24 ΑΠΡΙΛΙΟΥ 2019
+Τ ῌ ΑΓΙ ᾼ ΚΑΙ ΜΕΓΑΛ ῌ ΤΕΤΑΡΤ ῌ
+ Τ ῇ ἁ γ ίᾳ κα ὶ μεγ ά λ ῃ Τετ ά ρτ ῃ , τ ῆ ς ἀ λειψ ά σης τ ὸ ν Κ ύ ριον μ ύ ρ ῳ Π ό ρνης γυναικ ό ς, μνε ί αν ποιε ῖ σθαι ο ἱ θει ό τατοι Πατ έ ρες ἐ θ έ σπισαν, ὅ τι πρ ὸ το ῦ σωτηρ ί ου Π ά θους μικρ ὸ ν το ῦ το γ έ γονε .
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως τὸ Βασιλεῦ οὐράνιε…Τρισάγιον οἱ βασιλικοὶ ψαλμοὶ ΙΘ΄ και Κ’ καὶ πάλιν τὸ Τρισάγιον. Σῶσον Κύριε…Ἐλέησον ἡμᾶς ὁ Θεὸς… κλπ.
Mετὰ τὸν Ἑ ξ ά ψαλμον
Συναπτὴ μεγάλη καὶ ψάλλομεν ἀργῶς καὶ μετὰ μέλους εἰς ἦχον πλ.δ’ δὶς τὸ μέγα Ἀλληλουάριον καὶ δὶς τὸ μικρόν μετὰ τῶν στίχων αὐτοῦ.
ὁ Ἱερεὺς: Ε ὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης: Ἀ μήν.
Ὁ Προεστώς: Δ όξα σοι ὁ Θεός, δόξα σοι.
Β ασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Ἀναγνώστης: Ἀ μήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ ‘)
Δόξα Πατρί… Καὶ νῦν…
Π αναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κ ύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δ έσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅ γιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
Ἕ νεκεν τοῦ ὀνόματός σου.
Κ ύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρί…. Καὶ νῦν…
Π άτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ὁ Ἱερεὺς: Ὅ τι σοῦ ἐστιν ἡ βασιλεία…
ὁ Ἀ ναγν ώ στης: Ἀ μήν. Κ ύριε ἐλέησον. (ιβ’) Δ όξα Πατρί..Κ αὶ νῦν…
Ἐμμελὴς ἀπαγγελία εἰς τὸ κλιτὸν ὕφος
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
ΨΑΛΜΟΣ Ιθ’. (19).
Ἐ πακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακὼβ.
Ἐ ξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.
Μ νησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.
Δ ῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι .
Ἀ γαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
Π ληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων, ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ.
Ἐ πακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
Ο ὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα.
Α ὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστημεν, καὶ ἀνωρθώθημεν.
Κ ύριε, σῶσον τὸν Βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
ΨΑΛΜΟΣ Κ’ (20).
Κ ύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
Τ ὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτὸν .
Ὅ τι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητας, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
Ζ ωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
Μ εγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου· δόξαν, καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾽ αὐτόν.
Ὅ τι δῴης αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος· εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
Ὅ τι ὁ Βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ σαλευθῇ.
Ε ὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
Ὅ τι θήσεις αὐτοὺς ὡς κλίβανον πυρός, εἰς καιρὸν τοῦ προσώπου σου.
Κ ύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.
Τ ὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.
Ὅ τι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι.
Ὅ τι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
Ὑ ψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου · ᾄσομεν, καὶ ψαλοῦμεν τὰς δυναστείας σου.
Δ όξα Πατρὶ…. Κ αὶ νῦν…
Τ ρισ ά γιον. Παναγ ί α Τρι ά ς, Π ά τερ ἡ μ ῶ ν, Ὅ τι σο ῦ ἐ στιν.
ὁ Ἀναγνώστης: Ἀ μὴν.
Τροπάρια
Σ ῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα Πατρὶ…
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Καὶ νῦν… Θεοτοκίον
Π ροστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην, διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
Ἐ λέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ὁ Χορὸς: Κ ύριε, ἐλέησον (γ’ ).
Ἔ τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ἔ τι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν,(δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὅ τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης: Ἀ μήν. Ἐ ν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Ἱερεὺς: Δ όξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀ μήν.
Δ όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (ἐκ τρίτου).
Κ ύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (δίς).
Ψαλμὸς γ’ ( 3 )
Κ ύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με πολλοὶ ἐπανίστανται ἐπ’ ἐμὲ;
Πολλοὶ λέγουσιν τῇ ψυχῇ μου οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.
Σὺ δὲ Κύριε ἀντιλήπτωρ μου εἶ δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
Φωνῇ μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήψεταί μου.
Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
Ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
Τοῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Καὶ πάλιν
Ἐ γὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου.
Ψαλμὸς λζ’ (37)
Κ ύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με,
ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου
οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου,
οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου
ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμὲ
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου
ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην
ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου
ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου
Κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη
ἡ καρδία μου ἐταράχθη ἐγκατέλιπέ με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ’ ἐμοῦ
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν
καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ
καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμοὺς
ὅτι ἐπὶ σοὶ Κύριε ἤλπισα σὺ εἰσακούσῃ Κύριε ὁ Θεός μου
ὅτι εἶπον΄ μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησαν
ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντὸς
ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου
οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως
οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην.
Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου μὴ ἀποστῇς ἀπ’ ἐμοῦ
Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου.
Καὶ πάλιν
Μ ὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου μὴ ἀποστῇς ἀπ’ ἐμοῦ
Π ρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου.
Ψαλμὸς ξβ’ (62)
Ὁ Θεὸς ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω
ἐδίψησέ σε ἡ ψυχή μου ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ΄
οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου
ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε
οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου
ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου
εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ
ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου
αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς παραδοθήσονται εἰς χεῖρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται
ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ ὅτι ἐνεφράγῃ στόμα λαλούντων ἄδικα.
Καὶ πάλιν
Ἐ ν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι,
Ἐ κολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.
Δόξα Πατρί… Καὶ νῦν…
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς
Κ ύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρί… Καὶ νῦν…
Ψαλμὸς πζ’ (87)
Κ ύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου
ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος
ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν,
ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου,
ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμὲ
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ ἔθεντό με βδέλυγμα ἑαυτοῖς
παρεδόθην καὶ οὐκ ἐξεπορευόμην οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας
ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου
μή τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι;
μή διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλεία;
μή γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
κᾀγὼ πρὸς σὲ Κύριε ἐκέκραξα καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε
ἵνα τί Κύριε ἀπωθῇ τὴν ψυχήν μου ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ;
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην
ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με
ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα
ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας .
Καὶ πάλιν
Κ ύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.
Ε ἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
Ψαλμὸς ρβ’(102)
Ε ὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ
Εὐλόγει ἡ ψυχή μου τὸν κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ
τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου τὸν ἰώμενον πάσας τὰς νόσους σου
τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς
τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου
ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις
ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ,
οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος μακρόθυμος καὶ πολυέλεος,
οὐκ εἰς τέλος ὀργισθήσεται οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ,
οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν
ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσεν Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν
καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν
καθὼς οἰκτείρει πατὴρ υἱοὺς ᾠκτείρησεν κύριος τοὺς φοβουμένους αὐτὸν ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν ἐμνήσθη ὅτι χοῦς ἐσμεν
ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει
ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ
τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτὸν
καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτὰς
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει
εὐλογεῖτε τὸν κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ
εὐλογεῖτε τὸν κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ
εὐλογεῖτε τὸν κύριον πάντα τὰ ἔργα αὐτοῦ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον
Καὶ πάλιν
Ἐ ν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.
Ψαλμὸς ρμβ’ (142)
Κ ύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν,
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου
ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου
ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι
ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου.
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα
γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου
τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με
ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμί.
Καὶ πάλιν
Ε ἰσάκουσόν μου Κύριε, ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (δίς).
Τ ὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ΄
Δόξα Πατρί… Καὶ νῦν…
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’ ).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορός
Στ ί χ. α’. Ἐ κ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Ἀ λληλούϊα.(τρίς)
ὁ β’ χορός
Στ ί χ. β’. Δ ικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Ἀ λληλούϊα.(τρίς)
ὁ α’ χορός
Στ ί χ. γ’. Ζ ῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται, Ἀ λληλούϊα. (τρίς)
ὁ β’ χορός
Στ ί χ. δ’. Π ρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς. Ἀ λληλούϊα. (τρίς)
ὁ α’ χορός
Ε ἴ θ’ ο ὕ τω, τ ὸ παρ ὸ ν Τροπ ά ριον, μετ ὰ μ έ λους κα ὶ α ὐ τ ό .
Ἦ χος πλ. δ’
Ἰ δοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥᾳθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, δυνάμει τοῦ Σταυροῦ Σου καὶ σῶσον ἡμᾶς.( Ἀργῶς )
ὁ β’ χορός
Δ ό ξα Πατρὶ…
Ἰ δοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥᾳθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, ( πρεσβείαις τοῦ Ἁγίου ἢ τῆς Ἁγίας…κλπ ) σῶσον ἡμᾶς.( Ἀργῶς )
ὁ α’ χορός
Κα ὶ ν ῦ ν…
Ἰ δοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥᾳθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, διὰ τῆς Θεοτόκου ἐ λ έ ησον ἡ μ ᾶ ς. (Συντόμως )
Συναπτὴ μικρά μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
ὁ α’ χορός
Κ ά θισμα Ἦ χος γ’
Τὴν ὡραιότητα ( Μέλος ἀργὸν εἱρμολογικὸν)
Π όρνη προσῆλθέ σοι, μύρα σὺν δάκρυσι, κατακενοῦσά σου ποσὶ φιλάνθρωπε, καὶ δυσωδίας τῶν κακῶν, λυτροῦται τῇ κελεύσει σου, πνέων δὲ τὴν χάριν σου, μαθητής ὁ ἀχάριστος, ταύτην ἀποβάλλεται, καὶ βορβόρῳ συμφύρεται, φιλαργυρίᾳ ἀπεμπολῶν σε. Δόξα Χριστὲ τῇ εὐσπλαγχνίᾳ σου.
ὁ β’ χορός
Κ ά θισμα Ἦχος δ’
Ταχὺ προκατάλαβε ( Μέλος ἀργὸν εἱρμολογικὸν)
Ἰ ούδας ὁ δόλιος, φιλαργυρίας ἐρῶν, προδοῦναί σε Κύριε, τὸν θησαυρὸν τῆς ζωῆς, δολίως ἐμελέτησεν. Ὅθεν καὶ παροινήσας, τρέχει πρὸς Ἰουδαίους, λέγει τοῖς παρανόμοις. Τί μοι θέλετε δοῦναι, κἀγὼ παραδώσω ὑμῖν, εἰς τὸ σταυρῶσαι αὐτόν;
ὁ α’ χορός
Κ ά θισμα Ἦ χος α’
Δ ό ξα Πατρί…
Τὸν τάφον σου Σωτὴρ ( Μέλος ἀργὸν εἱρμολογικὸν)
Ἡ Πόρνη ἐν κλαυθμῷ, ἀνεβόα οἰκτίρμον, ἐκμάσσουσα θερμῶς, τοὺς ἀχράντους σου πόδας, θριξὶ τῆς κεφαλῆς αὐτῆς, καὶ ἐκ βάθους στενάζουσα. Μὴ ἀπώσῃ με, μηδὲ βδελύξῃ Θεέ μου, ἀλλὰ δέξαι με, μετανοοῦσαν, καὶ σῶσον, ὡς μόνος φιλάνθρωπος.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Π ά λιν τ ὸ α ὐ τ ὸ
Ἡ Πόρνη ἐν κλαυθμῷ…
Ε ὐ αγγ έ λιον το ῦ Ὄ ρθρου
Ἐ κ το ῦ κατ ὰ Ἰωάννην
Τ ῷ καιρῷ ἐκείνῳ, ἐμαρτύρει ὁ ὄχλος ὁ ὄχλος ὁ ὢν μετὰ τοῦ Ἰησοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο [καὶ] ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς͵ Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε, ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. ῏Ησαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων, ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ·οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας͵ καὶ ἠρώτων αὐτὸν λέγοντες΄ Κύριε͵ θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. Ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ. Ὁ δὲ Ἰησοῦς ἀποκρίνατο αὐτοῖς λέγων΄ Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἀμὴν ἀμὴν λέγω ὑμῖν͵ ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ͵ αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ͵ πολὺν καρπὸν φέρει. Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν͵ καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοὶ διακονῇ τις ͵ ἐμοὶ ἀκολουθείτω΄ καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ Πατήρ. Νῦν ἡ ψυχή μου τετάρακται. καὶ τί εἴπω; Πάτερ͵ σῶσόν με ἐκ τῆς ὥρας ταύτης΄ ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ͵ δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ΄ Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον͵ Ἄγγελος αὐτῷ λελάληκεν. Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν΄ Οὐ δι΄ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι΄ ὑμᾶς. Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου΄ νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς͵ πάντας ἑλκύσω πρὸς ἐμαυτόν. (Τοῦτο δὲ ἔλεγε, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνῄσκειν). Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος΄ Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα΄ καὶ πῶς σὺ λέγεις ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς΄ Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι΄ περιπατεῖτε ὡς τὸ φῶς ἔχετε͵ ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ, οὐκ οἶδεν ποῦ ὑπάγει. Ἕως τὸ φῶς ἔχετε͵ πιστεύετε εἰς τὸ φῶς͵ ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς͵ καὶ ἀπελθὼν ἐκρύβη ἀπ΄ αὐτῶν. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν΄ ἵνα ὁ λόγος Ἡσαΐου τοῦ Προφήτου πληρωθῇ, ὃν εἶπε΄ Κύριε͵ τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν͵ ὅτι πάλιν εἶπεν Ἡσαΐας΄ Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν͵ ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ ἐπιστραφῶσι͵ καὶ ἰάσομαι αὐτούς. Ταῦτα εἶπεν Ἡσαΐας͵ ὅτι εἶδε τὴν δόξαν αὐτοῦ͵ καὶ ἐλάλησε περὶ αὐτοῦ. Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν΄ ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν΄ Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά με͵ καὶ ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα͵ ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ͵ ἐγὼ οὐ κρίνω αὐτόν. Οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ΄ ἵνα σώσω τὸν κόσμον. Ὁ ἀθετῶν ἐμὲ, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα͵ ἀλλ΄ ὁ πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί λαλήσω. Καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν΄ ἃ οὖν ἐγὼ λαλῶ͵ καθὼς εἴρηκέν μοι ὁ Πατήρ͵ ο ὕ τω λαλ ῶ .
Δ όξα Σοι, Κύριε, δόξα Σοι
Ὁ Ν’ ψαλμὸς χύμα καὶ εὐθὺς τὸ ἑπόμενον Τριῴδιον (εἰς ἓξ ἢ τέσσαρα ) μετά τῶν εἱρμῶν
Πο ί ημα Κοσμ ᾶ Μοναχο ῦ
ὁ α’χορὸς
ᾠ δ ὴ α’ Ἦ χος β’. Ὁ Ε ἱ ρμ ὸ ς
Τ ῆς Πίστεως ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου, εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν, οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
ὁ β’χορὸς
Τ ῆς Πίστεως ἐν πέτρᾳ με στερεώσας…
ὁ α’χορὸς
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Ἐ ν κενοῖς τὸ συνέδριον τῶν ἀνόμων, καὶ γνώμῃ συναθροίζεται κακοτρόπῳ, κατάκριτον τὸν ῥύστην σε ἀποφῆναι Χριστέ, ᾧ ψάλλομεν΄ Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε.
ὁ β’χορὸς
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Ἐ ν κενοῖς τὸ συνέδριον τῶν ἀνόμων,…
ὁ α’χορὸς
Δ όξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τ ὸ δεινὸν βουλευτήριον τῶν ἀνόμων, σκέπτεται, θεομάχου ψυχῆς ὑπάρχον, ὡς δύσχρηστον τὸν δίκαιον ἀποκτεῖναι, Χριστόν, ᾧ ψάλλομεν΄ Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε.
ὁ β’χορὸς
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Τ ὸ δεινὸν βουλευτήριον τῶν ἀνόμων…
ὁ α’χορὸς
Καταβασ ί α
Τ ῆς Πίστεως ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου, εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν, οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντάκιον Ἦχος δ’
Ὁ ὑψωθεὶς
Ὑ πὲρ τὴν Πόρνην Ἀγαθὲ ἀνομήσας, δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα, ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοι, πόθῳ ἀσπαζόμενος, τοὺς ἀχράντους σου πόδας, ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς, τῶν ὀφλημάτων κράζοντι Σωτήρ. Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με .
Ὁ Οἶκος
Ὁ μετὰ τρίτον οὐρανὸν
Ἡ πρῴην ἄσωτος Γυνή, ἐξαίφνης σώφρων ὤφθη, μισήσασα τὰ ἔργα, τῆς αἰσχρᾶς ἁμαρτίας, καὶ ἡδονὰς τοῦ σώματος, διενθυμουμένη τὴν αἰσχύνην τὴν πολλήν, καὶ κρίσιν τῆς κολάσεως, ἣν ὑποστῶσι πόρνοι καὶ ἄσωτοι, ὧνπερ πρῶτος πέλω, καὶ πτοοῦμαι, ἀλλ’ ἐμμένω τῇ φαύλῃ συνηθείᾳ ὁ ἄφρων, ἡ πόρνη δὲ γυνή, καὶ πτοηθεῖσα, καὶ σπουδάσασα ταχύ, ἦλθε βοῶσα πρὸς τὸν Λυτρωτήν. Φιλάνθρωπε καὶ οἰκτίρμον, ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.
Συναξ ά ριον
Τ ῇ ΚΔ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Ἐλισάβετ, τῆς θαυματουργοῦ.
Στίχοι
Ἐλισάβετ, λιποῦσα γῆν, Θεοῦ Λόγε,
Καλὴ καλὸν βλέπει σε νύμφη νυμφίον.
Εἰκάδι καί γε τετάρτῃ ἀπῆρε πόλονδε Ἐλισαβέτεια.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα τοῦ Στρατηλάτου.
Στίχοι
Ἔπνιξε δεινὰ πνεύματα πλάνης Σάββας,
Ποταμόπνικτος Μάρτυς ὀφθεὶς Κυρίου.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτυρων τῶν διὰ τοῦ Ἁγίου Σάββα πιστευσάντων ἑβδομήκοντα στρατιωτῶν, ξίφει τελειωθέντων.
Στίχοι
Κάρας ἀριθμῶν τῷ ξίφει τετμημένας,
Εὕροις πεσόντας ἄνδρας ἑπτάκις δέκα.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πασικράτους καὶ Βαλεντίωνος.
Στίχοι
Ὁ Πασικράτης ἤρατο τμηθεὶς κράτος,
Βαλεντίωνος ἐκβαλὼν φόβον ξίφους.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐσεβίου, Νέωνος, Λεοντίου, Λογγίνου καὶ ἑτέρων τεσσάρων.
Στίχοι
Ἀριθμὸν ἰσάμιλλον ὀκτὼ Μαρτύρων,
Τὸν ἰσάκις τέμνουσιν ἴσον ἰσάκις.
Τ ῇ ἁγίᾳ καὶ μεγάλῃ Τετάρτῃ, τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ Πόρνης γυναικός, μνείαν ποιεῖσθαι οἱ θειότατοι Πατέρες ἐθέσπισαν, ὅτι πρὸ τοῦ σωτηρίου Πάθους μικρὸν τοῦτο γέγονε.
Στίχοι
Γυνή, βαλοῦσα σώματι Χριστοῦ μύρον,
Τὴν Νικοδήμου προὔλαβε σμυρναλόην.
Ἀ λλ’ ὁ τῷ, νοητῷ μύρῳ χρισθείς, Χριστὲ ὁ Θεός, τῶν ἐπιῤῥύτων παθῶν ἐλευθέρωσον, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἅγιος, καὶ φιλάνθρωπος. Ἀμήν.
ὁ β’ χορὸς
ᾠ δ ὴ η’. Ὁ ε ἱ ρμ ὸ ς
Ῥ ῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ, ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, βασιλέως πατήσαντες δόγμα, ἀλλ’ ἐβόων. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ὁ α’ χορὸς
Ῥ ῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν..
ὁ β’ χορὸς
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἀ ποκενοῦσα, Γυνὴ μύρον ἔντιμον, δεσποτικῇ καὶ θείᾳ, φρικτῇ κορυφῇ, Χριστὲ τῶν ἰχνῶν σου ἐπελάβετο, τῶν ἀχράντων, κεχραμέναις παλάμαις, καὶ ἐβόα. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ὁ α’ χορὸς
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἀ ποκενοῦσα, Γυνὴ μύρον ἔντιμον…
ὁ β’ χορὸς
Στίχ. Ε ὐλογοῦμεν Πατέρα ,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον.
Δ άκρυσι πλύνει, τοὺς πόδας ὑπεύθυνος, ἁμαρτίαις τοῦ πλάσαντος, καὶ ἐκμάσσει θριξί, διὸ τῶν ἐν βίῳ οὐ διήμαρτε, πεπραγμένων τῆς ἀπολυτρώσεως, ἀλλ’ ἐβόα. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ὁ α’χορὸς
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ἱ ερουργεῖται, τὸ λύτρον εὐγνώμονι, ἐκ σωτηρίων σπλάγχνων τε, καὶ δακρύων πηγῆς, ἐν ᾗ διὰ τῆς ἐξαγορεύσεως, ἐκπλυθεῖσα οὐ κατῃσχύνετο, ἀλλ’ ἐβόα. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ὁ β’χορὸς
Στίχ. Α ἰ νο ῦ μεν, ε ὐ λογο ῦ μεν, καί προσκυνο ῦ μεν τ ὸ ν Κ ύ ριον
Καταβασ ί α
Ῥ ῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ, ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, βασιλέως πατήσαντες δόγμα, ἀλλ’ ἐβόων. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ᾠ δ ὴ θ’
ὁ α’χορὸς
Ψ υχαῖς καθαραῖς, καὶ ἀῤῥυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι’ αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
ὁ β’χορὸς
Ψ υχαῖς καθαραῖς, καὶ ἀῤῥυπώτοις χείλεσι…
ὁ α’χορὸς
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Ἀ γνώμων φανεὶς καὶ πονηρὸς ζηλότυπος, δῶρον ἀξιόθεον λογοπραγεῖ, δι’ οὗ ὀφειλέσιον ἐλύθη ἁμαρτημάτων, καπηλεύων ὁ δεινός Ἰούδας τὴν φιλόθεον χάριν. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
ὁ β’χορὸς
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Ἀ γνώμων φανεὶς καὶ πονηρὸς ζηλότυπος…
ὁ α’χορὸς
Δ όξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Λ έγει πορευθεὶς τοῖς παρανόμοις ἄρχουσι. Τί μοι δοῦναι θέλετε κἀγὼ Χριστὸν ὑμῖν, τὸν ζητούμενον, τοῖς θέλουσι παραδώσω; οἰκειότητα Χριστοῦ, Ἰούδας ἀντωσάμενος χρυσοῦ. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
ὁ β’χορὸς
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ὢ πηρωτικῆς, φιλαργυρίας ἄσπονδε! λήθης ὅθεν ἔτυχες, ὅτι ψυχῆς, οὐδ’ ὃς ἰσοστάσιος ὁ Κόσμος, ὡς ἐδιδάχθης, ἀπογνώσει γὰρ σαὐτόν, ἐβρόχισας ἀνάψας προδότα. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
ὁ α’χορὸς
Καταβασ ί α
Ψ υχαῖς καθαραῖς, καὶ ἀῤῥυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι’ αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐ ξαποστειλ ά ριον α ὐ τ ό μελον
ὁ α’χορὸς
Ἦ χος γ’
Τ ὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σῶσόν με.
ὁ β’χορὸς
Τ ὸν νυμφῶνά σου βλέπω, ……
ὁ α’χορὸς
Τ ὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς…
ὁ β’χορὸς
…Φωτοδ ό τα, κα ὶ σ ῶ σ ό ν με.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος α’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στιχηρ ὰ Ἰ δι ό μελα
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Σ ὲ τὸν τῆς Παρθένου Υἱόν, Πόρνη ἐπιγνοῦσα Θεὸν ἔλεγεν, ἐν κλαυθμῷ δυσωποῦσα, ὡς δακρύων ἄξια πράξασα. Διάλυσον τὸ χρέος, ὡς κἀγὼ τοὺς πλοκάμους, ἀγάπησον φιλοῦσαν, τὴν δικαίως μισουμένην, καὶ πλησίον τελωνῶν σε κηρύξω, Εὐεργέτα φιλάνθρωπε.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τ ὸ πολυτίμητον μύρον, ἡ Πόρνη ἔμιξε μετὰ δακρύων, καὶ ἐξέχεεν εἰς τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα΄ ἐκείνην εὐθὺς ἐδικαίωσας, ἡμῖν δὲ συγχώρησιν δώρησαι, ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὅ τε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις, ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, αὕτη ἠλευθεροῦτο, καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, δεινὸν ἡ ῥαθυμία! μεγάλη ἡ μετάνοια! ἣν μοι δώρησαι Σωτήρ, ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὢ τῆς Ἰούδα ἀθλιότητος! ἐθεώρει τὴν Πόρνην φιλοῦσαν τὰ ἴχνη, καὶ ἐσκέπτετο δόλῳ, τῆς προδοσίας τὸ φίλημα, ἐκείνη τοὺς πλοκάμους διέλυσε, καὶ οὗτος τῷ θυμῷ ἐδεσμεῖτο, φέρων ἀντὶ μύρου, τὴν δυσώδη κακίαν, φθόνος γὰρ οὐκ οἶδε, προτιμᾶν τὸ συμφέρον. Ὢ τῆς Ἰούδα ἀθλιότητος! ἀφ’ ἧς ῥῦσαι ὁ Θεὸς τὰς ψυχὰς ἡμῶν.
ὁ α’χορὸς
Δόξα Πατρὶ ….Ἦχος β’
Ἡ ἁμαρτωλὸς ἔδραμε πρὸς τὸ μύρον πριάσασθαι, πολύτιμον μύρον, τοῦ μυρίσαι τὸν εὐεργέτην, καὶ τῷ μυρεψῷ ἐβόα. Δὸς μοι τὸ μύρον, ἵνα ἀλείψω κἀγὼ τὸν ἐξαλείψαντά μου πάσας τὰς ἁμαρτίας.
ὁ β’χορὸς
Καὶ νῦν….. Ἦ χος πλ. β’
Ἡ βεβυθισμένῃ τῇ ἁμαρτίᾳ, εὗρέ σε λιμένα τῆς σωτηρίας, καὶ μύρον σὺν δάκρυσι κενοῦσά σοι ἐβόα. Ἴδε ὁ τῶν ἁμαρτανόντων τὴν μετάνοιαν φέρων, ἀλλὰ Δέσποτα διάσωσόν με, ἐκ τοῦ κλύδωνος τῆς ἁμαρτίας, διὰ τὸ μέγα σου ἔλεος.
Ὁ προεστὼς:
Σ οὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἀναγνώστης χύμα τὸ
Δ όξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρώσωμεν τὴν ἑωθινήν…Σὸν γὰρ ἐστὶν…
Ε ἰ ς τ ὰ Ἀ π ό στιχα
ὁ α’χορὸς
Ἰ δι ό μελα Ἦ χος πλ. β’
Σ ήμερον ὁ Χριστός, παραγίνεται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, καὶ γυνὴ ἁμαρτωλὸς προσελθοῦσα, τοῖς ποσὶν ἐκυλινδοῦτο βοῶσα. Ἴδε τὴν βεβυθισμένην τῇ ἁμαρτίᾳ, τὴν ἀπηλπισμένην διὰ τὰς πράξεις, τὴν μὴ βδελυχθεῖσαν παρὰ τῆς σῆς ἀγαθότητος, καὶ δός μοι Κύριε, τὴν ἄφεσιν τῶν κακῶν, καὶ σῶσόν με.
ὁ β’χορὸς
Στ ί χ. α’. Ἐ νεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν.
Ἦ χος ὁ αὐτὸς
Ἥ πλωσεν ἡ Πόρνη, τὰς τρίχας σοὶ τῷ Δεσπότῃ, ἥπλωσεν Ἰούδας, τὰς χεῖρας τοῖς παρανόμοις, ἡ μέν, λαβεῖν τὴν ἄφεσιν, ὁ δέ, λαβεῖν ἀργύρια. Διό σοι βοῶμεν, τῷ πραθέντι καὶ ἐλευθερώσαντι ἡμᾶς, Κύριε δόξα σοι.
ὁ α’χορὸς
Στ ί χ. β’. Ε ὐφρανθείημεν, ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ἦ χος ὁ αὐτὸς
Π ροσῆλθε γυνὴ δυσώδης καὶ βεβορβορωμένη, δάκρυα προχέουσα ποσί σου Σωτήρ, τὸ Πάθος καταγγέλλουσα. Πῶς ἀτενίσω σοι τῷ Δεσπότη; αὐτὸς γὰρ ἐλήλυθας, σῶσαι πόρνην, ἐκ βυθοῦ θανοῦσάν με ἀνάστησον, ὁ τὸν Λάζαρον ἐγείρας, ἐκ τάφου τετραήμερον, δέξαι με τὴν τάλαιναν, Κύριε καὶ σῶσόν με.
ὁ β’χορὸς
Στ ί χ. γ’. Κ αὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ’ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Ἦ χος ὁ αὐτὸς
Ἡ ἀπεγνωσμένη διὰ τὸν βίον, καὶ ἐπεγνωσμένη διὰ τὸν τρόπον, τὸ μύρον βαστάζουσα, προσῆλθέ σοι βοῶσα. Μή με τὴν πόρνην ἀποῤῥίψης, ὁ τεχθεὶς ἐκ Παρθένου, μή μου τὰ δάκρυα παρίδῃς, ἡ χαρὰ τῶν Ἀγγέλων, ἀλλὰ δέξαι με μετανοοῦσαν, ἣν οὐκ ἀπώσω ἁμαρτάνουσαν Κύριε, διὰ τὸ μέγα σου ἔλεος.
ὁ α’χορὸς
Δόξα Πατρὶ ..Καὶ νῦν….ἦχος πλ.δ’
Ποίημα Κασσιανῆς Μοναχῆς
Κ ύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή, τὴν σὴν αἰσθομένη θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν, ὀδυρομένη μύρα σοι, πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει. Οἴμοι! λέγουσα, ὅτι νύξ μοι, ὑπάρχει, οἶστρος ἀκολασίας, ζοφώδης τε καὶ ἀσέληνος, ἔρως τῆς ἁμαρτίας. Δέξαι μου τὰς πηγὰς τῶν δακρύων, ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ, κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας, ὁ κλίνας τοὺς οὐρανούς, τῇ ἀφάτῳ σου κενώσει, καταφιλήσω τοὺς ἀχράντους σου πόδας, ἀποσμήξω τούτους δὲ πάλιν, τοῖς τῆς κεφαλῆς μου βοστρύχοις, ὧν ἐν τῷ παραδείσῳ Εὔα τὸ δειλινόν, κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷ φόβῳ ἐκρύβη. Ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους, τίς ἐξιχνιάσει ψυχοσῶστα Σωτήρ μου; Μή με τὴν σὴν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.
Ὁ προεστὼς:
Ἀ γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε. τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Μεθ’ ὅ , Τρισ ά γιον. Παναγ ί α Τρι ά ς, Π ά τερ ἡ μ ῶ ν, Ὅ τι σο ῦ ἐ στιν.
Ὑ πὲρ τὴν Πόρνην Ἀγαθὲ ἀνομήσας δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα, ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοι, πόθῳ ἀσπαζόμενος, τοὺς ἀχράντους σου πόδας, ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς, τῶν ὀφλημάτων κράζοντι Σωτήρ. Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.
τὸ Κ ύριε ἐλέησον ιβ’. Δ όξα Πατρὶ… Κ αὶ νῦν… Τ ήν τιμιωτέραν…,
Ἐ ν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.
ὁ Προεστώς: Ὁ ὢν εὐλογητὸς…Ἐ πουράνιε Βασιλεῦ…κλπ.
Ἀπόλυσις
«…᾽Ερχόμενος ὁ Κύριος ἐπί τό ἑκούσιον πάθος…».
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.