ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΤΗΣ ΟΣΙΑΣ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΦΙΛΟΘΕΗΣ ΤΗΣ ΑΘΗΝΑΙΑΣ (19 ΦΕΒΡΟΥΑΡΙΟΥ  2019)

19 ΦΕΒΡΟΥΑΡΙΟΥ  2019

­+ΜΝΗΜΗ ΤΗΣ ΟΣΙΑΣ ΚΑΙ ΜΑΡΤΥΡΟΣ

ΦΙΛΟΘΕΗΣ ΤΗΣ ΑΘΗΝΑΙΑΣ

Αποτέλεσμα εικόνας για ΑΓΙΑ ΦΙΛΟΘΕΗ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

χος π. α’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς ΄

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον λόγον

θηναίων ἡ πόλις ἡ περιώνυμος Φιλοθέην τιμᾷ τὴν Ὀσιομάρτυρα καὶ ἀσπάζεται αὐτῆς τὸ θεῖον λείψανον, ὅτι ἐβίωσε σεμνῶς καὶ μετήλλαξε τὸ ζῆν ἀθλήσει καὶ μαρτυρίῳ καὶ πρεσβεύει πρὸς τὸν Σωτῆρα διδόναι πᾶσι τὸ θεῖον ἔλεος.

                                                                             ὁ β’ χορὸς

Δόξα Πατρὶ…

θηναίων ἡ πόλις ἡ περιώνυμος…..

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον   ατς

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν Τόκον σου.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος… 

ΚΑΘΙΣΜΑΤΑ 

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορὸς

Κάθισμα. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.

χάρις τοῦ Χριστοῦ, ἡ σωτήριος πᾶσιν ἐποίησε μονὴν παρὰ σοί, Φιλοθέη, καὶ γέγονας παράδεισος ἀρετῆς καὶ σεμνότητος· βίον ἅγιον εὐεργετοῦσα  διῆλθες καὶ τὸν στέφανον τοῦ μαρτυρίου ἐδέξω· διό σε γεραίρομεν.

            ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν…Θεοτοκίον

Μητέρα σε Θεοῦ ἐπιστάμεθα πάντες, παρθένον ἀληθῶς καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

.                                                                   

Μετὰ τὴν β’ Στιχολογίαν

 ὁ α’ χορὸς

Ἦχος δ’ Ταχὺ προκατάλαβε.

Τῷ πνεύματι ζέουσα, Ὁσιομάρτυς Χριστοῦ, Κυρίῳ δουλεύουσα καὶ προσευχῇ ἐκτενεῖ ἐν κόσμῳ ἐβίωσας· ἔχαιρες τῇ ἐλπίδι, ὑπομένουσα θλίψεις, χρείαις δὲ τῶν ἁγίων ἐν σπουδῇ ἐκοινώνεις· διό περ καὶ νῦν τιμῶμεν πάντες τὴν μνήμην σου.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν…Θεοτοκίον

Ταχὺ δέξαι, Δέσποινα, τάς ἱκεσίας ἡμῶν καὶ ταύτας προσάγαγε τῷ σῷ Ὑιῷ καὶ Θεῶ, Κυρία Πανάχραντε· λῦσον τάς περιστάσεις τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τάς ἐνέδρας καὶ τὰ θράση, Παρθένε, τῶν νῦν ἐφοπλιζομένων κατὰ τῶν δούλων σου.

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορὸς  

 Ἦχος πλ. δ’ Τὸ προσταχθὲν μυστικῶς

Τοῦ μαρτυρίου τῷ στεφάνῳ κοσμουμένη καὶ ἐν τῷ αἵματί σου, μῆτερ, λελουμένη, τὸν Σωτῆρα ἱκέτευε, τὸν ὑπὲρ τοῦ κόσμου ἀκάνθαις στεφανωθέντα καὶ τὴν πλευρὰν νυγέντα καὶ θείῳ αἵματι τὴν ἀρὰν τῆς Εὔας ἀποπλύναντα καὶ τὴν ὁδὸν πρὸς οὐρανὸν καὶ αὖθις τὸν παράδεισον τοῖς ἀνθρώποις ἀνοίξαντα.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν…Θεοτοκίον

Θεοχαρίτωτε, ἁγνή, εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα σὺν ταῖς ἄνω Δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν δυσώπει ἀκαταπαύστως, δοῦναι ἡμῖν πρὸ τοῦ τέλους διόρθωσιν καὶ ἱλασμὸν ἁμαρτιῶν καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεον.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ὁ α’ χορός

Προκείμενον  Ἦχος δ’

πομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.

ὁ β’ χορός

πομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.

ὁ α’ χορός

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

πομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

(Ματθ. στ’ 19-21)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ ψαλμὸς χύμα 

ὁ α΄ χορὸς

Δξα Πατρὶ… Ἦχος β’

Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Στιχηρν ἰδιόμελον 

Τὸν Σταυρὸν τοῦ Χριστοῦ ἒπ᾿ ὤμων ἄρασα καὶ τοῖς ἴχνεσιν αὐτοῦ ἀκολουθήσασα, ἀπηρνήσω, Φιλοθέη, σεαυτὴν καὶ τὰ πάντα σκύβαλα ἡγήσω, ὡς οὐδὲν εὑροῦσα τῆς ψυχῆς σου ἀντάλλαγμα· ἀπώλεσας τὴν ζωήν, ἵνα σώσῃς τὴν ψυχήν, ἐστέρησαι φωτὸς τοῦ αἰσθητοῦ καὶ τὸν ἥλιον τῆς δόξῃς ὁρᾷς· αὐτὸν ἱκέτευε, Μῆτερ, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

. Ὁ Κανὼν τῆς Θεοτόκου

Ἦχος πλ. δ’. Ὁ Εἱρμός.

ὁ α’ χορὸς 

ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.

ὁ β’ χορὸς 

ρματηλάτην Φαραὼ…….

ὁ α’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαῖρε κατάρας παλαιᾶς ἡ λύτρωσις καὶ εὐλογίας πηγή· χαῖρε, ζωῆς Μήτηρ, ᾅδου ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις· χαῖρε, λύσις τῆς λύπης, χαρᾶς χωρίον εὐρύχωρον· χαῖρε, Θεοτόκε Πανύμνητε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ρμα τοῦ Λόγου λογικὸν καὶ ἔμψυχον, χαῖρε, πανάμωμε· δαυϊτικόν, χαῖρε, ἅρμα πολυώνυμον, ἅρμα μυριοπλάσιον, χαῖρε, Παρθένε, ὄντως τῶν Χερουβὶμ καὶ τῶν Σεραφὶμ ἡ ἀσυγκρίτως ὑπερέχουσα.

ὁ α’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἱερωτέρα νοερῶν Δυνάμεων, χαῖρε, Θεόνυμφε· χαῖρε, ἀνωτέρα κτιστῆς πάσης φύσεως· χαῖρε, Θεοῦ παλάτιον· χαῖρε, πύρινε θρόνε· χαῖρε, λυχνία πολύφωτε· χαῖρε, μυριώνυμε Δέσποινα.

                βχορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥάβδος ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσασα, χαῖρε, ἀμόλυντε· χαῖρε, βλαστῷ  ῥάβδου τῆς ἀαρωνίτιδος διαγραφεῖσα πρότερον μυστικῶς καὶ βαθέως· ὡς γὰρ ἐκείνη ἐβλάστησεν, οὕτω τὸν Χριστὸν σὺ ἐγέννησας.

 Κανὼν τῆς Ὁσιομάρτυρος, οὗ ἀκροστιχὶς·

Μέλος σοι τερπνόν, ὦ Θεοῦ φίλη, ᾄδω. Ἰσαάκ.

ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.

ὁ α’ χορὸς

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μονὰς ἃς ἐπόθησας τὰς οὐρανίους, θεόλεκτε, νῦν εὗρες καὶ ἔλαβες τῶν σῶν ἀγώνων μισθόν, οὓς ἠγώνισαι ἐν τῷ παρόντι βίῳ, εὐχαῖς καὶ δεήσεσι ταῖς πρὸς τὸν Κύριον.

ὁ β’ χορὸς

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐλέους σὺ ἄφθονος πηγή, Ὁσία, τεθέασαι, πτωχοὺς καταρδεύουσα πλουσιωτάταις ῥοαῖς· ὅθεν στέφανον σῇ κορυφῇ ἐδέξω, ἀνθ᾿ ὧνπερ ἐπόνησας, μῆτερ, ἐν βίῳ σου.

ὁ α’ χορὸς

Δόξα Πατρί… 

Λαλεῖν σοι οὐ δύναμαι τῶν ἀρετῶν τὴν εὐπρέπειαν καὶ ὕψος τὸ ἔνθεον, ᾦ ὡραΐσθης, σεμνή, καὶ ἀνύψωσας πρὸς τὰς ἐπουρανίους σκηνὰς καὶ δεδόξασαι παρὰ τοῦ Κτίσαντος.

ὁ β’ χορὸς

Κα νν…Θεοτοκίον

Τὴν πόλιν σου φύλαττε διὰ παντὸς εἰρηνεύουσαν, Μαρία Θεόνυμφε, ἣν ἡ Ὁσία ἡμῶν κατεκόσμησε, τοῖς πόνοις, τοῦ δοξάζειν τὸν ἄσπορον Τόκον σου καὶ σὲ, Πανάχραντε.

δ γ’

ὁ α’ χορὸς

Ερμς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,…

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

σχυρότατον ὅπλον, χαῖρε, πιστῶν, Δέσποινα· χαῖρε, κραταιὰ προστασία, χαῖρε, ἀντίληψις ἁμαρτωλῶν κραταιά· χαῖρε τὸ ἄρρηκτον τεῖχος, ἐν ᾧ καταφεύγοντες πάντες σῳζόμεθα.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτηρίας ἀνθρώπων, χαῖρε, στερρὸν ἔρεισμα· χαῖρε, τοῦ  Ἀδὰμ καὶ τῆς  Εὔας ἡ ἐπανάκλησις, δι’ ἧς ἀπέλαβον νῦν τὴν παλαιὰν εὐκληρίαν· χαῖρε, ἡ ἀνοίξασα πάλιν  Παράδεισον.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαῖρε, ἄφλεκτε βάτε· χαῖρε, φωτὸς ὄχημα· χαῖρε, τοῦ ἡλίου νεφέλη· χαῖρε, περίδοξε, ὅλη λαμπρὰ καὶ χρυσῆ, τοῦ Βασιλέως καθέδρα· χαῖρε, πόλις ἔμψυχε τοῦ Παντοκράτορος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

πειρόγαμε Μῆτερ, χαῖρε, ἁγνὴ Δέσποινα· χαῖρε, ἡ ἀνήρωτος χώρα καὶ ἀγεώργητος, ἡ δεξαμένη ἐν σοὶ τὸν γεωργὸν τῶν ἁπάντων χαῖρε, γῆ ἀλήθειαν ἡ ἀνατείλασα.

Ἄλλος. Τοὺς σοὺς ὑμνολόγους.

ὁ α’ χορὸς

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σὺ τὸν πλοῦτον ἔνειμας, Ὁσία, τὸν σὸν δεομένοις, τὸν ῥευστὸν καὶ γὰρ ἐν τούτῳ, πάνσεπτε, καυχᾶσθαι οὐ προῄρησαι, ἀλλ’ ἀντὶ τούτου δέδεξαι σῇ κορυφῇ δόξης στέφανον.

ὁ α’ χορὸς

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σαῖς προσευχαῖς πρὸς τὸν Δεσπότην τὴν πόλιν περίσῳζε τὴν σὴν, γεραίρουσάν σε, πάνσεμνε, ὡς θεῖον ἐνδιαίτημα ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν, ὥς τε Ὁσίαν καὶ Μάρτυρα.

ὁ α’ χορὸς 

Δόξα Πατρὶ…

δὸν τὴν ἀπάγουσαν εἰς ἄνω εὑροῦσα, διώδευσας σεμνῶς· ὅθεν καὶ πρὸς οὐράνιον ἐλήλυθας πολίτευμα καὶ τοῖς Ὁσίοις ἅπασιν, Ὁσία, συγκατηρίθμησαι.

ὁ β’ χορὸς

Κα νν…Θεοτοκίον

άσεις παρέχουσα παντοίας τοῖς πόθῳ τιμῶσι σου, Ἁγνή, τὸν Τόκον, τὸν ἐκ Πνεύματος Ἁγίου συλληφθέντα σοι, παράσχου καὶ τοῖς δούλοις σου ἡμῖν πταισμάτων τὴν ἄφεσιν.

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,…

ὁ β’ χορὸς  

Κάθισμα  Ἦχος πλ. δ’. Τὸ προσταχθέν.

Καταλιποῦσα τὰ τῆς γῆς, ὦ Φιλοθέη, μετέστης  ἄνω πρὸς μονὰς τὰς  οὐρανίους καὶ πρεσβεύεις σὺν πᾶσι τοῖς ἐπουρανίοις, ὁσίοις ἅμα δικαίοις  καὶ τοῖς λοιποῖς, σὺν πᾶσί τε τοῖς Ἀγγέλοις καὶ Λειτουργοῖς καὶ κραυγάζεις τὸ Ἅγιος, Ἅγιος, Ἅγιος, Θεέ, πατὴρ ὁ ἐπουράνιος, σῷζε πάντας οὓς ἔπλασας.

ὁ α’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Θεοχαρίτωτε, Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ Σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…  

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.

Φιλοθέην σήμερον πανευφροσύνως τιμῶμεν καὶ αὐτῆς τὸ λείψανον πανευλαβῶς προσκυνοῦμεν· αὕτη γὰρ εὐεργετοῦσα ἐν γῇ διῆλθε, τέλος δὲ μαρτυρικὸν ἡ Ὁσία ἔσχε καὶ ἠξίωται πρεσβεύειν δοθῆναι πᾶσι ζωὴν τὴν αἰώνιον.

Ὁ Οἶκος

Πᾶσα γλῶσσα κινείσθω, πρὸς εὐφημίαν τῆς πανευφήμου Φιλοθέης, ἅπαν γένος καὶ ἡλικία πᾶσα, νεανίσκοι καὶ παρθένοι τοῦ Χριστοῦ, τὴν Ὀσιομάρτυρα ἐν ὕμνοις καταστέψωμεν· νομίμως γὰρ ἀνδρισαμένη, διὰ πόνων ἀσκητικῶν καὶ μαρτυρίου τὸν τύραννον ἐχθρὸν καταβέβληκεν· οὐρανίῳ δὲ διαδήματι κεκοσμημένη, αἰτεῖται παρὰ Χριστοῦ δοθῆναι πᾶσι ζωὴν τὴν αἰώνιον.

Συναξάριον

ΤΙθ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν Φιλοθέης τῆς ἐξ Ἀθηνῶν.

Στίχοι

  • Ὅρπηξ Ἀθηνῶν ἐστιν ἡ Φιλοθέη,

  • Ἐχθρὸν βαλοῦσα σταυροῦ τῇ πανοπλίᾳ

  • Ἡ Φιλοθέη τῶν τῇδε μεταστᾶσα,

  • χαίρουσ᾿ ἀνῆλθε πρὸς μονὰς οὐρανίους.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Ἀποστόλων, Ἀρχίππου, Φιλήμονος καὶ Ἀπφίας.

Στίχοι

  • Ποθῶν τὸν ἀκρόγωνον Ἄρχιππος λίθον.

  • Κατηλοήθη τῷ πόθῳ τούτου λίθοις.

  • Χώραν φιλοῦντα τὸν Φιλήμονα χλόης,

  • Χλωροῖς λόγοις τύπτουσιν ἠκανθωμένοις.

  • Ἡπλωμένην παίουσιν εἰς γῆν Ἀπφίαν,

  • Εἰς οὐρανοὺς ἔχουσαν ὄμμα καρδίας.

  • Ἄρχιππος δεκάτῃ ἐνάτῃ θάνε χερμαδίοισιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου, Ἡσυχίου, καὶ Ἀσκληπιοδότης.

Στίχοι

  • Ἀνδρῶν τριὰς σύναθλος εὐσθενεστάτη,

  • Ἀνδρίζεταί σοι, καὶ τομῆς, Τριάς, μέχρι.

  • Ἔστεψε Χριστὸς τὴν Ἀσκληπιοδότην,

  • Ἧς ἐξέκοψε τὴν κεφαλὴν τὸ ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥαβουλᾶ.

Στίχοι

  • Βουλὰς Ῥαβουλᾶς θεὶς ἀπράκτους δαιμόνων,

  • Ἀπῆλθε βουλῇ τοῦ Θεοῦ τῶν ἐνθάδε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ ὁμολογητῶν, Εὐγενίου καὶ Μακαρίου.

Στίχοι

  • Ὡς εὐγενεῖς ὅρπηκες ἐν γῇ Μακάρων

  • Οἰκοῦσιν Εὐγένιος σὺν Μακαρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Κόνωνος.

.

.

Ταῖς  αὐτῶν ἁγίαις  πρεσβείαις, Χριστέ  ὁ Θεὸς, ἐλέησον ἡμᾶς . Ἀμήν.

                                                                                            ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾨδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν,καί  προσκυνοῦμεν τὸν Κύριον

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ες πντας τος αἰῶνας. 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτκε γν, ειπρθενε.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορὸς

Γυναῖκες ἀκουτίσθητε.

Ἐκκλησία σήμερον τῶν Ἀθηνῶν ἀγάλλεται, τῆς Φιλοθέης τὴν μνήμην ἐν εὐλαβείᾳ τιμῶσα· ὁσίως γὰρ βιώσασα, μαρτύριον ἐδέξατο καὶ νῦν, Ἁγίων σύσκηνος, ἀκαταπαύστως πρεσβεύει ὑπὲρ ἡμῶν τῷ Κυρίῳ.

ὁ β’ χορὸς

Θεοτοκίον

Μαρία, καθαρώτατον χρυσοῦν θυμιατήριον, τῆς ἀχώρητου Τριάδος δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ εὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε καὶ  Πνεῦμα τὸ  πανάγιον, ἐπισκίασαν σοι, Κόρη, ἀνέδειξε Θεοτόκον.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος δ

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὁ ἐξ ὑψίστου κληθείς.

ν τοῖς ὑψίστοις, ὁσία Φιλοθέη, ἔνθα ὁ Σωτὴρ ἡμῶν σὲ ὑπεδέξατο, ὑπὲρ τοῦ Ἄστεως πρέσβευε, ἐν ᾧ τὸν βίον ἐν ὁσιότητι διετέλεσας· ἵλεων τὸν Κύριον ἡμῖν ἀπέργασαι, ἵνα εἰρήνην παρέχηται καὶ σωτηρίαν τὴν ἱερὰν οἷς τελοῦσι μνήμην σου· σὺ γὰρ προστάτις ἀναδέδειξαι τῶν τοῦ βίου πλεόντων τὴν θάλασσαν, Φιλοθέη, Ὁσίων καὶ Μαρτύρων ἐγκαλλωπισμα.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Σήμερον χαίρουσιν αἱ κλειναὶ Ἀθῆναι, ὅτι εἰς προσκύνησιν τὰ θεῖα λείψανα τῆς Φιλοθέης προτίθεται καὶ μετὰ πόθου πᾶς ὁ λαὸς ταῦτα κατασπάζεται. Σήμερον ἑόρτια μέλπουσιν ᾄσματα σεμναὶ παρθένοι, γεραίρουσαι τὴν Φιλοθέην· αὕτη γὰρ ὄντως μεσῖτις γέγονε, μήτηρ, τροφὸς καὶ καταφύγιον, γυναικῶν, αἳ πρὸς ταύτην προστρέχουσαι προστασίαν ζητοῦσιν ἐν τῇ σκέπῃ τοῦ Θεοῦ ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Δεῦτε, παρθένοι, τὴν θείαν Φιλοθέην σήμερον ἐν ᾄσμασι κατακοσμήσατε καὶ πρὸς αὐτὴν ἐκβοήσατε μετ’ εὐλαβείας· Ὁσιομάρτυς, χαῖρε, πανέντιμε· σὺ γὰρ τὸν ἐπίγειον πλοῦτον σκορπίσασα, περὶ σαυτὴν δὲ συνάξασα παρθένων πλήθη, ἀγάπης ὤφθης πηγὴ ἀκένωτος· ὅθεν στεφάνου σε ἠξίωσε μαρτυρίου Χριστὸς ὁ Θεὸς ἡμῶν, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ς ἡ Δορκάς, Φιλοθέη, ἐν Ἰόππῃ γέγονας πιστὴ Χριστοῦ ὄντως μαθήτρια, ἔργων καλῶν ἐν τῷ βίῳ σου σὺ ὤφθης πλήρης καὶ ὡς πηγὴ περὶ σὲ ἐξέχεας πλούσιον τὸ ἔλεος καὶ τὴν συμπάθειαν καὶ τὴν οὐσίαν ἐσκόρπισας καὶ ἐν πενήτων χερσίν, Ὁσία, ταύτην διένειμας· ὅθεν ἀθλήσασαν ἐδέξατο ὁ Χριστός, ᾧ τὸν πλοῦτον ἐδάνεισας, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος πλ. α’.

Πανηγυρίζει σήμερον φαιδρῶς τῶν Ἀθηναίων ἡ πόλις τῆς ἁγίας Φιλοθέης τὴν μνήμην. Δεῦτε οὖν τῆς εὐσεβείας ἐρασταὶ τὴν Ὀσιομάρτυρα τιμήσωμεν, ἐν εὐλαβείᾳ ψάλλοντες· Χαίροις, ἡ τὴν ἀγάπην ἐν τῷ βίῳ ἀσκήσασα, ἔλαιον καὶ οἶνον, ὡς ὁ Σαμαρείτης, ἐπὶ τὰ ἄλγη ἐπιχέουσα· Χαίροις, ὅτι καθάπερ ὁ Σωτήρ, τῇ προσευχῇ προσκαρτεροῦσα, ἀφηρπάγης καὶ ἤχθης εἰς τὸ  μαρτυρῆσαι, ὑπὲρ τοῦ δι’ ἡμᾶς μαρτυρικῶς ἀποθανόντος. Χαίροις, Φιλοθέη παναοίδιμε, μετὰ τῶν Ἁγίων μὴ παύῃ τὸν Σωτῆρα ἱκετεύουσα τὴν πόλιν σου τήν δε, φυλάσσειν διὰ παντὸς εἰρηνεύουσαν καὶ σῴζειν τάς ψυχὰς ἡμῶν.

 

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον’

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. 

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον λόγον

θηναίων ἡ πόλις ἡ περιώνυμος Φιλοθέην τιμᾷ τὴν Ὀσιομάρτυρα καὶ ἀσπάζεται αὐτῆς τὸ θεῖον λείψανον, ὅτι ἐβίωσε σεμνῶς καὶ μετήλλαξε τὸ ζῆν ἀθλήσει καὶ μαρτυρίῳ καὶ πρεσβεύει πρὸς τὸν Σωτῆρα διδόναι πᾶσι τὸ θεῖον ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχγ´Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρίΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στίχ. α´. ῾Υπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον λόγον

θηναίων ἡ πόλις ἡ περιώνυμος Φιλοθέην τιμᾷ τὴν Ὀσιομάρτυρα καὶ ἀσπάζεται αὐτῆς τὸ θεῖον λείψανον, ὅτι ἐβίωσε σεμνῶς καὶ μετήλλαξε τὸ ζῆν ἀθλήσει καὶ μαρτυρίῳ καὶ πρεσβεύει πρὸς τὸν Σωτῆρα διδόναι πᾶσι τὸ θεῖον ἔλεος.

Εἰσοδικὸν

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον λόγον

θηναίων ἡ πόλις ἡ περιώνυμος Φιλοθέην τιμᾷ τὴν Ὀσιομάρτυρα καὶ ἀσπάζεται αὐτῆς τὸ θεῖον λείψανον, ὅτι ἐβίωσε σεμνῶς καὶ μετήλλαξε τὸ ζῆν ἀθλήσει καὶ μαρτυρίῳ καὶ πρεσβεύει πρὸς τὸν Σωτῆρα διδόναι πᾶσι τὸ θεῖον ἔλεος.

Ἀπολυτίκιον Ἦχος γ’.

πόστολε ἅγιε Ἄρχιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Κοντκιον χος β’

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτκε, τν τιμντων σε.

Τρισάγιον.

Ἀπόστολος (Β´ Κορ. ς´ 1-10)

Προκείμενον. Ἦχος δ’

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (θ΄36-42)

ν ταῖς ἡμέραις ἐκείναις, ἦν τις ἐν Ἰόππῃ μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ ᾿Ιόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῶ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς. Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. Δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. Γνωστὸν δὲ ἐγένετο καθ᾿ ὅλης τῆς ᾿Ιόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.

λληλούϊα ( γ’)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην (ιε΄12,13.18,19)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Αὕτη ἐστίν, ἡ έντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.

Δόξα σοι Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Ες τ, ξαιρτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. λληλούϊα.

ἦχος β

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις

 «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

19 ΦΕΒ19 ΕΟΡΤΗ ΟΣΙΑΣ ΦΙΛΟΘΕΗΣ 

 

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Google photo

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s