«Μη αποστρέψης» Παναγιώτης Νεοχωρίτης, Στυλιανός Φλοίκος.

Advertisements

» ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ¨» ΗΧΟΣ ΠΛ. Δ΄ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

«Ἐξεβλήθη Ἀδὰμ τοῦ Παραδείσου» Ἦχος πλ. β’ ΔΟΞΑ..ΑΠΟΣΤΙΧΩΝ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ

Δόξα… Ἦχος πλ. β’ 
Ἐξεβλήθη Ἀδὰμ τοῦ Παραδείσου, διὰ τῆς βρώσεως· διὸ καὶ καθεζόμενος ἀπέναντι τούτου, ὠδύρετο, ὁλολύζων, ἐλεεινῇ τῇ φωνῇ, καὶ ἔλεγεν· Οἴμοι, τί πέπονθα ὁ τάλας ἐγώ! μίαν ἐντολὴν παρέβην τὴν τοῦ Δεσπότου, καὶ τῶν ἀγαθῶν παντοίων ἐστέρημαι. Παράδεισε ἁγιώτατε, ὁ δι’ ἐμὲ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευε τῷ σὲ ποιήσαντι, κᾀμὲ πλάσαντι, ὅπως τῶν σῶν ἀνθέων πλησθήσωμαι. Διὸ καὶ πρὸς αὐτὸν ὁ Σωτήρ· Τὸ ἐμὸν πλάσμα οὐ θέλω ἀπολέσθαι, ἀλλὰ βούλομαι τοῦτο σῴζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλλω ἔξω.

«Ἐκάθισεν Ἀδάμ» Ἦχος πλ. β’ ΔΟΞΑ.. ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ

Δόξα… Ἦχος πλ. β’ 
Ἐκάθισεν Ἀδάμ, ἀπέναντι τοῦ Παραδείσου, καὶ τὴν ἰδίαν γύμνωσιν θρηνῶν ὠδύρετο. Οἴμοι, τὸν ἀπάτῃ πονηρᾷ πεισθέντα καὶ κλαπέντα, καὶ δόξης μακρυνθέντα! οἴμοι, τὸν ἁπλότητι γυμνόν, νῦν δὲ ἠπορημένον! Ἀλλ᾽ ὦ Παράδεισε, οὐκέτι σου τῆς τρυφῆς ἀπολαύσω, οὐκέτι ὄψομαι τὸν Κύριον καὶ Θεόν μου καὶ Πλάστην· εἰς γῆν γάρ ἀπελεύσομαι, ἐξ ἧς καὶ προσελήφθην. Ἐλεῆμον, Οἰκτίρμον, βοῶ σοι· Ἐλέησόν με τὸν παραπεσόντα.

«ΤΟ ΣΤΑΔΙΟΝ ΤΩΝ ΑΡΕΤΩΝ» ΗΧΟΣ ΠΛ. Α΄ΠΑΝ. ΝΕΟΧΩΡΙΤΗΣ «ΕΦΘΑΣΕ ΚΑΙΡΟΣ»ΗΧΟΣ ΠΛ. Β΄ΧΑΡ. ΤΑΛΙΑΔΩΡΟΣ/ ΘΡ. ΣΤΑΝΙΤΣΑΣ/ΔΗΜ. ΠΑΪΚΟΠΟΥΛΟΣ

Ἦχος πλ. α’

Τὸ στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε, ἀναζωσάμενοι τὸν καλὸν τῆς Νηστείας ἀγῶνα· οἱ γὰρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται, καὶ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Σταυροῦ, τῷ ἐχθρῷ ἀντιμαχησώμεθα, ὡς τεῖχος ἄρρηκτον κατέχοντες τὴν Πίστιν, καὶ ὡς θώρακα τὴν προσευχήν, καὶ περικεφαλαίαν τὴν ἐλεημοσύνην, ἀντὶ μαχαίρας τὴν νηστείαν, ἥτις ἐκτέμνει ἀπὸ καρδίας πᾶσαν κακίαν. Ὁ ποιῶν ταῦτα, τὸν ἀληθινὸν κομίζεται στέφανον, παρὰ τοῦ Παμβασιλέως Χριστοῦ, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως. 

Δόξα…Ἦχος πλ. β’ 
Ἔφθασε καιρός, ἡ τῶν πνευματικῶν ἀγώνων ἀρχή, ἡ κατὰ τῶν δαιμόνων νίκη, ἡ πάνοπλος ἐγκράτεια, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἡ πρὸς Θεὸν παρρησία· δι’ αὐτῆς γὰρ Μωϋσῆς, γέγονε τῷ Κτίστῃ συνόμιλος, καὶ φωνὴν ἀοράτως, ἐν ταῖς ἀκοαῖς ὑπεδέξατο· Κύριε, δι’ αὐτῆς ἀξίωσον καὶ ἡμᾶς, προσκυνῆσαί σου τὰ Πάθη καὶ τὴν ἁγίαν Ἀνάστασιν, ὡς φιλάνθρωπος.

 

ΑΠΟΣΤΟΛΟΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ: «Μετάνοια»

Αποτέλεσμα εικόνας για η τησ τυρινησ

Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 10 Μαρτίου 2019, τῆς Τυροφάγου (Ρωμ. ιγ΄ 11 – ιδ΄ 4)

Συνέχεια ανάγνωσης ΑΠΟΣΤΟΛΟΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ: «Μετάνοια»

Κυριακή της Τυρινής: «Η γνήσια πνευματικότητα» Του Ιωάννη Καραβιδόπουλου

Αποτέλεσμα εικόνας για η τησ τυρινησ

«Εὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος·  ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. ῞Οταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.  σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι,  ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.  Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι·  θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν·  ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.» 

Το σημερινό ευαγγελικό ανάγνωσμα προέρχεται από την «Έπί του όρους ομιλία» του Χριστού- είναι η περικοπή Ματθ. 6, 14-21 που ακολουθεί ευθύς μετά την Κυριακή Προσευχή. Έτσι, οι πρώτοι στίχοι της, που αποτελούν σχόλιο στο πέμπτο αίτημα της προσευχής: («Και άφες ημίν τα οφειλήματα ημών…»), είναι σε μετάφραση οι εξής:

Συνέχεια ανάγνωσης Κυριακή της Τυρινής: «Η γνήσια πνευματικότητα» Του Ιωάννη Καραβιδόπουλου