶν Μαθητῶν σου, τρεμόντων μὲν διὰ τὴν ὀπτασίαν, χαιρόντων δὲ διὰ τὴν προσδοκίαν τοῦ ἁγίου Πνεύματος, ἐν ᾧ στηρίξας Σωτήρ, ἐλέησον ἡμᾶς.

προεστὼς: Νῦν ἀπολύεις

αχορὸς

Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος δ¨                               

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, λυτρωτς το κσμο

ὁ β’ χορός

Δξα Πατρί… Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος δ’ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Στρατολογίᾳ ἀληθεῖ ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς Βασιλέως, περικαλὴς γεγένησαι Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης ἀθλητής· ὅθεν σε πίστει, ἀεὶ μακαρίζομεν.

ὁ α’ χορὸς

Κα νν… Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος δ’                               

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, λυτρωτς το κσμου.

πόλυσις  

«…῾Ο  ἐν δόξῃ ἀναληφθείς ἀφ’ ἡμῶν εἰς τούς οὐρανούς Χριστός ὁ ἀληθινός Θεός…».

https://agioskosmasoaitolos.wordpress.com

7 ΙΟΥΝ19 ΕΣΠΕΡΙΝΟΣ ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΩΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓΙΟΥ ΘΕΟΔΩΡΟΥ ΣΤΡΑΤΗΛΑΤΟΥ 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s