ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΗΣ ΟΣΙΑΣ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΦΙΛΟΘΕΗΣ ΤΗΣ ΑΘΗΝΑΙΑΣ (19 ΦΕΒΡΟΥΑΡΙΟΥ  2019)

19 ΦΕΒΡΟΥΑΡΙΟΥ  2019

­+ΜΝΗΜΗ ΤΗΣ ΟΣΙΑΣ ΚΑΙ ΜΑΡΤΥΡΟΣ

ΦΙΛΟΘΕΗΣ ΤΗΣ ΑΘΗΝΑΙΑΣ

Αποτέλεσμα εικόνας για ΑΓΙΑ ΦΙΛΟΘΕΗ

Τ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ(18/2/19)

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν  εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. ……..

Καὶ εὐθὺς στιχολογοῦμεν τὴν Α’ Στάσιν  τοῦ Α’ Καθίσματος τοῦ Ψαλτηρίου.

(Μακάριος ἀνήρ…)

Συναπτή μικρά

ὁ α’ χορς: μήν.

ὁ α’ χορός

Ἦχος δ’  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.   

Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τὸ πανάριστον σκήνωμα καὶ ὑπέρλαμπρον ἄγαλμα, τὸ πανευκλεέστατον αὖθις ἄκουσμα, ὁ πολυποίκιλος στέφανος, τὸ στόμα τὸ παντέρπνοον, ὁ λιμὴν ὁ γαληνός, τῆς ἀγάπης ὁ σύνδεσμος, ὁ πολύρρυτος ποταμὸς τοῦ ἐλέους, ἀνεδείχθης καὶ φωστὴρ τῶν μοναζόντων, ὦ Φιλοθέη πανεύφημε.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ὡς ἀστὴρ φαεινότατος  ἐν τῷ σκότει ἐπέλαμψας καὶ ὡς ἄνθος εὔοσμον καὶ μυρίπνοον ἐν τῷ χειμῶνι ἐξηνθησας ὡς φῶς καὶ ὡς ἥλιος ἐξανέτειλας φαιδρῶς ἐν Ἀθήναις, θερμαίνουσα καὶ φωτίζουσα τοὺς δουλείᾳ στυγνῇ ἐζοφωμενους· ὅθεν ἅπαντες τιμῶμεν, ὦ Φιλοθέη, τὴν μνήμην σου.

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ἀσθενούντων ἐπίσκεψις, αἰχμαλώτων ἀνάρρυσις καὶ παρθένων σύνταξις, μῆτερ, γέγονας πρὸς χριστομάχον δὲ τύραννον δεινῶς ἀντεπάλαισας καὶ ἀγῶνα τὸν καλὸν μαρτυρίῳ ἐσφράγισας· διὰ τοῦτο σε ὁ Χριστὸς ἀγαπήσας εἰς τάς ἄνω οὐρανίους ἀναπαύσεις ἀνεκαλέσατο, ἔνδοξε.

Ἕτερα. Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Δεῦτε, ὦ φιλέορτοι, τὴν Φιλοθέην ἐν ᾄσμασι καὶ ᾠδαῖς καταστέψωμεν, πανήγυριν ἄγοντες ἱερὰν καὶ θείαν· αὕτη γὰρ ὁσίως ὄντως ἐβίωσεν ἐν γῇ καὶ ἐν τοῖς ἔργοις τὴν πίστιν ἔδειξε· διὸ καὶ τὸ διάδημα τὸ τῆς ἀθλήσεως εἴληφεν ἐκ χειρὸς τοῦ δοξάζοντος τοὺς αὐτὸν ἀγαπήσαντας.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Ἔδωκεν, ἐσκόρπισε τὸν πλοῦτον ἅπαντα, χαίρουσα, τοῖς πτωχοῖς καὶ τοῖς πένησι· Θεῷ γὰρ ἐδάνειζε δωρεὰν διδοῦσα· ὅθεν καὶ πλουσίως τῇ Φιλοθέῃ ὁ Σωτὴρ τὴν θείαν χάριν ἀνταποδέδωκε· χορῷ γὰρ συγκατέλεξε τῷ τῶν Ἁγίων τὴν πάντιμον, ἐκτενῶς ἱκετεύουσαν, ὅπως εὕρωμεν ἔλεος.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Κόσμον καὶ εὐπρέπειαν τὴν ἀρετὴν ἐνεδύσατο Φιλοθέη ἡ ἔνδοξος  τὴν πίστιν τηρήσασα μετὰ σωφροσύνης, ἐν ἁγιασμῷ τε καὶ δι’ ἀγάπης ἀληθοῦς λαμπρῶς τὸν δρόμον αὐτῆς τετέλεκε· διὸ καὶ τὴν οὐράνιον ἐνδεδυμένη λαμπρότητα, ἐντυγχάνει πρὸς Κύριον θείας δόξης τυχεῖν ἡμᾶς.

 ὁ α’ χορός

Δόξα Πατρί…  Ἦχος πλ. α’.

Πάντα τὰ σὰ καὶ σεαυτὴν τῷ Θεῷ καθιέρωσας, νοῦν καὶ ψυχὴν καὶ καρδίαν καὶ σῶμα· τῆς φωνῆς γὰρ τοῦ Εὐαγγελίου ἀκούσασα, χρυσὸν καὶ τιμὴν καὶ τὰ πάντα κατέλιπες ὀρφανῶν δὲ καὶ χηρῶν καὶ πτωχῶν μήτηρ γέγονας· διὸ καὶ ὁ  Παράκλητος ἐλθὼν ἐν τῇ ψυχῇ σου κατῴκησε καὶ γέγονας πάσης ἀρετῆς εὐωδιάζον δοχεῖον. Ἀλλὰ, μῆτερ Φιλοθέη, παναοίδιμε, Χριστὸν τὸν Θεὸν ἡμῶν ἱκέτευε, τὸ σὸν Ἄστυ φυλάσσειν καὶ σῴζειν τάς ψυχὰς ἡμῶν.   

ὁ β’ χορός

Κα νν… Θεοτοκίον ἦχος ὁ αὐτός

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Εσοδος.

Σοφα ρθοί !

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τῇ Δευτέρᾳ ἑσπέρας Ἦχος δ’ 

 ὁ α’ χορός

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 

 ὁ β’ χορός

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 

 ὁ α’ χορός

Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεός της δικαιοσύνης μου. 
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα (λα’. 10-20)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει ; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη  ἔρια καὶ λίνον, ἐποίησεν  εὔχρηστον ταῖς χερσὶν   αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη  μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ᾔρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τάς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ’. 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε’. 16-στ΄. 3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ  βραχίονι ὑπερασπιεῖ  αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ἁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ  ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν,  βασιλεῖς,  καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες  πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου.

 

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες……. 

Ὁ Προεστὼς ἢ ὁ ναγνστης

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν ….

 

Λιτή. Ἦχος α΄.

Προσαγαγοῦσα ὥσπερ προῖκα πολύτιμον, τῷ Νυμφίῳ σου Χριστῷ, χώραν τὴν ἀτέρμονα, μόνη εὐλογημένη ἐν γυναιξὶ τῶν Ῥώσσων ὤφθης. Καταλιποῦσα γὰρ τὸ σκότος καὶ τὸ φῶς ἀγαπήσασα, τό τε ἔθνος σου ἔσωσας, καὶ θρίαμβον τῆς ἀληθοῦς θρησκείας μέγαν παρεσκεύασας. Διὸ σαῖς λιταῖς Ὄλγα ἀοίδιμε, σῶζε ἡμᾶς ἐκ λοιμοῦ καὶ λιμοῦ, καὶ τοῦ ἐπαράτου αἰφνιδίου θανάτου.

πστιχα

Στιχηρ Προσόμοια

        ὁ α’ χορός

Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.

Χαίροις τῶν Ἀθηνῶν ἡ Δορκάς! ὡς γὰρ ἐκείνη ἐν Ἰόππῃ, μαθήτρια πιστὴ τοΰ Χριστοῦ ἐγένου καὶ ὀρφανῶν καὶ χηρῶν μήτηρ καὶ προστάτις ἀναδέδειξαι· τὴν δόξαν ἐμίσησας καὶ τὸν πλοῦτον διέθηκας καὶ παρθενῶνα ὁσιότητος ἔδειμας, πλήρης ἔργων τε ἀγαθῶν ὤφθης, πάντιμε. Ὅθεν σου τὴν πανήγυριν τελοῦντες, τὴν λάρνακα τῶν σῶν λειψάνων κυκλοῦμεν καὶ σωτηρίας αἰτούμεθα τυχεῖν, Φιλοθέη, σαῖς πρεσβείαις πρὸς τὸν σῴζειν ἡμᾶς δυνάμενον.

        ὁ β’ χορός

Στίχ. ῾Υπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Χαίροις, τῶν Ἀθηνῶν ἡ λαμπάς! ἡ ἐν τῷ βίῳ καιομένη καὶ φαίνουσα, ἡ πίστιν δι’ εὐποιΐας καὶ διὰ βίου ἁγνοῦ τάς πρὸς σὲ φοιτώσας ἐκδιδάσκουσα· τροφὸς τούτων γέγονας καὶ προστάτις καὶ στήριγμα, διωκομένων ἀσφαλὲς καταφύγιον, νεανίδων τε αἰχμαλώτων ἀνάρρυσις. Ὥσπερ φωστὴρ διέλαμψας καὶ νύκτα ἐφώτισας τὴν ζοφερὰν τῆς δουλείας, ὦ Φιλοθέη, τοῦ Γένους σου· διό σε τιμῶμεν καὶ αἰτούμεθα πρεσβεύειν σε πρὸς τὸν Κύριον.

       ὁ α’ χορός

Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατηύθυνεν τά διαβήματά μου.

Χαίροις, τῶν Ἀθηναίων ἡ γῆ! ὅτι τοῖς αἵμασι Μαρτύρων ἡγίασαι τὸ πάλαι  μὲν Λεωνίδου, τῆς Φιλοθέης δὲ νῦν, τῆς ὁσίας ἅμα τε καὶ μάρτυρος. Αὐτῆς τὸ  μαρτύριον καὶ τόν ἔνδοξον θάνατον καὶ τήν τοῦ βίου ἀρετὴν καὶ σεμνότητα ἐορτάζοντες, πρὸς αὐτὴν οὕτω λέγομεν· Μάρτυς Ὁσία, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε καὶ δεομένων ἐν πίστει τῆς προστασίας σου, πάντιμε· πολὺ γὰρ ἰσχύει ἡ πρεσβεία τῶν Ἁγίων πρὸς τὸν Φιλάνθρωπον.

 ὁ β’ χορός

Δξα Πατρί… Ἦχος πλ. δ΄.

Τὸν ἐνανθρωπήσαντα Θεὸν ἡμῶν, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας, τοῦτον ἐμιμήσω, Φιλοθέη φιλόθεε. Ἀείρους καὶ πολυχεύμων πηγὴ συμπαθείας ὤφθης καὶ ἀγάπης, σεαυτὴν δὲ κατακοσμήσασα τῇ  καλλονῇ τῶν ἀρετῶν καὶ εὐπρεπείᾳ, ἱερεῖον προσηνέχθης τῷ ὑπὲρ τοῦ κόσμου παντὸς προσενεγκόντι ἑαυτὸν· αὐτὸν ἱκέτευε, Ὁσιομάρτυς, ὑπὲρ τῆς σωτηρίας ἡμῶν.

ὁ α’ χορός

Κα νν…χος ὁ αὐτὸς

νύμφευτε  Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου, Πανάμωμε· ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

ὁ προεστὼς: Νῦν ἀπολύεις…Τρισάγιον….

ὁ α’ χορὸς

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον λόγον

θηναίων ἡ πόλις ἡ περιώνυμος Φιλοθέην τιμᾷ τὴν Ὀσιομάρτυρα καὶ ἀσπάζεται αὐτῆς τὸ θεῖον λείψανον, ὅτι ἐβίωσε σεμνῶς καὶ μετήλλαξε τὸ ζῆν ἀθλήσει καὶ μαρτυρίῳ καὶ πρεσβεύει πρὸς τὸν Σωτῆρα διδόναι πᾶσι τὸ θεῖον ἔλεος.

                                                                             ὁ β’ χορὸς

Δόξα Πατρὶ… Κα νν… Θεοτοκον   ατς

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν Τόκον σου.

πόλυσις  

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν….»

https://agioskosmasoaitolos.wordpress.com

18 ΦΕΒ19 ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΦΙΛΟΘΕΗΣ

                                                                                                      

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Google photo

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s