ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ Γ΄ΕΥΡΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ (2019)

 

25 ΜΑΪΟΥ 2019

+Μνμη τς τρτης Ερσεως τς τιμας Κεφαλς το γου κα νδξου Προφτου, Προδρμου κα Βαπτιστο ωννου

https://i2.wp.com/pigizois.net/sinaxaristis/05/25.jpg

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετά τό· «Εὐλογητὸς ὁ Θεός…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορὸς

χος δ

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

χος δ’.  Ταχ προκατλαβε

ς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῆ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε, πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτῃ εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

ς θεῖον θησαύρισμα…….

ὁ β’ χορὸς

Καὶ νῦν… Ἀπολυτίκιον Ἦχος πλ. δ’

Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας· ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω· Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…

ΚΑΘΙΣΜΑΤΑ

  Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος γ’

Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκέτι θάνατε κυριεύεις΄ ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.

ὁ β’ χορός

Δόξα Πατρί…

Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον νῦν κατ’ αὐτοῦ ἐνίσχυσας, τῆς ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος. Ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Μετ τν β’ Στιχολογαν

ὁ α’ χορὸς

χος δ’ ψωθες ν τ Σταυρ

ναδοθεῖσα ὡς χρυσὸς ἐκ μετάλλων, ἡ ἱερά σου Κεφαλὴ παραδόξως, ἐκ τῶν ἀδύτων γῆς ἐπλούτισε, Χριστοῦ Βαπτιστά, πάντας τοὺς προστρέχοντας, ἐν τῇ ταύτης εὑρέσει, ὕμνοις μεγαλύνοντας, τὸν Σωτῆρα καὶ Κτίστην, τὸν νέμοντα ἡμῖν διὰ σοῦ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί…Καὶ νῦν… Ἦχος δ’ Ταχὺ προκατάλαβε

πάντων ἐπιστάμενος, τῶν καρδιῶν λογισμοὺς ἐν μέσῳ ἀνέκραζε τοῦ ἱεροῦ ἑστηκώς, τοῖς ψεύσταις λέγων ἀλήθειαν· Τί ζητεῖτε πιάσαι, ἐμὲ τὸν ζωοδότην; ἑορτῆς μεσαζούσης, ἐκβοῶν παρρησίᾳ· Μὴ τὴν κατ’ ὄψιν κρίσιν κρίνετε παράνομοι.

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορὸς

πεφνης σμερον χος δ’

Ἡρῴδης Πρόδρομε, παρανομήσας, γυναικὶ παρέσχετο, τὴν κεφαλήν σου τὴν σεπτήν, ἧς τῇ εὑρέσει βοῶμέν σοι, Αἴτησαι πᾶσι, δωρήσασθαι ἔλεος.

ὁ β’ χορός

Κάθισμα τῆς Ἑορτῆς  Δόξα Πατρί…Καὶ νῦν… Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον

ορτῆς μεσαζούσης τῆς νομικῆς, ἧς διδάσκων Σωτήρ μου ἐν ἱερῷ, ἐλέγχων τε τὴν ἄνοιαν, τῶν ἀπίστων Ἑβραίων, καὶ βοῶν τοῖς ὄχλοις, θείᾳ φωνῇ ὡς φιλάνθρωπος, ὁ διψῶν ἀνέκραζες· ἐρχέσθω πρός με καὶ πινέτω· ὅθεν ἐπηγγείλω, τοῖς πιστεύουσι νέμειν, σοφίας τὰ νάματα, ἐκ πηγῆς ἀκηράτου σου. Διὰ τοῦτο βοῶμέν σοι· Κατάπεμψον Χριστὲ ὁ Θεός, μόνος τὸ πανάγιον Πνεῦμά σου, καὶ σῶσον ἡμᾶς, ὅτι ὑπάρχεις πολυέλεος.

. Τ α’ ντφωνον το δ’ χου.

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

 ὁ α’ χορός

Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.

ὁ β’ χορός

Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.

ὁ α’ χορός

Στίχος. Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ καί πάσης τῆς πρᾳότητος αὐτοῦ.

κεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.

Ἡ Τάξις τοῦ Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν (ζ΄,17-30) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

 Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ λόγος τοῦ Ἰησοῦ ἐν ὅλῃ τῇ ᾽Ιουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ. Καὶ ἀπήγγειλαν ᾽Ιωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινας τῶν μαθητῶν αὐτοῦ ὁ ᾽Ιωάννης ἔπεμψεν πρὸς τὸν κύριον λέγων, Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, ᾽Ιωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων, Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν. Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε ᾽Ιωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. ᾽Απελθόντων δὲ τῶν ἀγγέλων ᾽Ιωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ ᾽Ιωάννου, Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. Ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. Οὗτός ἐστιν περὶ οὗ γέγραπται, ᾽Ιδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ᾽Ιωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστιν. Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα ᾽Ιωάννου·οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.

Δόξα σοι, Κύριε, δόξα σοι.

Εἶτα ὁ Ν´ Ψαλμός( Χύμα).

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τοῦ σοῦ Προδρόμου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  Ἦχος ὁ αὐτὸς

τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀῤῥήτου οὐσίας, τρανῶς ἡ προσβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν τῆς γῆς ταμείων σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα, πρ τν ψυχν μν.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

Ο Καννες,

Κανν το ἤχου δ’

Ο κροστιχς

Μσην ορτν τν μεγστων ανσω

Ποημα Θεοφνους

δ α’

 ὁ α’ χορὸς

  ερμς

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

 ὁ β’ χορὸς

Θαλάσσης τὸ ἐρυθραῖον…

ὁ α’ χορὸς

Μεγάλαι τῆς ὑπὲρ νοῦν σου Δέσποτα, θείας σαρκώσεως, εὐεργεσίαι λάμπουσιν ἡμῖν, δωρεαί τε καὶ χάριτες, καὶ θεϊκαὶ λαμπρότητες, ἀγαθοδότως ἀναβρύουσαι.

ὁ β’ χορὸς

πέστης μαρμαρυγὰς θεότητος, ἐξαποστέλλων Χριστέ, τῆς ἑορτῆς ἐν μέσῳ προφανῶς, ἑορτὴ γὰρ χαρμόσυνος, τῶν σῳζομένων πέφυκας, καὶ σωτηρίας ἡμῖν πρόξενος.  

ὁ α’ χορὸς

Σοφία, δικαιοσύνη, Κύριε, καὶ ἀπολύτρωσις, παρὰ Θεοῦ σὺ γέγονας ἡμῖν, ἀπὸ γῆς πρὸς οὐράνιον, διαβιβάζων ὕψωμα, καὶ Πνεῦμα θεῖον χαριζόμενος.  

ὁ β’ χορὸς

σάρξ σου διαφθορὰν ἐν μνήματι, οὐκ εἶδε Δέσποτα, ἀλλ’ ὡς συνέστη ἄνευθεν σπορᾶς, τὴν φθορὰν οὐκ ἐδέξατο, ἀκολουθία φύσεως ὑπερουσίως μὴ δουλεύσασα.

Κανὼν τοῦ Προδρόμου

ᾠδ α’  χος πλ. δ’

ὁ α’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ρματηλτην Φαρα

Φωνὴν τοῦ Λόγου γεγονὼς διάλυσον, τὴν ἀφωνίαν μου, ὡς τοῦ Πατρὸς πάλαι, ἐν ἀγαλλιάσεως φωνῇ ἀνευφημῆσαί σε, τῇ παρούσῃ εὑρέσει, τῆς Κεφαλῆς σου μακάριε, Πρόδρομε οὐράνιε ἄνθρωπε.

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τὴν κεφαλὴν χειροθετήσας Πρόδρομε, τῆς Ἐκκλησίας Χριστόν, σοῦ τὴν σεπτὴν Κάραν, τὴν κατανοήσασαν Τριάδος τὴν φανέρωσιν, φανεροῖς τοῦτο τρίτον, περιφανῶς ἁγιάζουσαν, τὰ τῶν ὀρθοδόξων συστήματα.

ὁ α’ χορὸς

Δξα Πατρί…

Οὐκ ἐνεγκὼν ἐπὶ πολὺ συγκρύπτεσθαι, Κυρίου Πρόδρομε, οἰκονομεῖς πάλιν, φανεροῦσθαι σήμερον, οὐ στάμνω συγκλειόμενος, ἀργυρέῳ δὲ σκεύει ἐν Ἱερῷ τόπῳ κείμενος, καὶ Ἱερουργῷ μηνυόμενος.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκον

Στειρωτικῆς ἀπὸ γαστρὸς ἐβλάστησας, ἑτοιμαζόμενος, τῷ Ποιητῇ Λόγῳ, τὰς ὁδοὺς Πανεύφημε, ἐκ Κόρης ἀνατείλαντι, παναγίας ἀφράστως, ἣν Θεοτόκον γινώσκουσαι, πᾶσαι γενεαὶ μακαρίζουσιν.

δ γ’

 ὁ α’ χορὸς

ερμς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα΄Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

ὁ β’ χορὸς

Ναμάτων ζωοποιῶν, τῇ Ἐκκλησίᾳ τὰς πηγὰς ἤνοιξας, Εἲ τις διψᾷ, πρόθυμος, ἴτω καὶ πινέτω, βοῶν Ἀγαθέ.  

ὁ α’ χορὸς

κ γῆς μὲν πρὸς οὐρανόν, ἀνυψωθῆναι προφανῶς ἔλεγες, ἐξ οὐρανοῦ Πνεῦμα δέ, πέμπειν ἐπηγγείλω τὸ ἅγιον.

ὁ β’ χορὸς

φύσει ζωοποιός, καὶ ἐκ Παρθένου γεννηθεὶς Κύριος, πᾶσι πιστοῖς δεδώρηται, τὴν ἀθανασίαν ὡς εὔσπλαγχνος. 

Τοῦ Προδρόμου

δ γ’

ὁ α’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ορανας ψδος

Πορνικῶν ὀρχημάτων, ἡ Ἱερὰ Κάρα σου, ἔπαθλον γυναίῳ δοθεῖσα, χερσὶν ἐφέρετο, νυνὶ δὲ σώφρονος, ἱερουργοῦ ταῖς παλάμαις, ἱερῶς πρὸς ἅγιον ναὸν κομίζεται.

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Εὐσεβῶς ὑπαντᾶ σοι, τὸ τῶν πιστῶν ἄθροισμα, σὺν Ἱερουργῷ Βασιλεῖ τε, ἔνδοξε Πρόδρομε, ἄδον χαρμόσυνα, καὶ προηγεῖταί σου πόθῳ, καθαγιαζόμενον τῇ παρουσίᾳ σου. 

ὁ α’ χορὸς

Δξα Πατρί…

ερῶν ἐξ ἀδύτων, ὡς φωταυγὴς ἥλιος, ἡ ἱερωτάτη σου Κάρα, ἐξανατείλασα, πᾶσαν ἐφώτισε, τὴν οἰκουμένην Προφῆτα, τοῦ Χριστοῦ καὶ Πρόδρομε, θείαις λαμπρότησι.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκον

Στειρευούσης νηδύος, φωτοφανὲς ἔλαμψας, ἄστρον τοῦ ἡλίου τῆς δόξης, προπορευόμενον, τοῦ ἀνατείλαντος, Παρθενικῆς ἐκ νεφέλης, Βαπτιστὰ καὶ λύσαντος, νκτα πολθεον.  

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν…  

Κθισμα 

ὁ β’ χορὸς

πεφνης σμερον Ἦχος δ’

πεφάνη σήμερον, ἡ τοῦ Προδρόμου, Κεφαλὴ ἐκ κόλπων γῆς, ἀναδοθεῖσα τοῖς πιστοῖς, ἐκ τῶν μετάλλων καθὰ χρυσός, καὶ ἱκετεύει Χριστόν, τοῦ σωθῆναι ἡμᾶς.

ὁ α’ χορός 

Δξα Πατρί… Κα νν… χος πλ. δ’ Τν Σοφαν κα Λγον

στηκὼς ἐν τῷ μέσῳ τοῦ ἱεροῦ, μεσαζούσης ἐνθέως τῆς ἑορτῆς, ὁ διψῶν, ἀνέκραζες, ἐρχέσθω πρὸς με καὶ πινέτω, ὁ γὰρ πίνων ἐκ τούτου, τοῦ θείου νάματος, ποταμούς ἐκ κοιλίας, ἐκρεύσει δογμάτων μου, ὅστις δὲ πιστεύει, εἰς ἐμὲ τὸν σταλέντα, ἐκ θείου Γεννήτορος, μετ’ ἐμοῦ δοξασθήσεται. Διὰ τοῦτο βοῶμέν σοι ΄ Δόξα σοι, Χριστὲ ὁ Θεός, ὅτι πλουσίως ἐξέχεας τὰ νάματα, τῆς σῆς φιλανθρωπίας τοῖς δούλοις σου.

Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…

Κοντκιον  χος πλ. β’

Τν πρ μν

φωτοφανὴς καὶ θεῖος ἐν κόσμῳ στῦλος, ὁ τοῦ νοητοῦ ἡλίου Πρόδρομος λύχνος, Κεφαλὴν τὴν φωσφόρον καὶ θείαν αὐτοῦ, ἀναδείξας ἐν τοῖς πέρασιν, ἁγιάζει τούς πιστῶς αὐτήν, προσκυνοῦντας καὶ κραυγάζοντας, Χριστοῦ σοφὲ Βαπτιστά, σσον πντας μς.

Οκος

πὸ γῆς, καθὼς πηγὴ τοῦ Παραδείσου, Κεφαλὴ θεοφιλὴς ἡ τοῦ Προδρόμου, ῥεῖθρα βλύζει χάριτος, καὶ θαυμάτων τὰ νάματα νέμει πᾶσι τοῖς χρῄζουσι. Προσέλθωμεν οὖν πάντες, καὶ ἀντλήσωμεν προθύμως ἐκ ταύτης τῶν ἰαμάτων τοὺς θείους κρουνούς, ἀρδεύει γὰρ ψυχὰς ἐν δωρεαῖς ἀενάοις, καὶ κατακλύζει σωμάτων πόνους, καὶ πᾶσαν νόσον εὐθέτως αἴρει, Ταύτην οὖν πόθῳ μέλψωμεν, καὶ πίστει ἀσπασώμεθα, σεμνῶς περιπτυσσόμενοι, καὶ ᾄσμασιν ὡς στέμμασι στέψωμεν ταύτην Πιστοί, Προκαθάρωμεν ἡμῶν κηλῖδας νοητάς, καὶ ἐνθέοις ἀρεταῖς κοσμήσωμεν ψυχάς, καὶ βοήσωμεν στεῤῥῶς, Χριστοῦ σοφὲ Βαπτιστά, σσον πντας μς. 

Συναξριον

ΤΚΕ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς τρίτης Εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

Στχοι

  • Φωνὴ βοῶντος γῆς μυχῷ κεκρυμμένη,

  • Τῆς γῆς ῥαγείσης, πᾶσιν ἤχησε ξένως.

  • Εἰκάδι δὲ Προδρόμοιο Κάρην εὗρον κατὰ πέμπτην.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος μάρτυς Κελεστῖνος, σιδήρῳ τὰς πτέρνας τρυπηθείς, τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ὅσιος Ἀλβιανὸς ἐν εἰρήνῃ τελειοῦται.

Τῷ ἀπείρῳ ἐλέει σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. μν.  

ΚΑΤΑΒΑΣΙΑΙ

Καταβασαι

ὁ α’ χορὸς

ἦχος πλ.δ’

 ᾠδὴ α’

Θάλασσαν ἔπηξας, βυθίσας σὺν ἅρμασι τὸν ἀλαζόνα Φαραὼ καὶ λαὸν διέσωσας ἀβρόχως Κύριε, καὶ εἰσήγαγες αὐτοὺς εἰς ὄρος ἁγιάσματος, βοῶντας΄ ᾌσωμέν σοι τῷ Θεῷ ἡμῶν, ᾠδὴν ἐπινίκιον, τῷ ἐν πολέμοις κραταιῷ.

ᾠδὴ γ’

ὁ β’ χορὸς

στερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθῃ ἐπ’ ἐχθρούς μου τὸ στόμα μου,…

ὁ α’ χορὸς

…εὐφράνθην ἐν σωτηρίῳ σου.

ᾠδὴ δ’

ὁ β’ χορὸς

Προφήτης Ἀββακούμ, τοῖς νοεροῖς ὀφθαλμοῖς προεώρα Κύριε, τὴν παρουσίαν σου, διὸ καὶ ἀνέκραζεν, ἀπὸ Θαιμὰν ἤξει ὁ Θεός, Δόξα τῇ δόξῃ σου Χριστέ, δόξα τῇ συγκαταβάσει σου. 

ᾠδὴ ε’

ὁ α’ χορὸς

Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν τὸ ὄνομά σου ὀνομάζομεν.

ᾠδὴ ς’

ὁ β’ χορὸς

ς ὕδατα θαλάσσης φιλάνθρωπε, τὰ κύματα τοῦ βίου χειμάζει με, διό, ὡς Ἰωνᾶς, σοὶ κραυγάζω Λόγε, Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, εὒσπλαγχνε Κύριε.

ᾠδὴ ζ’

ὁ α’ χορὸς

Τῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη, ἐδροσίζετο πνεύματι, Θεοῦ ἐπιστασίᾳ, οἱ Παῖδες ὑπέψαλλον, Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 ὁ β’ χορὸς

ᾠδὴ η’

Στίχ. Ανομεν, ελογομεν, καί προσκυνομεν τν Κριον.

γγελοι καὶ οὐρανοὶ τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς… 

Τιμιωτρα ο στιχολογεται

δ θ’

 ἦχος δ’   Ερμς

ὁ α’ χορὸς

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις, διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.  

ὁ β’ χορὸς

Λίθος ἀχειρότμητος ὄρους,…

ὁ α’ χορὸς

Νέαν καὶ καινὴν πολιτείαν, παρὰ Χριστοῦ μεμαθηκότες ταύτην μέχρι τέλους φυλάττειν διαφερόντως πάντες, σπουδάσωμεν, ὅπως ἁγίου Πνεύματος, τὴν παρουσίαν ἀπολαύσωμεν.  

ὁ β’ χορὸς

Σύ μου τὸ θνητὸν Ζωοδότα, περιβολὴν ἀθανασίας, καὶ τῆς ἀφθαρσίας τὴν χάριν, ἐνδύσας Σῶτερ συνεξανέστησας, καὶ τῷ Πατρὶ προσήγαγες τὸν χρόνιόν μου λύσας πόλεμον.  

ὁ α’ χορὸς

Εἰς τὴν ἐπουράνιον πάλιν, διαγωγὴν ἀνακληθέντες, τῇ τῆς μεσιτείας δυνάμει, τοῦ κενωθέντος μέχρι καὶ δούλου μορφῆς καὶ ἡμᾶς ἀνυψώσαντος, τοῦτον ἀξίως μεγαλύνωμεν.  

ὁ β’ χορὸς

Θεοτοκον

ς ῥίζαν, πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν, σὺ γὰρ τὴν ἐνυπόστατον, ἀθανασίαν ἡμῖν ἔβλυσας.  

ᾨδὴ θ’, τοῦ Προδρόμου

Ἦχος πλ. δ’Ἔφριξε πᾶσα ἀκοὴ

ὁ α’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τῆς στείρας ὅσιος βλαστός, γεννητῶν ἐκ γυναικῶν ὁ ὑπέρτερος, τοῦ Βασιλέως Χριστοῦ, ὁ στρατιώτης ὁ μέγας Πρόδρομος, ὁ προκηρύξας τὸν Ἀμνόν, τοῦ κόσμου τὰ πταίσματα, τὸν ἀφαιρούμενον, εὐφημείσθω ἱεροῖς μελῳδήμασι.

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Κρατῆρα πλήσας δαψιλῶς, συγκαλεῖς μεθ᾽ ὑψηλοῦ τοῦ κηρύγματος, τὴν Ἐκκλησίαν Χριστοῦ, τῇ ἀνευρέσει σῆς Κάρας Πρόδρομε. Δεῦτε ἐμπλήσθητε βοῶν, τερπνῶν ὧν ἡτοίμασα, καὶ μεγαλύνατε, τὸν τὸ εἶναι τοῖς βροτοῖς παρεχόμενον.

ὁ α’ χορὸς

Δξα Πατρί…

ναξ σε, Ἄγγελε Θεοῦ, ἀγγελώνυμος εἰς τούτου βασίλεια, χαίρων εἰσδέχεται, καθυπουργοῦντος πρὸς τοῦτο κάλλιστα, τοῦ ποιμενάρχου εὐσεβῶς, καὶ κλήσει καὶ χάριτι, σεμνυνομένου σαφῶς, θεοφόρου Ἱεροῦ καὶ θεόφρονος.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκον

Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὁ εὐσυμπάθητος, ἐλεῆμον ἀγαθὲ καὶ φιλάνθρωπε.

ὁ α’ χορὸς

Καταβασα 

λλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα, ἐπὶ σοὶ Θεοτόκε, ἀμφότερα ᾠκονομήθη, διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς παστως μακαρζομεν.  

Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλρια

Ἦχος β’

ὁ α’ χορὸς

Τος μαθητας συνλθωμεν

ν τῇ εὑρέσει Πρόδρομε, τῆς τιμίας σου Κάρας, βασιλεὺς ὁ φιλόχριστος, πλέον γάννυται ᾗπερ, τῇ ἑαυτοῦ πορφυρίδι, ὃν ἀμείβου ταῖς νίκαις, ἐξ ὕψους δυναμούμενον, καὶ ἡμᾶς φρούρει σκέπε, σοῦ ταῖς εὐχαῖς, Βαπτιστὰ πανεύφημε Ἰωάννη, φαιδρῶς πανηγυρίζοντας, καὶ τιμῶντάς σε πόθῳ.

ὁ β’ χορός

ἦχος γ’ ορανν τος στροις

τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς ἄφεσιν ἁμαρτιῶν, ὅτι συνέχομαι δίψῃ, εὔσπλαγχνε μόνε οἰκτίρμον.

AINOI

ὁ α’ χορός

Ἦχος πλ. α ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χαροις σκητικν

Χαίροις ἡ ἱερὰ Κεφαλή, καὶ φωτοφόρος καὶ Ἀγγέλοις αἰδέσιμος, ἡ ξίφει τμηθεῖσα πάλαι, καὶ τμητικοῖς ἐλεγμοῖς, ἀσελγείας αἶσχος διακόψασα, πηγὴ ἡ τοῖς θαύμασι, τοὺς πιστοὺς καταρδεύουσα, ἡ τοῦ Σωτῆρος, τὴν σωτήριον ἔλευσιν, καταγγείλασα, καὶ τὴν πτῆσιν τοῦ Πνεύματος, πάλαι κατανοήσασα, πρὸς τοῦτον σκηνώσαντος, τῆς παλαιᾶς τε καὶ νέας, ἡ μεσιτεύσασα χάριτος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.  

 ὁ β’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Χαίροις ἡ ἱερὰ Κεφαλή…

ὁ α’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Σκεύει τοῦ Βαπτιστοῦ ἀργυρῷ ἐγκεκρυμμένη Κεφαλὴ πεφανέρωται, λαγόνων ἀναδοθεῖσα, ἐκ τῶν τῆς γῆς ἐμφανῶς, καὶ θαυμάτων ῥεῖθρα ἀναβλύζουσα, καὶ γὰρ ἐν τοῖς ὕδασι, κεφαλὴν ἐναπέλουσε, τοῦ ὑπερῷα, νῦν στεγάζοντος ὕδασι, καὶ ὀμβρίζοντος, τοῖς βροτοῖς θείαν ἄφεσιν. Ταύτην οὖν μακαρίσωμεν, τὴν ὄντως ἀοίδιμον, καὶ ἐν τῇ ταύτης εὑρέσει, περιχαρῶς ἑορτάσωμεν, Χριστὸν δυσωπούσης, τοῦ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.  

ὁ β’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Κάρα ἡ τὸν ἀμνὸν τοῦ Θεοῦ, ἀνακηρύξασα σαρκὶ φανερούμενον, καὶ πᾶσι τῆς μετανοίας, τὰς σωτηρίους ὁδούς, θείαις ὑποθήκαις βεβαιώσασα, ἡ πρὶν τοῦ Ἡρῴδου, παρανομίαν ἐλέγξασα, καὶ διὰ τοῦτο, ἐκτμηθεῖσα τοῦ σώματος, καὶ τὴν χρόνιον, ὑποστᾶσα κατάκρυψιν, ὥσπερ φωτοφανὴς ἡμῖν, ἀνέτειλεν ἥλιος, Μετανοεῖτε βοῶσα, καὶ τῷ Κυρίῳ προστίθεσθε, ψυχῆς κατανύξει, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ α’ χορὸς

Δξα Πατρί… χος πλ. α’

Τὴν πανσεβάσμιον Κάραν τοῦ Βαπτιστοῦ σου Κύριε, φανερωθεῖσαν σήμερον ἐκ γῆς, μετὰ φωνῆς αἰνέσεως, ἀρυσάμενοι πιστῶς, εἰς πρεσβείαν φιλάνθρωπε, οἱ ἐπταικότες δοῦλοί σου προσάγομεν, αἰτούμενοι δι’ αὐτῆς ἀπολαβεῖν, ἐν ἡμέρᾳ κρίσεως, παρὰ σοῦ τὸν ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Κα νν… χος δ’ νατολου

Φωτισθέντες ἀδελφοί, τῇ Ἀναστάσει τοῦ Σωτῆρος Χριστοῦ, καὶ φθάσαντες τὸ μέσον τῆς ἑορτῆς τῆς δεσποτικῆς, γνησίως φυλάξωμεν τὰς ἐντολὰς τοῦ Θεοῦ, ἵνα ἄξιοι γενώμεθα, καὶ τὴν Ἀνάληψιν ἑορτάσαι, καὶ τῆς παρουσίας τυχεν το γου Πνεματος.  

 Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκίᾳ.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

                     Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

       Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

      Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ παρόν Τροπάριον

ὁ β’ χορός

πολυτκιον  χος δ’

Ταχ προκατλαβε  

ς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῆ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε, πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτῃ εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς κ φθορς τας κεσαις σου. 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 Μετά τό· «Εὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

ντφωνον α’

 χος β’

Στχ. λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

 Στχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στχ. Εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δξα Πατρί… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον β’

χος ατς

Στχ. Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

Στχ. ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

Στχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…  

Δξα Πατρί… Κα νν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

χος πλ. α’

Στχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

Στχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη…

Στχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη… 

Εσοδικν

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…

 …ψάλλοντάς σοι Ἀλληλούϊα.

Ετα

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτκιον  χος πλ. δ’

Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι.  

χος δ’  Ταχ προκατλαβε  

ς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῆ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε, πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτῃ εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου. 

τὸ ἀπολυτίκιον τοῦ Ναοῦ

 (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον  χος δ’ – ψωθες ν τ Σταυρ

Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός. Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας, ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν΄ Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν, σ γρ πρχεις πηγ τς ζως μν

 

Τρισάγιον

πστολος  τοῦ Προδρόμου· (Β´ Κορ. δ´ 6-15)

Προκείμενον·

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

Στίχ. Εἰσάκουσον ὁ Θεός τῆς φωνῆς μου.

Πρὸς Κορινθίους Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

δελφοί, ὁ Θεὸς ὁ εἰπών͵ ἐκ σκότους φῶς λάμψαι͵ ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν͵ ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ΄ οὐ στενοχωρούμενοι͵ ἀπορούμενοι ἀλλ΄ οὐκ ἐξαπορούμενοι͵ διωκόμενοι ἀλλ΄ οὐκ ἐγκαταλειπόμενοι͵ καταβαλλόμενοι ἀλλ΄ οὐκ ἀπολλύμενοι͵ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες͵ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν͵ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται͵ ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως͵ κατὰ τὸ γεγραμμένον͵ Ἐπίστευσα͵ διὸ ἐλάλησα͵ καὶ ἡμεῖς πιστεύομεν͵ διὸ καὶ λαλοῦμεν͵ εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι΄ ὑμᾶς͵ ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.

λληλούϊα.(γ’)

Εαγγλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον.

Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ ᾽Ιωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε ᾽Ιωάννῃ ἃ ἀκούετε καὶ βλέπετε·τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων ἤρξατο ὁ ᾽Ιησοῦς λέγειν τοῖς ὄχλοις περὶ ᾽Ιωάννου, Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. Οὗτός ἐστιν περὶ οὗ γέγραπται, ᾽Ιδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων ᾽Ιωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἀπὸ δὲ τῶν ἡμερῶν ᾽Ιωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως ᾽Ιωάννου ἐπροφήτευσαν·καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν ᾽Ηλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Δόξα Σοι, Κύριε, δόξα Σοι.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Ες τ, ξαιρτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικν  

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. λληλούϊα.

ντ το «Εἴδομεν τὸ φῶς…» λγεται τ,

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

«Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον…»(τρίς).

πόλυσις

«…ὁ ἀναστάς ἐκ νεκρῶν…»

https://agioskosmasoaitolos.wordpress.com

25 ΜΑΪ19 Γ΄ΕΥΡΕΣΙΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s