Στιχηρὰ τοῦ Τριῳδίου
Ἦχος δ’
Ἡ τῶν ἀγαθῶν πρόξενος Νηστεία, τὴν ἑαυτῆς μεσότητα νῦν ἐπήγαγε, ταῖς προλαβούσαις ἡμέραις εὐαρεστήσασα, καὶ ταῖς ἐφεξῆς τὴν ὠφέλειαν προτιθεῖσα· καὶ γάρ τῶν χρηστῶν ἡ ἐπίτασις, πλείω τὴν εὐεργεσίαν ποιεῖται. Διὸ τῷ πάντων καλῶν δοτῆρι Χριστῷ, εὐαρεστοῦντες βοῶμεν, ὁ νηστεύσας ὑπὲρ ἡμῶν, καὶ Σταυρὸν ὑπομείνας, ἀκατακρίτους ἡμᾶς ἀξίωσον, μετασχεῖν καὶ τοῦ θείου Πάσχα σου, ἐν εἰρήνῃ βιοτεύοντας, καὶ ἀξίως σὺν Πατρί σε, καὶ Πνεύματι δοξάζοντας.
Ἦχος πλ. α’
Οἱ ἐν κρυπτῷ ἀρετὰς ἐργαζόμενοι, πνευματικὰς ἀμοιβὰς ἐκδεχόμενοι, οὐ μέσον τῶν πλατειῶν θριαμβεύουσι ταύτας, ἀλλ’ ἔνδον τῶν καρδιῶν ἀποφέρουσι μᾶλλον, καὶ ἁπάντων ὁ βλέπων τὰ ἐν κρυπτῷ γινόμενα, τὸν μισθὸν τῆς ἐγκρατείας παρέχει ἡμῖν. Νηστείαν τελέσωμεν, μὴ σκυθρωπάζοντες τὰ πρόσωπα, ἀλλ’ ἐν τοῖς ταμείοις τῶν ψυχῶν προσευχόμενοι, ἀπαύστως βοήσωμεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς Οὐρανοῖς, μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν δεόμεθα, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.