«Ἐρευνᾶτε τὰς Γραφάς» Ἦχος πλ. α’ ΔΟΞΑ..ΛΙΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ ΠΑΤΗΡ ΣΤΕΦΑΝΟΣ ΔΑΝΙΗΛΑΙΟΣ

Δόξα… Ἦχος πλ. α’

Ἐρευνᾶτε τὰς Γραφάς, καθως εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ’ ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.