ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΠΟΚΡΕΩ (3 ΜΑΡΤΙΟΥ  2019)

3 ΜΑΡΤΙΟΥ  2019

+ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ

Αποτέλεσμα εικόνας για ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΠΟΚΡΕΩ

Ηχος βαρύς, ωθινν Ζ..

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

τι πρέπει σοι πᾶσα δόξα…

Ἦχος βαρύς

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ,’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, . Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορός

Ἀπολυτίκιον

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέωξας τῷ λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

.ὁ β’ χορὸς

Δόξα Πατρί

. Κατέλυσας τῷ Σταυρῷ σου……

ὁ α’ χορός

Κα νν… ὁ αὐτὸς Θεοτοκίον 

ς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος…

Μετὰ τὴν α’ Στιχολογίαν

Καθίσματα

ὁ α’ χορὸς

Ἦχος βαρὺς

Ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον, Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δόξα Πατρί… Ἦχος βαρὺς

Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε,

ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ β’ χορὸς

Ἦχος βαρὺς

σφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός΄ καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις΄ Πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος βαρὺς

πὶ τὸ μνῆμα ἔδραμον Γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς΄ Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; καὶ φωνῆς ἀσωμάτων ἤκουον βοώσης΄  ἀνέστη ὁ μεγάλης Βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον Παντοδύναμε Κύριε, δόξα σοι.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ.

Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

Ἦχος πλ. α’

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις΄ Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἒδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δόξα Πατρί… Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι ηὐλόγηται…

Ἡ Ὑπακοὴ -Ἦχος βαρύς

ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσον με τῇ ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α´

ὁ α’ χορός

Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κἀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας.

ὁ β’ χορός

ν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.

ὁ α’ χορός

Δόξα Πατρὶ…Καὶ νῦν…

γίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος· αὐτῷ αἴνεσις, δόξα, τιμὴ καὶ κράτος.

Ἀντίφωνον Β´

ὁ β’ χορός

ὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν, πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται.

ὁ α’ χορός

Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι πατρῷα δόγματα υἱοθεσίας.

ὁ β’ χορός

Δόξα Πατρὶ…Καὶ νῦν

γίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει, πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.

Ἀντίφωνον Γ´

ὁ α’ χορός

Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.

ὁ β’ χορός

Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ Ποιμενάρχα.

ὁ α’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

γίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα, ὁμόδοξον Πατρὶ καὶ Υἱῷ,…

ὁ β’ χορός

…λατρευτὸν γάρ.

Προκείμενον 

ὁ α’ χορός

νάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

ὁ β’ χορός

νάστηθι, Κύριε ὁ Θεός μου, …..

ὁ α’ χορός

Στίχ. ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσια σου.

νάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ…

ὁ β’ χορός

…τῶν πενήτων σου εἰς τέλος.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ΕΩΘΙΝΟΝ Ζ’, ΙΩΑΝΝΗ 20,1-10

Τῇ μιᾷ τῶν Σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον· καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητὴν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· ᾞραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα· καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.

.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος πλ. δ´

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.  

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίοv  Ἦχος ὁ αὐτὸς

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥᾳθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.

Εἶτα

 ὁ α’ χορὸς

Ἦχος πλ. β

 Στίχ. λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυΐδ βοῶ σοι. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ 
ὁ Ἀναστάσιμος

ὁ α’ χορός

δ α.χος βαρύς. Ερμός.

Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραὴλ σοι, ᾠδὴν ἐπινίκιον.

ὁ β’ χορός

Στχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται.

ὁ α’ χορός

Στχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

δης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος.

β’ χορός

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Λέλυνται αἱ ὠδῖνες, αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας· ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν.

καὶ τοῦ Τριῳδίου.

ὁ α’ χορός

ᾠδὴ α.Ἦχος πλ. β´

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Βοηθὸς καὶ σκεπαστής

Τὴν ἡμέραν τὴν φρικτήν, τῆς παναῤῥήτου σου παρουσίας φρίττω ἐννοῶν, δεδοικὼς προορῶ· ἐν ᾗ προκαθίσεις κρῖναι ζῶντας καὶ νεκρούς, Θεέ μου Παντοδύναμε.

ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

τε ἥξεις ὁ Θεὸς ἐν μυριάσι καὶ χιλιάσι, τῶν Ἀγγελικῶν, οὐρανίων ἀρχῶν, κἀμὲ ἐν νεφέλαις, ὑπαντῆσαί σοι Χριστέ, τὸν ἄθλιον ἀξίωσον.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Τρισυπόστατε Μονάς, ἀρχικωτάτη Κυρία πάντων, τελεταρχικὴ ὑπεράρχιε, αὐτὴ ἡμᾶς σῶσον, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ Πνεῦμα τὸ πανάγιον.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον.

Τίς ἐγέννησεν υἱόν, τὸν μὴ σπαρέντα πατρῴῳ νόμῳ; τοῦτον οὖν γεννᾷ, ὁ Πατὴρ πλὴν Μητρός, παράδοξον τέρας! σὺ γὰρ ἔτεκες Ἁγνή, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον. 

ᾨδὴ γ’.Ἦχος βαρύς.Ὁ Εἱρμός.

ὁ α’ χορός

κατ’ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι’ ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντίῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γάρ εἰς ᾅδην, καταβεβηκώς με συνανέστησας.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ Βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον.

καὶ τοῦ Τριῳδίου.

ὁ α’ χορός

ᾠδὴ γ. Ἦχος πλ. β. Στερέωσον Κύριε.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Κύριος ἔρχεται, καὶ τίς ὑποίσει αὐτοῦ τὸν φόβον; τῷ προσώπῳ τίς ὀφθῇ αὐτοῦ· ἀλλ’ ἑτοίμη γενοῦ, ὦ ψυχὴ πρὸς ὑπάντησιν.

ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Προφθάσωμεν, κλαύσωμεν, καταλλαγῶμεν Θεῷ πρὸ τέλους, φοβερὸν γὰρ τὸ κριτήριον, ἐν ᾧ πάντες, τετραχηλισμένοι στησόμεθα.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Τριὰς ἁπλῆ, ἄκτιστε, ἄναρχε φύσις, ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει, προσκυνοῦντας τὸ κράτος σου.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον.

βλάστησας Ἄχραντε, ἀσπόρῳ τόκῳ τὸν ζῶντα λόγον, σαρκωθέντα ἐν τῇ μήτρᾳ σου, οὐ τραπέντα. Δόξα Θεομῆτορ τῷ τόκῳ σου.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,… 

Κοντάκιον Ἀναστάσιμον. Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥομφαία.

Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται· Ἐπέστη, λέγοντες, Σωτήρ, τοῖς ἐν σκότει· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

Ὁ Οἶκος

τρεμε κάτωθεν τὰ καταχθόνια σήμερον, ὁ ᾅδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς Τριάδος· ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾅδου ἰδόντες σὲ ἔπτηξαν· ἡ κτίσις δὲ πᾶσα σύν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ· Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

ΜΕΣῼΔΙΑ ΚΑΘΙΣΜΑΤΑ

ὁ β’ χορός

Ἦχος α. Τὸν τάφον σου Σωτήρ.

Τὸ βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ’ αὐτός, Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι, ῥῦσαι, Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον, Ὅμοιον

Τὸν πάντων ποιητήν, καὶ Θεόν σου καὶ κτίστην, πανάμωμε Ἁγνή, διὰ Πνεύματος θείου, ἐν μήτρᾳ σου ἐχώρησας, καὶ φθορᾶς δίχα τέτοκας, ὃν δοξάζοντες, σὲ ἀνυμνοῦμεν Παρθένε, τὸ παλάτιον τοῦ Βασιλέως τῆς δόξης, καὶ κόσμου ἀντίλυτρον

ᾠδὴ δ’ Ὁ Εἱρμὸς

Πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε. 

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸν ἑαυτοῦ νῶτον δεδωκὼς, ὁ ἐκ Παρθένου σαρκωθεὶς εἰς μάστιγας, δούλου πταίσαντος αἰκίζεται, Δεσπότης ἀνεύθυνος, διαλύων μου τὰ ἐγκλήματα. 

Στίχ. Δόξα τῇ Ἁγία Ἀναστάσει σου, Κύριε.

Παρεστηκὼς βήματι κριτῶν, παρανομούντων ὡς κριτὸς εὐθύνεται, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ πλάσας τὸν ἄνθρωπον, ὡς Θεὸς καὶ κρίνων δικαίως τὴν γῆν.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

ς ἀληθῶς Μήτηρ τοῦ Θεοῦ, τὸν Ποιητήν σου καὶ Υἱὸν ἱκέτευε, πρὸς σωτήριον ἰθῦναί με, λιμένα Πανάμωμε, τοῦ αὐτοῦ ἐνδόξου θελήματος.

καὶ τοῦ Τριῳδίου.

ᾠδ δ 

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

κκοεν Προφτης

 

φέστηκεν ἡ ἡμέρα, ἤδη πρὸ θύραις ἡ κρίσις, ψυχὴ γρηγόρει΄ ὅπου βασιλεῖς ὁμοῦ καὶ ἄρχοντες, πλούσιοι καὶ πένητες ἀθροίζονται, καὶ λήψεται τὰ κατ’ ἀξίαν, τῶν πεπραγμένων, τῶν ἀνθρώπων ἕκαστος.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

ν τάγματι τῷ οἰκείῳ, μονάζων καὶ ἱεράρχης, πρέσβυς καὶ νέος, δοῦλος καὶ δεσπότης ἐτασθήσονται, χήρα καὶ παρθένος εὐθυνθήσεται΄ καὶ ἅπασιν ἄβαλε τότε, τοῖς μὴ τὸν βίον, ἔχουσιν ἀνεύθυνον.

Δξα Πατρί

Υἱὸν ἐκ Πατρὸς καὶ Πνεῦμα, δοξάζω ὡς ἐξ ἡλίου φῶς καὶ ἀκτῖνα΄ τὸ μὲν γεννητῶς, ὅτι καὶ γέννημα, τὸ δὲ προβλητῶς, ὅτι καὶ πρόβλημα, συνάναρχον θείαν Τριάδα προσκυνουμένην, ὑπὸ πάσης κτίσεως.

Κα νν Θεοτοκον

Παρθένος βρέφος τεκοῦσα, καὶ τὴν ἁγνείαν τηροῦσα, σεμνή, σὺ ὤφθης, τὸν Θεὸν γεννήσασα καὶ ἄνθρωπον, ἕνα τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ τὸ θαῦμά σου Παρθενομῆτορ, ἐκπλήττει πᾶσαν, ἀκοὴν καὶ ἔννοιαν

ᾠδὴ ε’   Ὁ Εἱρμὸς

Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστέ, τοῖς δὲ πιστοῖς φωτισμός, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου, διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν θεότητα.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

πὲρ σῶν δούλων πιπράσκῃ Χριστέ, καὶ ῥαπισμὸν καρτερεῖς, ἐλευθερίας πρόξενον, τοῖς μελῳδοῦσί σοι. Πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν θεότητα.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ θεϊκῇ σου δυνάμει Χριστέ, δι’ ἀσθενείας σαρκός, τὸν ἰσχυρὸν κατέβαλες, καὶ νικητὴν με θανάτου Σῶτερ, δι’ Ἀναστάσεως ἀνέδειξας.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Θεὸν ἐγέννησας Μήτηρ ἁγνή, σεσαρκωμένον ἐκ σοῦ, θεοπρεπῶς Πανύμνητε΄ ἐπεὶ οὐκ ἔγνως ἄῤῥενος εὐνήν, ἀλλ’ ἐξ ἁγίου κύεις Πνεύματος.  

καὶ τοῦ Τριῳδίου.

δ ε   κ νυκτς ρθρζοντα

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Τρόμος ἀδιήγητος καὶ φόβος ἐκεῖ, ἥξει γὰρ Κύριος, καὶ τὸ ἔργον μετ’ αὐτοῦ, ἑκάστου τῶν ἀνθρώπων, καὶ τὶς ἐντεῦθεν λοιπὸν ἑαυτὸν μὴ πενθήσει;

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ποταμὸς ὁ πύρινος ταράττει με, τήκει με, ξέει με, τῶν ὀδόντων ὁ βρυγμός, τὸ σκότος τῆς ἀβύσσου΄ καὶ πῶς; ἢ τὶ πεπραχώς, Θεὸν ἐξιλεώσω;

Δξα Πατρί

Μονάδα τῇ φύσει σε, Τριὰς ἀνυμνῶ, ἄναρχον ἄληπτον, ἀρχικήν, βασιλικήν, ὑπερτελῆ Ἑνάδα, Θεὸν καὶ φῶς καὶ ζωήν, δημιουργὸν τοῦ κόσμου.

Κα νν Θεοτοκον

ν τῇ ὑπὲρ φύσιν σου, κυήσει, Σεμνή, νόμοι σοὶ φύσεως, καταλύονται σαφῶς΄ καὶ γὰρ ἀσπόρως τίκτεις, τὸν πρὸ αἰώνων Θεόν,  ἐκ Πατρὸς γεννηθέντα.

ᾠδὴ ς’ Ὁ Εἱρμὸς

Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι΄ Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

μνημόνευόν σου, αἱ κατακλεισθεῖσαι τῷ ᾅδῃ ψυχαί, καὶ ἐκλείπουσαι τῶν Δικαίων, καὶ παρὰ σοῦ σωτηρίαν προσηύχοντο΄ ἣν διὰ Σταυροῦ Χριστὲ παρέσχες, τοῖς καταχθονίοις ἐπιβὰς ὡς εὔσπλαγχνος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πρὸς τὸν ἔμψυχόν σου, καὶ ἀχειροποίητον δόμον, λυθέντα παθήμασιν, ἐπιβλέψαι πάλιν χορὸς Ἀποστόλων ἀπήλπισεν΄ ἀλλ’ ὑπὲρ ἐλπίδα προσκυνήσας, ἀνεγηγερμένον, πανταχοῦ ἐκήρυξε.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τοῦ ἀφράστου τόκου, σοῦ τῆς παναμώμου τὸν τρόπον, Παρθένε Θεόνυμφε, τοῦ δι’ ἡμᾶς, τίς ἑρμηνεῦσαι ἀνθρώπων δυνήσεται; ὅτι ὁ Θεὸς ἀπεριγράπτως, Λόγος ἑνωθείς σοι, σάρξ ἐκ σοῦ ἐγένετο.

καὶ τοῦ Τριῳδίου.

δ Ϛ‘  –  βησα ν λῃ καρδ μου

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

ν τῇ φρικτῆ, Χριστέ, παρουσίᾳ σου, ὅταν φανῇς ἐξ οὐρανοῦ, καὶ τεθῶσι θρόνοι, καὶ βίβλοι ἀνοιγῶσι, φεῖσαι, φεῖσαι τότε, Σωτὴρ τοῦ πλάσματός σου.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

κεῖ οὐδὲν βοηθῆσαι δύναται, Θεοῦ ὑπάρχοντος κριτοῦ, οὐ σπουδή, οὐ τέχνη, οὐ δόξα, οὐ φιλία, εἰ μὴ ἡ ἐξ ἔργων, ἰσχύς σου ὦ ψυχή μου.  

Δξα Πατρί

Τριαδικῆς μονάδος Θεότητα, ὑμνῶ Πατέρα καὶ Υἱόν, καὶ τὸ θεῖον Πνεῦμα, μιᾶς ἀρχῆς τὸ κράτος, συνδιῃρημένης, τρισὶ τοῖς χαρακτῆρσι.

Κα νν Θεοτοκον  

Πύλη σύ εἶ, ἣν μόνος διώδευσεν, ὁ εἰσελθὼν καὶ ἐξελθών, καὶ τὰς κλεῖς μὴ λύσας, Ἁγνή, τῆς παρθενίας, Ἰησοῦς ὁ πλάσας, Ἀδάμ, κα Υἱός σου.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες

Κοντάκιον  Ἦχος α.

ταν ἔλθῃς ὁ Θεός, ἐπὶ γῆς μετὰ δόξης, καὶ τρέμωσι τὰ σύμπαντα· ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ Βήματος ἕλκῃ, καὶ βίβλοι ἀνοίγωνται, καὶ τὰ κρυπτὰ δημοσιεύωνται· τότε ῥῦσαί με, ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε.

Ὁ Οἶκος

Τὸ φοβερόν σου κριτήριον ἐνθυμούμενος, ὑπεράγαθε Κύριε, καὶ τὴν ἡμέραν τῆς κρίσεως, φρίττω καὶ πτοοῦμαι ὑπὸ τῆς συνειδήσεως τῆς ἐμῆς ἐλεγχόμενος, ὅταν μέλλῃς καθέζεσθαι ἐπὶ τοῦ θρόνου σου, καὶ ποιεῖν τὴν ἐξέτασιν, τότε ἀρνεῖσθαι τὰς ἁμαρτίας οὐδεὶς ἐξισχύσει, ἀληθείας ἐλεγχούσης, καὶ δειλίας κατεχούσης, μέγα μὲν ἠχήσει τότε, πῦρ τὸ τῆς γεέννης΄ ἁμαρτωλοὶ δὲ βρύξουσι. Διὸ με ἐλέησον πρὸ τέλους, καὶ φεῖσαι μου, Κριτὰ δικαιότατε.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΓ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου.

Στίχοι

  • Ὁ χρηστὸς ἡμῖν Εὐτρόπιος τοὺς τρόπους,

  • Ἐφεῦρε Χριστὸν καὶ τέλους διὰ ξίφους.

  • Καὶ Κλεόνικος εὐκλεᾶ νίκην ἔχει,

  • Σταυρῷ κρεμασθείς, ὡς Χριστός μου πάλαι.

  • Εἱρκτὴν τὸ σῶμα καὶ πρὸ τῆς εἱρκτῆς ἔχων,

  • Εἱρκτῶν λυτροῦται Βασιλίσκος ἐκ δύο.

  • Ἐν ξύλῳ Εὐτρόπιος σταυροῖο τρίτῃ προσεπήχθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδωρήτου, Πρεσβυτέρου Ἀντιοχείας.

Στίχοι

  • Χωρεῖν ἔχει που τῆς Ἐδὲμ τὸ χωρίον,

  • Καὶ τὸν Θεοδώρητον ἔνδον τὸν μέγαν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ζήνων καὶ Ζώϊλος ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι

  • Ζωῆς λύσις Ζήνωνι καὶ τῷ Ζωΐλω

Ζωῆς ὑπῆρξε κρείττονος παραιτία.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Πιαμοῦν ἡ παρθένος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Κροσσωτὰ χρυσᾶ Πιαμοῦν μελαμφόρος,

  • Τὰς ἀρετὰς ἄπεισιν ἠμφιεσμένη.

Τ ατ μρᾳ, τῆς δευτέρας καὶ ἀδεκάστου Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνείαν ποιούμεθα.

Στχοι

  • τε κρίνων γῆν, ὁ Κριτὴς πάντων κάθῃ.

  • Τῆς, Δεῦτε, φωνῆς ἄξιον κἀμὲ κρίνοις.

Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, τῆς εὐκταίας σου φωνῆς ἡμᾶς καταξίωσον, καὶ τοῖς ἐκ δεξιῶν σου συναρίθμησον, καὶ ἐλέησον ἡμᾶς. μν.

ΚΑΤΑΒΑΣΙΑΙ

Ἦχος πλ. β´

ὁ α’ χορός

ᾠδὴ α.

Βοηθὸς καὶ σκεπαστής ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν΄ Θεὸς τοῦ Πατρός μου καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

ᾠδὴ γ.

Στερέωσον, Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος Ἅγιος…

ὁ α’ χορός

πάρχεις καὶ Κύριος.

ὁ β’ χορός

ᾠδὴ δ.

κήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾠδὴ ε.

κ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κἀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με ποιεῖν, ἀεὶ τὸ θέλημά σου.

ὁ β’ χορός

ᾠδὴ ς.

βόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ ᾅδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν μου.

ὁ α’ χορός

ᾠδὴ ζ.

μάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν, ἀλλὰ μὴ παραδῴῃς ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός.

ὁ β’ χορός

ᾠδὴ η.

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν,  καί προσκυνοῦμεν τὸν Κύριον.

ν Στρατιαὶ Οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, πᾶσα πνοή καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καί ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.β’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ᾠδὴ θ’.

ὁ α’ χορός

σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τὰς φύσεις, διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.  

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός

 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ζ’, Ἦχος β΄

Τοῖς Μαθηταῖς συνέλθωμεν

τι ἦραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, Μύστης Χριστοῦ, ὃν ἠγάπα, ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων· διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.

τοῦ Τριῳδίου.
ὁ β’ χορός

Τοῖς Μαθηταῖς συνέλθωμεν.

Τὴν φοβερὰν τῆς κρίσεως, καὶ ἀῤῥήτου σου δόξης, ἡμέραν ἐνθυμούμενος, φρίττω, Κύριε ὅλως, καὶ τρέμων φόβῳ κραυγάζω· ἐπὶ γῆς ὅταν ἔλθης, κρῖναι, Χριστέ, τὰ σύμπαντα, ὁ Θεὸς μετὰ δόξης, τότε οἰκτρόν, ἀπὸ πάσης ῥῦσαί με τιμωρίας, ἐκ δεξιῶν σου, Δέσποτα, ἀξιώσας με στῆναι.

ὁ α’ χορός

Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.

δοὺ ἡμέρα ἔρχεται, Κυρίου παντοκράτορος, καὶ τὶς ὑποίσει τὸν φόβον, τῆς παρουσίας ἐκείνου, ἡμέρα γὰρ θυμοῦ ἐστι, καὶ κλίβανος καιόμενος, ἐν ᾗ Κριτὴς καθέζεται, καὶ κατ’ ἀξίαν ἑκάστῳ τῶν πράξεων ἀπονέμων.

ὁ β’ χορός

Θεοτοκίον,ὅμοιον

Τὴν ὥραν τῆς ἐτάσεως, καὶ τῆς φρικτῆς ἐλεύσεως, τοῦ φιλανθρώπου Δεσπότου, κατανοῶν ὅλως τρέμω, καὶ σκυθρωπάζων κράζω σοι. Κριτά μου δικαιότατε, καὶ μόνε πολυέλεε, μετανοοῦντά με δέξαι, τῆς Θεοτόκου πρεσβείαις.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος βαρύς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

νέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν, δι’ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾍδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή , ἡ Ἀνάστασις διὰ τοὺς πεσόντας, πρὸς ὃν βοήσωμεν, ὁ Θεὸς ἡμῶν δόξα σοι.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ

Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ θανάτου τὸ κράτος κατήργησας,  τῇ κραταιᾷ δυνάμει σου,  καὶ συνήγειρας νεκρούς, τοὺς ἀπ’ αἰῶνος ἐν σκότει καθεύδοντας, τῇ θείᾳ καὶ ἐνδόξῳ Ἀναστάσει σου,  ὡς Βασιλεὺς τοῦ παντός, καὶ Θεὸς παντοδύναμος.

ὁ β’ χορός
Στιχηρὰ ᾽Ιδιόμελα τοῦ Τριῳδίου.
Ἦχος πλ. β’.

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, ὅταν μέλλωμεν πάντες, γυμνοί καὶ ὡς κατάκριτοι, τῷ ἀδεκάστῳ Κριτῇ παρίστασθαι, τότε σάλπιγξ ἠχήσει μέγα, καὶ τὰ θεμέλια τῆς γῆς σεισθήσονται, καὶ οἱ νεκροὶ ἐκ τῶν μνημάτων ἐξαναστήσονται, καὶ ἡλικία μία πάντες γενήσονται, καὶ πάντων τὰ κρυπτὰ φανερὰ παρίστανται ἐνώπιόν σου, καὶ κόψονται, καὶ κλαύσονται, καὶ εἰς τὸ πῦρ τὸ ἐξώτερον ἀπελεύσονται, οἱ μηδέποτε μετανοήσαντες· καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει, ὁ τῶν Δικαίων κλῆρος, εἰσελεύσεται εἰς παστάδα οὐράνιον.

ὁ α’ χορός

Ἦχος ὁ αὐτός.

Στίχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

ποία ὥρα τότε, καὶ ἡμέρα φοβερά, ὅταν καθίσῃ ὁ Κριτὴς ἐπὶ θρόνου φοβεροῦ! βίβλοι ἀνοίγονται, καὶ πράξεις ἐλέγχονται, καὶ τὰ κρυπτὰ τοῦ σκότους δημοσιεύονται. Ἄγγελοι περιτρέχουσιν, ἐπισυνάγοντες πάντα τὰ ἔθνη. Δεῦτε ἀκούσατε βασιλεῖς καὶ ἄρχοντες, δοῦλοι καὶ ἐλεύθεροι, ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ πένητες, ὅτι ἔρχεται Κριτής, ὁ μέλλων κρῖναι πᾶσαν τὴν οἰκουμένην΄ καὶ τίς ὑποστήσεται ἀπὸ προσώπου αὐτοῦ, ὅταν Ἄγγελοι παρίστανται, ἐλέγχοντες τὰς πράξεις, τὰς διανοίας, τὰς ἐνθυμήσεις, τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ; ὢ ποία ὥρα τότε! Ἄλλὰ πρὸ τοῦ φθάσαι τὸ τέλος, σπούδασον κράζουσα, ψυχή· Ὁ Θεός, ἐπίστρεψον, σῶσόν με, ὡς μόνος εὔσπλαγχνος.

ὁ β’ χορός

Ἦχος πλ. δ’.

Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Δανιὴλ ὁ Προφήτης, ἀνὴρ ἐπιθυμιῶν γενόμενος, τὸ ἐξουσιαστικὸν Θεοῦ θεωρήσας, οὕτως ἐβόα΄Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεώχθησαν. Βλέπε, ψυχή μου, νηστεύεις; τὸν πλησίον σου μὴ ἀθέτει΄ βρωμάτων ἀπέχη; τὸν ἀδελφόν σου μὴ κατακρίνῃς, μὴ τῷ πυρὶ παραπεμπομένη, κατακαῇς ὡσεὶ κηρός, ἀλλ’ ἀνεμποδίστως εἰσάξῃ σε Χριστός, εἰς τὴν βασιλείαν αὐτοῦ.

ὁ α’ χορός

Δόξα Πατρὶ… ᾽Ιδιόμελον τοῦ Τριῳδίου. Ἦχος α.

Προκαθάρωμεν ἑαυτούς, ἀδελφοί, τῇ βασιλίδι τῶν ἀρετῶν, ἰδοὺ γὰρ παραγέγονε, πλοῦτον ἡμῖν ἀγαθῶν κομίζουσα, τῶν παθῶν κατευνάζει τὰ οἰδήματα, καὶ τῷ Δεσπότῃ καταλλάττει τοὺς πταίσαντας, διὸ μετ’ εὐφροσύνης ταύτην ὑποδεξώμεθα, βοῶντες Χριστῷ τῷ Θεῷ· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀκατακρίτους ἡμᾶς διαφύλαξον, δοξολογοῦντάς σε τὸν μόνον ἀναμάρτητον

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν΄ Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη ἦχος βαρύς ( Ἀργή ἢ σύντομος )

· Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

· μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

· Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

· Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

· Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

· τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

· Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

· Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.    (γ΄)

· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

· Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

· τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

· Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα Πατρὶ ..Καὶ νῦν…. .

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,……….

τὸ παρόν Ἀναστάσιμον Τροπάριον

Ἦχος βαρύς

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρί… Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

Ἦχος β´.

Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..

Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Δόξα Πατρὶ…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 Ἀντίφωνον Γ’

Ἦχος βαρύς.

ΣτίχΑὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Ἀπολυτίκιον

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέωξας τῷ λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ.  Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

Κατέλυσας τῷ Σταυρῷ σου……

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Ἀπολυτίκιον. Ἦχος βαρύς

Κατέλυσας τῷ Σταυρῷ σου ……

Τοῦ Ναοῦ

Κοντάκιον

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος α

ταν ἔλθῃς ὁ Θεός, ἐπὶ γῆς μετὰ δόξης, καὶ τρέμωσι τὰ σύμπαντα· ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ Βήματος ἕλκῃ, καὶ βίβλοι ἀνοίγωνται, καὶ τὰ κρυπτὰ δημοσιεύωνται· τότε ῥῦσαί με, ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε.

Τρισάγιον.

Απόστολος

Προκείμενον. Ἦχος βαρύς΄

Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς  αὐτοῦ

Στίχ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν

  Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Α´ Κορ. η´ 8 -13 θ´ 1-3).

δελφοί, βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενέσιν. Ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει,  δι᾽ ὃν Χριστὸς ἀπέθανεν. Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Οὐκ εἰμὶ ἀπόστολος ; Οὐκ εἰμὶ ἐλεύθερος ; Οὐχὶ ᾽Ιησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγίς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.

Ἀλληλούϊα. (γ΄)Ἦχος πλ. δ΄΄

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν·

Στίχ.Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον.

 (Ματθ. κε´ 31-46).

Εἶπεν ὁ Κύριος· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου·ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες, Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, ᾽Αμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ·ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με,ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. Τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες, Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;τότε ἀποκριθήσεται αὐτοῖς λέγων, ᾽Αμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. λληλούϊα.

 

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄).

πόλυσις   

«…῾Ο ἀναστάς ἐκ νεκρῶν….»

https://agioskosmasoaitolos.wordpress.com

3 ΜΑΡ19 ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΠΟΚΡΕΩ

One thought on “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΠΟΚΡΕΩ (3 ΜΑΡΤΙΟΥ  2019)”

  1. Καλησπέρα ..Παρακαλώ διορθωσετε τα περιθωρια δεξιά και αριστερά του κειμένου στις ακολουθίες …να είναι όμοια …Η δεξιά μεριά έχει πάει πολύ άκρη και στο σπιράλ που φτιάχνουμε τρυπάει το κείμενο… Ευχαριστώ πολυ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s