ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΙΣΤ΄ΜΑΤΘΑΙΟΥ (3 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019)

3 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019

+ΚΥΡΙΑΚΗ ΙΣΤ΄ ΜΑΤΘΑΙΟΥ

ωθινν Γ’  χος γ’

Τ ΣΑΒΒΑΤ ΕΣΠΕΡΑΣ (02/02/19)

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 ὁ α’ χορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν……..

Καὶ εὐθὺς στιχολογοῦμεν τὸ Α’ Κάθισμα τοῦ Ψαλτηρίου.

(Μακάριος ἀνήρ…)

Συναπτή μικρά

ὁ α’ χορός

Ἦχος γ’.  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ’ ἑκάστην προσφέρει.

ὁ β’ χορός

Στίχ. μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.

Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ’ ἑκάστην προσφέρει.

ὁ α’ χορός

Στίχ. κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

ὁ β’ χορός

Στίχ.  Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν, τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

μνοῦμεν τὸν Σωτῆρα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα• δι’ ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τῇ  τρίτῃ ἡμέρᾳ ἀνέστη, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Τοῖς ἐν ᾅδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε λέγων, νῦν νενίκηκα. Ἐγὼ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.

Στιχηρὰ τῆς Ἑορτῆς

ὁ α’ χορός

Ἦχος α’

   Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τῶν οὐρανίων ταγμάτων

Ποιητὴς τῶν ἁπάντων, καὶ Λυτρωτὴς ἡμῶν, ὑπὸ Μητρὸς Παρθένου, τῷ ναῷ προσηνέχθη· ὅθεν ὁ Πρεσβύτης τοῦτον λαβών, μετὰ χαρᾶς ἀνεκραύγαζε· Νῦν ἀπολύεις τόν δοῦλόν σου Ἀγαθέ, ἐν εἰρήνῃ ὡς ηὐδόκησας.

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

     Ποιητὴς τῶν ἁπάντων,…….

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί

Συμεὼν ἐν ἀγκάλαις, ἐκ τῆς Παρθένου λαβών, τὸν πρὸ πάντων αἰώνων, γεννηθέντα Σωτῆρα· Εἶδον, ἀνεβόα, τὸν φωτισμόν, τῆς σῆς δόξης τὰ πέρατα, νῦν ἀπολύεις τὸν δοῦλόν σου Ἀγαθέ, ἐν εἰρήνῃ, ὅτι εἶδόν σε.

ὁ β’ χορός

Στίχ. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Τὸν ἐπ’ ἐσχάτων τεχθέντα, εἰς σωτηρίαν βροτῶν, ὁ Συμεὼν βαστάσας, ἐν ἀγκάλαις Σωτῆρα, χαίρων ἀνεβόα· Εἶδον τὸ φῶς τῶν Ἐθνῶν καὶ τὴν δόξαν τοῦ Ἰσραήλ, νῦν ἀπολύεις, ὡς εἴρηκας ὁ Θεός, ἐκ τῶν τῇδε τῇ κελεύσει σου.

ὁ α’ χορός
Δόξα…
Ἦχος πλ. α’

ρευνᾶτε τὰς Γραφάς, καθως εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ’ ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.

ὁ β’ χορός

Κα νν… Θεοτοκίον ἦχος γ’

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; Πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ’ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

 ὁ α’ χορός

χος β’

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ β’ χορός

Στίχ.Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

                                                                                 ὁ α’ χορός            

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες…….

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν ……..

πστιχα

Στιχηρ Ἀναστάσιμα

 ὁ β’ χορός

Ἦχος γ’

  τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.

  • ὁ α’ χορός

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

ζωοδόχος σου Ἔγερσις Κύριε, τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο. Διὸ τῆς κατάρας τοῦ Ἀδάμ, ἀπαλλαγέντες βοῶμεν, Παντοδύναμε Κύριε δόξα σοι.

  • ὁ β’ χορός

Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἠλλοίωσαι, ὃν ἡ κτίσις μὴ φέρουσα, κρεμάμενον ὁρᾶν, τῷ φόβῳ ἐκλονεῖτο, καὶ στένουσα ὕμνει τὴν σὴν μακροθυμίαν, κατελθὼν ἐν ἅδῃ δέ, τριήμερος ἀνέστης, ζωὴν τῷ κόσμῳ δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

  • ὁ α’ χορός

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.

να τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσῃς, θάνατον ὑπήνεγκας, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῷ συνανέστησας, τοὺς σὲ Θεὸν ἐπιγνόντας, καὶ κόσμον ἐφώτισας, Κύριε δόξα σοι.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Ἦχος πλ. α΄Γερμανοῦ, οἱ δὲ Ἀνατολίου

παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε. Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.

ὁ προεστὼς: Νῦν ἀπολύεις…..Τρισάγιον…

ὁ α’ χορὸς

Ἀπολυτίκιον ἀναστάσιμον. Ἦχος γ’

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.  

ὁ β’ χορός

Δόξα Πατρὶ…. Καὶ νῦν… Ἀπολυτίκιον  Ἦχος α’

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.

πόλυσις  

«…῾Ο  ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι καταδεξάμενος διὰ τὴν  ἡμῶν σωτηρίαν καί ἀναστάς ἐκ νεκρῶν….»

https://agioskosmasoaitolos.wordpress.com

2 ΦΕΒ19 ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΙΣΤ΄ΜΑΤΘΑ

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s