ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΤΩΝ ΤΡΙΩΝ ΜΕΓΑΛΩΝ ΙΕΡΑΡΧΩΝ (30 ΙΑΝΟΥΑΡΙΟΥ 2019)

30 ΙΑΝΟΥΑΡΙΟΥ 2019

+Μνήμη τν ν γίοις Πατέρων μν κα Οκουμενικν Διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…  

χος α’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…   

ὁ α’ χορὸς

πολυτκιον  χος α’

Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς Τρισηλίου θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας, τοὺς μελιῤῥύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας, Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλῶτταν χρυσοῤῥήμονι, πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ὑμῶν ἀεὶ πρεσβεύουσιν.

ὁ β’ χορὸς

Δξα Πατρί…

Ἕτερον  Ἦχος δ’ 

ς τῶν Ἀποστόλων ὁμότροποι, καὶ τῆς οἰκουμένης Διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Κα νν… Θεοτοκον  ατς

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τς ψυχς μν.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

Μετ τν α’ Στιχολογαν

Κθισμα  

ὁ α’ χορὸς

Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Φωστῆρες ὑπέρλαμπροι, τῆς Ἐκκλησίας Χριστοῦ, τὸν κόσμον ἐφωτίσατε, ταῖς διδαχαῖς ὑμῶν, Πατέρες θεόσοφοι, τήξαντες τὰς αἱρέσεις, πάντων τῶν κακοδόξων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις, διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.

ὁ β’ χορός

Δξα Πατρί…Καὶ νῦνΘεοτοκίον

Παρθένε πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία Θεόνυμφε, καὶ ἀπειρόγαμε, πιστῶν ἡ ἀντίληψις, ῥῦσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε, τοὺς ἐν πίστει καὶ πόθῳ, τῇ σκέπη σου προσφεύγοντας, μόνη Θεόνυμφε.

Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα

ὁ α’ χορός

Ἦχος δ’. Κατεπλάγη Ἰωσὴφ

ν λειμῶνι τῶν Γραφῶν, καθάπερ μέλισσαι Σοφοί, προσιπτάμενοι ὑμεῖς, περιεδρέψασθε καλῶς, καὶ τῶν ἀνθέων τὰ ἄριστα καὶ τὸ μέλι, πᾶσι τοῖς πιστοῖς τῶν διδαγμάτων ὑμῶν, προτίθεσθε ὁμοῦ, εἰς πανδαισίαν αὐτῶν, καὶ διὰ τοῦτο ἅπας γλυκαινόμενος, μετ’ εὐφροσύνης κραυγάζει· Πάρεστε πάλιν, καὶ μετὰ πότμον, τοῖς ὑμᾶς εὐφημοῦσι Μακάριοι.

ὁ β’ χορός

Δξα Πατρί…Καὶ νῦν… Θεοτοκίον

Τρικυμίας τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος Ἁγνή, ἐπικαλοῦμαί σε θερμῶς· Μή με παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους ἡ τέξασα, πλήν σου γὰρ ἄλλην ἐλπίδα οὐ κέκτημαι. Μὴ οὖν ἐχθροῖς ἐπίχαρμα καὶ γέλως, ὁ πεποιθώς σοι ὀφθήσομαι· καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ.

Μετὰ τὸν Πολυέλεον

ὁ β’ χορός

Ἦχος δ’ Ἐπεφάνης σήμερον

Οἱ σοφοὶ Διδάσκαλοι, τῆς οἰκουμένης, οἱ Θεὸν δοξάσαντες, ἔργοις καὶ λόγοις ἐπὶ τῆς γῆς, μεγαλυνέσθωσαν σήμερον, ὡς σωτηρίας ἡμῖν ὄντες πρόξενοι.

ὁ α’ χορός

Δόξα Πατρὶ… ὅμοιον

ορτάζει σήμερον ἡ Ἐκκλησία, τὴν σεπτὴν πανήγυριν, τῶν Διδασκάλων τῶν τριῶν· καὶ γὰρ αὐτοὶ ἐστερέωσαν, τὴν Ἐκκλησίαν αὐτῶν θείοις δόγμασιν.

ὁ β’ χορός

Καὶ νῦν…

Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπί σέ, ἐκ τῶν κινδύνων με λύτρωσαι· σὺ γάρ ὑπάρχεις, ἡ πάντων βοήθεια.

Τ α’ ντφωνον το δ’ χου.

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορός  

Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

ὁ β’ χορός

Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.  

ὁ α’ χορός 

Στίχ. Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.   

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου 

ὁ α΄ χορὸς

χος β’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει- καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει-ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά,καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ ψαλμὸς χύμα 

ὁ α΄ χορὸς

Δξα Πατρί… Ἦχος β’

Ταῖς τῶν Διδασκάλων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

. Ἦχος πλ.β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Κα τ διμελον 

ξεχύθη ἡ χάρις ἐν χείλεσιν ὑμῶν, Ὅσιοι Πατέρες, καὶ γεγόνατε Ποιμένες τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκοντες τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα Ὁμοούσιον, ἐν μιᾷ θεότητι.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Κανὼν τῆς Θεοτόκου,
Ποίημα Ἰωάννου Εὐχαΐτων, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Εἱρμῶν.

Τοὺς προστρέχοντας εἰς σὲ σῷζε, Παρθένε. 

ᾠδὴ α’

 Ἦχος β’

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸν εὐσεβῶς, σὲ Θεοτόκον κυρίως ἁγνήν, ὁμολογοῦντα Ἄχραντε, ψυχῆς καὶ σώματος, χαλεπῶν ἐκ κινδύνων, καὶ νόσων καὶ πταισμάτων, σὺ με διάσωσον.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

λην ἐν σοί, τῶν χαρισμάτων τὴν ἄβυσσον, ἀποκειμένην ἔγνωμεν, διὸ προσφεύγοντες, Θεοτόκε προθύμως, τῇ σκέπῃ σου τῇ θείᾳ, διασωζόμεθα.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων δυσώπησον, τὸν σαρκωθέντα Πάναγνε, ἐκ τῶν ἀχράντων σου, καὶ τιμίων αἱμάτων, ῥυσθῆναι ἐκ πταισμάτων, καὶ νοσημάτων πικρῶν.

ὁ α’ χορός

Ἦχος β’. Δεῦτε λαοί,

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τίς ἀμοιβή; τίς ἀνταπόδοσις πρέπουσα, τοῖς ἡμετέροις ἄνθρωποι, προσενεχθήσεται, παρ’ ἡμῶν εὐεργέταις; δι’ ὧν πρὸς τὸ εὖ εἶναι, χειραγωγούμεθα.

ὁ β’ χορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ητορικαί, γλῶσσαι καὶ τέχναι καὶ μέθοδοι, καὶ πᾶσα λόγων δύναμις, νῦν εἰς ὑπόθεσιν, συγκινείσθωσαν μίαν, καὶ τοὺς τετιμηκότας, ἀντιτιμάτωσαν.

ὁ α’ χορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.  

διον μέν, οὐδὲν ἠνέσχοντο κτήσασθαι, ἐν γῇ οἱ οὐρανόφρονες, φύλακες δ’ ὤφθησαν, τοῦ κοινοῦ καὶ προστάται· κοινῶν οὖν καί τῶν ὕμνων, καταξιούσθωσαν.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Σὲ τὴν κοινήν, φιλοτιμίαν Πανάμωμε, τῆς ἡμετέρας φύσεως, πάντες δοξάζομεν, χεῖλος ἓν γεγονότες, καὶ μίαν συμφωνίαν, ἀποτελέσαντες.

τερος Κανν τν γων

  Ποίημα τοῦ αὐτοῦ 

δ α’  χος πλ. δ’ρματηλτην Φαρα

ὁ α’ χορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οὐκ ἀνθρωπίνης τὸ παρὸν ἐγχείρημα, σπουδῆς κατόρθωμα, ἀλλ’ ἡ τοῦ σοῦ θρόνου, πάρεδρος Φιλάνθρωπε, σοφία συνεργείτω μοι, λόγου χάριν διδοῦσα, δι’ ἧς δοξάσαι δυνήσομαι, οὓς αὐτὴ καλῶς προεδόξασεν.

ὁ β’ χορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

σπερ κρατὴρ ὑπερεῤῥύη Δέσποτα, ἡ ἀγαθότης σου, καὶ ὁ πολὺς πλοῦτος, τῆς φιλανθρωπίας σου, ὑπερχυθεὶς διώδευσεν, ὡς καὶ ἄλλους Ἀγγέλους, μετὰ σαρκὸς ὑποστήσασθαι, τοὺς νῦν προκειμένους εἰς ἔπαινον.

ὁ α’ χορός

Δξα Πατρί…

ξ οὐρανοῦ τοῖς οὐρανίοις ἔπρεπε, καὶ τὰ ἐγκώμια. Ἀγγελικὸς ὕμνος, τοῖς θείοις ἁρμόδιος, θεοὶ γὰρ κατὰ μέθεξιν, οἱ τὸν φύσει καὶ μόνον, ἀληθινὸν Θεὸν ἔχοντες, ζῶντα ἐν αὐτοῖς καὶ φθεγγόμενον.

ὁ β’ χορός

Κα νν… Θεοτοκον

Μνήμην Δικαίων ὁ θεόφρων σύλλογος, μετ’ ἐγκωμίων τελεῖ, οἷς ἡ Θεοῦ Μήτηρ, ὡς αὐτῶν κεφάλαιον, εἰκότως συνδοξάζεται, τελευταίαν καὶ πρώτην, καὶ μέσην τάξιν ἐπέχουσα, καὶ τῆς εὐφημίας μετέχουσα.

Τς Θεοτκου

δ γ’ 

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.

ὁ β’ χορός

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε…

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πρεσβείαις σου Ἁγνὴ Θεὸν ὃν ἔτεκες, παράσχου εὐΐλατον σοῖς ἱκέταις, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, καὶ πιστῶς προσκυνοῦσί σου τὴν κύησιν.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ημάτων τῆς ἐμῆς ψυχῆς ἐπάκουσον, Παρθένε, δεινῶς ἐκταραττομένης, ἣν εἰρήνευσον Πανύμνητε, ἀεὶ ταύτην κινδύνων διασώζουσα.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

λην μου τὴν ζωὴν διακυβέρνησον, Παρθένε ἐλπίς μου καὶ προστασία, πειρασμῶν καὶ περιστάσεων, λυτρουμένη δεινῶν με ἀειπάρθενε.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον, ἀγκάλαις ὡς φέρουσα Θεοτόκε, ἐξ ἀγνοίας καὶ πλανήσεως, λυτρωθῆναι τοὺς ὑμνοῦντάς σε ἱκέτευε.

ὁ α’ χορός

Ἧχος β’. Ἐν πέτρα με τῆς πίστεως

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

σάλπιγξ ἡ μεγάλη τῆς Ἐκκλησίας, ὁ λύχνος ὁ φωτίζων τὴν οἰκουμένην, ὁ κῆρυξ ὁ τῷ φθόγγῳ περιλαμβάνων, πάντα τὰ πέρατα, ὁ μεγαλώνυμος, συγκροτεῖ τὴν σύναξιν ταύτην Βασίλειος.

ὁ β’ χορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.  

Λαμπρὸς ἀπὸ τοῦ βίου καὶ τῶν πραγμάτων, λαμπρὸς ἀπὸ τοῦ λόγου καὶ τῶν δογμάτων, ἐν πᾶσιν ὑπερλάμπων πάντας ὡς ἄλλος, ἀστέρας ἥλιος, ὁ πολυΰμνητος, Θεολόγος σήμερον μακαρίζεται.

ὁ α’ χορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

δοὺ τὸ φῶς τοῦ κόσμου, τῷ κόσμῳ φαίνει· ἰδοὺ τῆς γῆς τὸ ἅλας, τὴν γῆν ἡδύνει· ἰδοὺ τὸ ζωῆς ξύλον, ἀθανασίας καρποὺς προβάλλεται, ὁ χρυσοῦς Ἅγιος· οἱ θανεῖν μὴ θέλοντες, δεῦτε τρυφήσατε.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

πάντα ἐκ μὴ ὄντων ὄντα ποιήσας, καὶ φύσιν δοὺς ἑκάστῳ τῶν γενομένων, αὐτὸς καὶ τὰς δοθείσας φύσεις ἀμείβειν, οἶδεν ὡς βούλεται· ὅθεν ἀκούεται, καὶ Παρθένος τίκτουσα· τίς οὐ θαυμάσεται;

τερος τν γων

στερεσας

ὁ α’ χορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οἱ τῶν ἠθῶν διορθωταί, καὶ τῶν ψυχῶν οἰκονόμοι, οἱ σωτῆρες οἱ κοινοὶ τῶν ἁπάντων, οἱ καὶ πράξεων ἡμῖν, καὶ λόγων τύπους δείξαντες, οἱ παιδευταὶ τοῦ βίου, λαμπροὶ λαμπρῶς εὐφημείσθωσαν.

ὁ β’ χορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.  

Πνεῦμα ἐνέπλησε Θεοῦ, Βασίλειον ἐπιστήμης, τῶν πυρίνων δὲ γλωσσῶν ἔσχε μίαν, ὁ Γρηγόριος καὶ πῦρ, ὑψηγορίας ἔπνευσε, τὸ τοῦ Χριστοῦ δὲ στόμα, ἐν Ἰωάννῃ ἐλάλησε.

ὁ α’ χορός

Δξα Πατρὶ…

Τοῦ νῦν αἰῶνος τὴν σαφῶς, καταργουμένην σοφίαν, ἡ μωρία τοῦ κηρύγματος ἔχει, ὑποκύπτουσαν, αὐτῇ καὶ δουλικῶς λατρεύουσαν, κήρυκας γὰρ ἡ χάρις, σοφοὺς προβάλλεται ῥήτορας.

ὁ β’ χορός

Κα νν… Θεοτοκον

ἐν τῇ μήτρα τῆς ἁγνῆς, κατασκηνώσας Παρθένου, τὰς ψυχὰς τῶν θεοφόρων Ἁγίων, οἰκητήρια ποιεῖ, καὶ τοῖς ἐκείνων στόμασι, τὰ κατὰ τὴν Μητέρα, διερμηνεει μυστρια.

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,… 

ΜΕΣΩΔΙΑ ΚΑθΙΣΜΑΤΑ

 ὁ  α’ χορός

Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον

Τοὺς μεγάλους φωστῆρας τοὺς φεραυγεῖς, Ἐκκλησίας τοὺς πύργους τοὺς ἀῤῥαγεῖς, συμφώνως αἰνέσωμεν, οἱ τῶν καλῶν ἀπολαύοντες, καὶ τῶν λόγων τούτων, ὁμοῦ καὶ τῆς χάριτος· τὸν σοφὸν Χρυσοῤῥήμονα, καὶ τὸν μέγαν Βασίλειον, σὺν τῷ Γρηγορίῳ, τῷ λαμπρῷ θεολόγῳ, πρὸς οὓς καὶ βοήσωμεν, ἐκ καρδίας κραυγάζοντες· Ἱεράρχαι τρισμέγιστοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

ὁ β’ χορός

Δόξα Πατρὶ… ὅμοιον

Τὴν σοφίαν λαβόντες παρὰ Θεοῦ, ὡς Ἀπόστολοι ἄλλοι τρεῖς τοῦ Χριστοῦ, τῷ λόγῳ τῆς γνώσεως, συνιστᾶτε τὰ δόγματα, ἃ τὸ πρὶν ἐν λόγοις, ἁπλοῖς κατεβάλλοντο· Ἁλιεῖς, ἐν γνώσει, δυνάμει τοῦ Πνεύματος· ἔδει γὰρ καὶ οὕτω, τὸ ἁπλοῦν ἡμῶν σέβας, τὴν σύστασιν κτήσασθαι, δι’ ὑμῶν πανσεβάσμιοι· ὅθεν πάντες βοῶμεν ὑμῖν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

ὁ α’ χορός

Καὶ νῦν…

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου, ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, πρεσβειῶν σου ἐλέει, γαλήνην παρέχουσα, καὶ κινδύνων ἐξαίρουσα· σὺ λιμὴν γὰρ ἀχείμαστος· πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.  

Τς Θεοτκου

δ δ’

Ερμς

Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν τραυμάτων μου Δέσποινα, τῶν τῆς ψυχῆς, σαρκός τε νοσημάτων, ἡ Θεὸν τεκοῦσα, λύσιν παράσχου μοι.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ιπιζόμενον πάθεσι, καὶ λογισμοῖς, καὶ βίου τρικυμίαις, ἐλπίδι Παρθένε, καὶ πίστει βεβαίωσον.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

κ περιστάσεως ῥῦσαί με, Μῆτερ Θεοῦ, καὶ ζάλης καὶ κινδύνων, ταῖς σαῖς ἱκεσίαις, μόνη πανύμνητε.

λλυθας κ Παρθνου

ὁ β’ χορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.  

Νοήμονες, ἐκ τῆς κάτω σοφίας γενόμενοι, κυβέρνησιν Ἔνδοξοι, παρὰ τῆς θείας ἐκτήσασθε, ὅθεν ὡς θεράπαιναν, ταύτην ἐκείνῃ πανσόφως ὑπετάξατε.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νοήμονες, ἐκ τῆς κάτω σοφίας γενόμενοι,…

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Φιλόσοφοι, τοὺς σοφοὺς εἰ φιλεῖτε, σοφίσθητε, καὶ λέγειν διδάχθητε, πάντες οἱ λόγους θαυμάζοντες, πράξεως ἀκρίβειαν, καὶ θεωρίας ἐντεῦθεν ἐξασκούμενοι.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

ς ὄψιμος, ὑετὸς ἐπ’ ἐσχάτων ὁ πρώϊμος, ὑδάτων αἰώνων τε, Δημιουργὸς εἰς τὴν μήτραν σου, ἔσταξε Πανάμωμε, κατὰ καιρὸν ἀναψύχων τοὺς ἐκλείποντας.  

τερος τν γων 

Σ μου σχς Κριε

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Στύλος πυρός, λαοῦ πιστοῦ προηγούμενος, καὶ φλογίζων, τοὺς ἐχθροὺς τῆς πίστεως, τὰς δὲ φυλάς, σώζων ἀσφαλῶς, τὰς ἐφεπομένας, ὁ μέγας ὤφθης Βασίλειος, θαρσείτω καὶ νικάτω, ἡ Χριστοῦ Ἐκκλησία, τηλικοῦτον πλουτήσασα πρόμαχον.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Γλώσσης τρυφή, καὶ ἀκοῆς πάσης ἥδυσμα, ὁ σὸς λόγος, πέφυκε Γρηγόριε, μάννα ζωῆς, δρόσος γλυκασμοῦ, μέλι τὸ ἐκ πέτρας, Ἀγγέλων ἄρτος οὐράνιος, ἀπλήστως ἐμφορεῖσθαι, τῆς ἡδύτητος πείθων, καὶ πληρῶν ἡδονῆς τοὺς μετέχοντας.

Δξα Πατρὶ…

ποταμός, τῶν χαρισμάτων τοῦ Πνεύματος, ἐπληρώθη, μέχρι καὶ προχύσεως, καὶ τὸ καλόν, πρόσωπον τῆς γῆς, ὡς τρυφῆς χειμάῤῥους, ἀπὸ χρυσοῦ ἄρδει στόματος, εὐφραίνων καὶ πιαίνων, τοῦ Χριστοῦ πᾶσαν πόλιν τοῖς τῶν θείων κυμάτων ὁρμήμασι.

Κα νν… Θεοτοκον

Φύσιν ἁπλῆν, ἀνασχομένην συνθέσεως, καὶ φανεῖσαν, κρείττονα συγχύσεως, ἐπὶ τοῦ σοῦ, Δέσποινα Υἱοῦ, οἱ τρεῖς θεοφόροι, δογματισταὶ ὡμολόγησαν, ἐκ δύο θελημάτων, καὶ διπλῆς ἐνεργείας,  τὸν διπλοῦν κατὰ φύσιν γνωρίσαντες.

Τς Θεοτκου

ᾠδὴ ε’

Ερμς

τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτί, τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς, ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πλον ἀήττητον, κατὰ ποικίλων πειρασμῶν ἔχοντες, τῶν δυσμενῶν, πάσης ἐπηρείας, λυτρούμεθα ἀεί, οἱ σὲ Θεοτόκον, Ἁγνὴ ἐπιστάμενοι.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νόμου τὸ πλήρωμα, ἡ ἀνωτέρα Χερουβὶμ τέτοκας, τὸν τοῦ Θεοῦ, ἐκ σοῦ σαρκωθέντα, Υἱὸν μονογενῆ, ὃν ὑπὲρ τῶν δούλων, τῶν σῶν ἐξιλέωσαι.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸν τοῦ παντὸς ποιητήν, ἐν ταῖς ἀγκάλαις σου Ἁγνὴ φέρουσα, τοῦτον ἡμῖν, ταῖς σαῖς ἱκεσίαις, εὐΐλατον δίδου, τοῖς νῦν ἐκ καρδίας, πρὸς σὲ καταφεύγουσιν.  

Τν γων 

φωτισμς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σὺ τὴν πηγήν, τῶν σαυτοῦ χαρισμάτων, ἐκπιεῖν ὅλην, Φιλάνθρωπε δέδωκας τοῖς Ἁγίοις, ἐλαττωθεῖσαν, οὐδαμῶς τῇ κενώσει, τὸν δὲ κόσμον πάντα μεθύσασαν, τοῖς ἐκ τῆς κοιλίας, αὐτῶν θείοις ῥεύμασι.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τί μοι χρυσός, τί μοι πλοῦτος καὶ δόξα καὶ δυναστεία; καπνοὶ διαῤῥέοντες εἰς ἀέρα, πάντα οἰχέσθω, αὔρα πάντα φερέτω, ἐμοὶ πλοῦτος εἷς πολυέραστος, ἡ τῶν Διδασκάλων, τριὰς ῥητορεύουσα.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

εῖ ποταμός, ἀμβροσίαν καὶ νέκταρ, ῥεῖ τοῖς πεινῶσιν, ἀθάνατος βρῶσις, καὶ τοῖς διψῶσιν, ἄφθαρτος πόσις, ὕδωρ ζῶν εἰς αἰῶνας, καὶ συνέχον ζῶντας τοὺς πίνοντας, πάντες πλημμυρούσης, ζωῆς ἐμφορήθητε.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

σχεν ἰσχύν, καθ’ ἡμῶν ἡ κακία, ἀλλ’ οὐκ εἰς τέλος, ἠσθένησε γὰρ μετὰ τὴν Παρθένον, τὸν ἐν ἰσχὺϊ δυνατὸν τετοκυῖαν, ὑπελθόντα σαρκὸς ἀσθένειαν, καὶ τόν δυνατὸν ἐν κακίᾳ νεκρώσαντα.

τερος τν γων 

Ἵνα τί με πσω

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τοὺς τῶν θείων πραγμάτων, καὶ τῶν ἀνθρωπίνων σοφοὺς ἐπιστήμονας, τὰς τῶν ὄντων φύσεις, φιλαλήθως ἡμῖν σαφηνίσαντας, καὶ τὸν τούτων Κτίστην, πᾶσι γνωρίσαντας ὡς θέμις, εὐχαρίστοις φωναῖς ἀμειψώμεθα.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τὸ πικραῖνον καὶ στῦφον, τῶν πρὸς σωτηρίαν φαρμάκων ἐγλύκαναν, ταῖς σοφαῖς τῶν λόγων, ἐπῳδαῖς τε καὶ τέχναις καὶ χάρισι, τῶν ψυχῶν οἱ θεῖοι θεραπευταί, θέλγεσθε πάντες, εὐσεβεῖς καὶ τερπόμενοι σῴζεσθε.

Δξα Πατρὶ…

Σιωπᾷ λόγος ἅπας, τῶν θεοκηρύκων λαλούντων τὰ ἔνθεα, καὶ κρατεῖ τῆς πάλαι, Διαθήκης ἡ νέα προβάλλουσα, τὰ σεπτὰ πυξία, τῶν ἐν αὐτῇ νομοθετούντων, οἷς ῥυθμίζεται, πᾶς πιστῶν σύλλογος.

Κα νν… Θεοτοκον

Τὴν ἀθάνατον φύσιν, ἡ θνητὴ παρέδραμεν εἰς ἁγιότητα, καὶ Παρθένος Κόρη, τοὺς ἀσάρκους Ἀγγέλους παρήλασεν, ὡς Θεὸν τεκοῦσα, τὸν Βασιλέα τῶν Ἀγγέλων, ᾧ προσβλέπειν ἐκείνοις ἀδύνατον.

Τς Θεοτκου

ᾠδὴ ς’ 

Ερμς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτηρίας λιμένα γινώσκων σε, πλέων πολυφρόντιδος βίου τὸ πέλαγος, ἐπικαλοῦμαι Δέσποινα, κυβερνῆτιν ψυχῆς μου γενέσθαι σε.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

νεδύθην στολὴν κακουχούμενος, Μῆτερ ἀειπάρθενε, τῆς ἀφροσύνης μου, ἀλλ’ ἡ Θεὸν κυήσασα, τῆς χαρᾶς τὸν χιτῶνα ἀντίδος μοι.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ερᾶς πολιτείας ἐκπέπτωκα, ῥαθυμῶν ὁ δείλαιος, ἀλλ’ ἐπανάγαγε, εὐλογημένη Πάναγνε, προσταγαῖς τοῦ Υἱοῦ σου ῥυθμίζουσα.

Τν γων 

βυσσος μαρτημτων

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

δια ἐν τῇ Τριάδι, τριττὰ συνθεολογεῖτε, τὴν ἀγεννησίαν τοῦ Πατρός, τοῦ Λόγου τὴν γέννησιν, καὶ Πνεύματος, τὴν ἐκπόρευσιν μόνου.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σήμερον τῷ οἴκῳ τούτῳ, περιφανὴς σωτηρία, δύο γὰρ καὶ τρεῖς συνῃγμένους, Χριστὸς εἰς τὸ ὄνομα, αὐτοῦ τιμῶν, μέσος πάρεστι τούτων.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

πειρον τῆς γῆς τὸ βάθος, πρὸς τὸ οὐράνιον ὕψος, ἀλλ’ ἀπὸ τῆς γῆς τοὺς Ἁγίους, ἐξῆρεν ἐπέκεινα τῶν οὐρανῶν, ὁ οὐράνιος ἔρως.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Νέαν σε πηγὴν Παρθένε, καὶ ἀφορμὴν μυστηρίων, ἔχοντες οἱ τρεῖς θεηγόροι, καιναῖς ὑποθέσεσι καινοπρεπῆ, προσαρμόζουσι φράσιν.

τερος τν γων 

λσθητ μοι Σωτρ

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τριάδα μοναδικήν, θεολογεῖν ἐδιδάχθημεν, μονάδα Τριαδικήν, ὑμνεῖν παρελάβομεν, προσκυνεῖν ἐμάθομεν, παρὰ τῶν Πατέρων, μίαν Φύσιν τρισυπόστατον.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Λόγος ἦν ἐν ἀρχῇ, πρὸς τὸν Πατέρα συνάναρχος, τῷ Λόγῳ Πνεῦμα συνῆν, ἀλλ’ ἐκ τοῦ Γεννήτορος, ἁπλῆ ὁμοούσιος, συμφυὴς θεότης, ὡς οἱ θεῖοί φασι Κήρυκες.  

Δξα Πατρὶ…

Συνάπτω καὶ διαιρῶ, τὰ συναπτῶς διαιρούμενα, ἓν ἀμερὲς ἐννοῶ, καὶ τρία φαντάζομαι. Διδασκάλους δέχομαι, τρεῖς θεοφορήτους, οὕτω πείθοντας πιστεύειν με.

Κα νν… Θεοτοκον

μήτωρ πρὸ τῆς σαρκός, ἀπάτωρ μετὰ τὴν σάρκωσιν, Υἱὸς Πατρὸς καὶ Μητρός, ὁ ταῦτα καλούμενος, ὑπὲρ νοῦν ἀμφότερα, τῷ Θεῷ γὰρ πρέπει, τν θαυμτων τ παρδοξα.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Kοντάκιον  Ἦχὸς β´. Τοὺς ἀσφαλεῖς

Τοὺς Ἱεροὺς καὶ θεοφθόγγους Κήρυκας, τὴν κορυφὴν τῶν Διδασκάλων Κύριε, προσελάβου εἰς ἀπόλαυσιν τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν κάματον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος δοξάζων τοὺς Ἁγίους σου.

Ὁ Οἶκος. Τράνωσόν μου την γλῶτταν

Τίς ἱκανὸς τὰ χείλη διᾶραι, καὶ κινῆσαι τὴν γλῶσσαν πρὸς τοὺς πνέοντας πῦρ, δυνάμει Λόγου καὶ Πνεύματος; ὅμως τοσοῦτον εἰπεῖν θαῤῥήσω, ὅτι πᾶσαν παρῆλθον τὴν ἀνθρωπίνην φύσιν οἱ τρεῖς, τοῖς πολλοῖς καὶ μεγάλοις χαρίσμασι, καὶ ἐν πράξει καὶ θεωρίᾳ, τοὺς κατ’ ἄμφω λαμπροὺς ὑπεράραντες· διὸ μεγίστων δωρεῶν τούτους ἠξίωσας, ὡς πιστούς σου θεράποντας, ὁ μόνος δοξάζων τοὺς Ἁγίους σου.

Συναξάριον

Τῇ Λ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.

Στίχοι

  • Ὁμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους,

  • Φῶς τρισσολαμπὲς πηγάσαντες ἐν βίῳ.

  • Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις,

  • Τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν.

  • Ἔαρ χελιδὼν οὐ καθίστησι μία·

  • Αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ.

  • Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν,

  • Τριάς γε μὴν αὕτη δὲ τὴν ὁρωμένην.

  • Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας,

  • Ἐξ Ἡλίου τε καὶ Σελήνης ἀφρόνως·

  • Κάλλος γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος.

  • Ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας.

  • Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν,

  • Ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας,

  • Κάλλει βίου γάρ, τῇ τε πειθοῖ τῶν λόγων,

  • Πείθουσι πάντας τὸν μόνον Κτίστην σέβειν.

  • Κτίσιν συνιστᾷ τήν δε τὴν ὁρωμένην,

  • Τὸ Πῦρ, Ἀήρ, Ὕδωρ τε, καὶ Γῆς ἡ φύσις·

  • Οἱ δ’ αὖ συνιστῶντές τε κόσμον τὸν μέγαν,

  • Τὴν πρὸς Θεόν τε Πίστιν, ὡς ἄλλην κτίσιν

  • Στοιχειακῆς φέρουσι Τριάδος τύπον.

  • Μέλει γὰρ αὐτοῖς οὐδενὸς τῶν γηΐνων.

  • Καὶ γήϊνον νοῦν ἔσχον οὐδὲν ἐν λόγοις.

  • Ὁ Γρηγόριος γὰρ πῦρ πνέει νοῦς τὸν λόγον,

  • Πρὸς ὕψος αὖ πείθοντα πάντα ἐκτρέχειν.

  • Τοῖς λιποθυμήσασι δ᾽ ἐκ παθῶν πάλιν,

  • Ἀναπνοή τις οἱ Βασιλείου λόγοι.

  • Μιμούμενος δὲ τὴν ῥοὴν τῶν ὑδάτων,

  • Ὁ καρδίαν τε καὶ στόμα χρυσοῦς μόνος,

  • Τοὺς ἐκτακέντας ἐκ παθῶν ἀναψύχει.

  • Οὕτω πρὸς ὕψος τὴν βροτῶν πᾶσαν φύσιν,

  • Ἐκ τῆς χθονὸς φέρουσι τοῖς τούτων λόγοις.

  • Λάμψεν ἑνὶ τριακοστῇ χρυσοτρισήλιος αἴγλη.

Τῶν Τριῶν τούτων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ πάντων τῶν Ἁγίων, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις κατάβαλε, καὶ ἡμᾶς ἐν ὁμονοίᾳ καὶ εἰρηνικῇ καταστάσει διαφύλαξον, καὶ τῆς οὐρανίου σου Βασιλείας ἀξίωσον. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἄθλησις τοῦ Ἱερομάρτυρος Ἱππολύτου Πάπα Ῥώμης καὶ τῶν σὺν αὐτῷ Κενσουρίνου, Σαβαΐνου, Χρυσῆς καὶ τῶν λοιπῶν.

Στίχοι

  • Τόλμῃ θάλασσαν Ἱππόλυτος εἰσδύνει,

  • Οἷα κροαίνων ἵππος ἐν λείῳ πέδῳ.

  • Τείνων τράχηλον τῷ ξίφει Kενσουρῖνος,

  • Ἦν οἷα ξυρῷ τοῖς συνάθλοις ἀκόνη.

  • Σπλάγχνα φλέγουσι Σαβαΐνου λαμπάσι,

  • Τὰ παμπόνηρα τέκνα τῆς ἀσπλαγχνίας.

  • Χρυσῆ βυθῷ βληθεῖσα, παστῷ τοῦ πόλου,

  • Νύμφη πρόσεισι προσφάτως λελουμένη.

  • Ἱππόλυτον πόντου τριακοστῇ ἔκτανε ῥεῦμα.

 Τῇ αὐτῇ ἡμέρα, Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Θεοφίλου τοῦ Νέου.

Στίχοι

  • Ὁ Θεόφιλος τὴν φίλην τμᾶται κάραν,

  • Θεοὺς φιλῆσαι μὴ θελήσας βαρβάρων.

 Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. μήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’ χος γ’

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

ᾠδὴ γ’

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω,…

ὁ α’ χορός

τῷ τιμίῳ σου αἵματι.

ὁ β’ χορός

ᾠδὴ δ’

κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ, τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ὁ α’ χορός

ᾠδὴ ε’

ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπῃρμένῳ Θεόν, ὑπ’ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ὁ β’ χορός

ᾠδὴ Ϛ’

βόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

ὁ α’ χορός

ᾠδὴ ζ’   

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τν Κριον.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος β’ εἱρμολογικός).

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…  

Τς Θεοτκου

ᾠδὴ θ’

 ὁ α’ χορός

  Ερμς

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀῤῥήτῳ σοφίᾳ, ἤκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι’ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεομακάριστε Κόρη, τὴν ἐλπίδα μου πᾶσαν προθύμως ἀνατίθημι ἐν σοί, σῶσόν με Μήτηρ τῆς ὄντως ζωῆς, καὶ τρυφῆς ἀενάου, πλησθῆναι καθικέτευε Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πιφανεῖσα Παρθένε, τῆς ψυχῆς μου τὸν ζόφον, φωτός σου ταῖς ἀΰλοις ἀστραπαῖς, αὔγασον πύλη τοῦ θείου φωτός, καὶ πυρὸς αἰωνίου, ῥυσθῆναι καταξίωσον Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νενοσηκότας ὁρῶσα, καὶ ψυχὴν καὶ τὸ σῶμα, καὶ βεβλημένους πάθεσι δεινοῖς, τῇ εὐσπλαγχνίᾳ σου Δέσποινα, θεραπεύσασα λῦσον τῶν νῦν παρενοχλούντων λυπηρῶν, ἵνα πάντες σε ὕμνοις, ἀπαύστως μεγαλύνωμεν.

Τν γων 

ὁ α’ χορός

νρχου Γενντορος

Στίχ. Μεγάλυνον ψυχή μου, τοὺς ἐν Ἱεράρχαις, Φωστῆρας τρεῖς μεγάλους.

δοὺ τὸ ὑμέτερον, γεώργιον καὶ ποίμνιον, ὑπὲρ οὗ τοὺς μεγίστους πόνους ὑπέστητε, εἰς ἓν συνελθόντες ὁμοῦ τε, τοὺς τρεῖς ὑμᾶς συμπαραλαβόντες, κοινὴν ἔχει αἴνεσιν, τὴν ὑμῶν ἡδίστην ἕνωσιν.

ὁ β’ χορός

Στίχ. Μεγάλυνον ψυχή μου τοὺς τρισσολαμπτῆρας, Χριστοῦ τῆς Ἐκκλησίας.

Οὐ δίστομον μάχαιραν, ἡ χάρις ἀλλὰ τρίστομον, κατὰ τῶν πολεμίων αὐτῆς προβάλλεται, ἓν οὐρανοχάλκευτον ξίφος, τρισὶν ἀκμαῖς κατεστομωμένον, ἀεὶ προμαχόμενον, τριλαμποῦς μιᾶς θεότητος.

ὁ α’ χορός

Στίχ. Μεγάλυνον ψυχή μου, τοὺς κεκοσμηκότας, Χριστοῦ τὴν Ἐκκλησίαν.

μῶν τὸ πολίτευμα, ἐν οὐρανοῖς ἦν ἔνδοξοι, καὶ τὴν σάρκα φορούντων, ἔτι τὴν ἄσπιλον, οὓς εἰλικρινῶς νῦν οἰκοῦντες, τοὺς ἐπὶ γῆς ἡμᾶς στεφομένους, τὰ ἄνω πρεσβεύετε, καὶ φρονεῖν καὶ πραγματεύεσθαι.

ὁ β’ χορός

Θεοτοκον

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Στενεῖ με τὸ πλάτος σου, τῶν μεγαλείων Δέσποινα, καταπνῖγον τὸν λόγον ὑπὸ πυκνότητος, καί μοι παραδόξως συμβαίνει, τὸ ἀπορεῖν ἐκ τῆς εὐπορίας, διὸ τὸν τοσοῦτόν σε, μεγαλύναντα δοξάζομεν.

τερος τν γων

ὁ α’ χορός

 ἦχος πλ.δ’ – ξστη π τοτῳ

Στίχ. Μεγάλυνον ψυχή μου, τοὺς τῆς Παναγίας, Τριάδος τρεῖς Ποιμένας.

πήρθη τῆς Τριάδος ἡ ἀρετή, καὶ τὰ πάντα τῆς δόξης ἐπλήρωσεν, ἄλλην ἡμῖν, αἴγλην ἀναλάμψασα τριλαμπῆ, ὡς ἑαυτῆς ἀπαύγασμα, τοὺς ἐπουρανίους μυσταγωγούς, δι’ ὧν ἐπὶ τὴν θείαν, ἐκείνης θεωρίαν, οἱ εὐσεβοῦντες ὁδηγούμεθα.

ὁ β’ χορός

Στίχ. Μεγάλυνον ψυχή μου, τοὺς ἐκ Τρισηλίου, Φωστῆρας τρεῖς μεγάλους.

Οὐκ ἔστι δευτερεῖον ἐν τοῖς τρισί, τὰ πρεσβεῖα γὰρ ἕκαστος φέρεται, πρῶτος δοκῶν, καὶ τοὺς ὁμοτίμους ὑπερνικῶν, ἐξοικειοῦται μᾶλλον δέ, τὴν ἀλλήλων νίκην περιχαρῶς, οὐ χώρα γὰρ ἐνταῦθα, τῷ φθόνῳ παῤῥησίας, λυμαινομένῳ τὴν ὁμόνοιαν.

ὁ α’ χορός

Δξα Πατρί…

Στίχ. Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου θεότητος τὸ κράτος.

Πατέρας ἡ εὐσέβεια τοὺς αὐτῆς, πρωτοτόκους υἱοὺς ἀναδείξασα, τέκνα γεννᾷ, γνήσια καὶ ἄμωμα δι’ αὐτῶν, τελειούμενα Πνεύματι, τῷ ζωὴν λαλήσαντι ἐν αὐτοῖς, καὶ σῴζειν ἐξαιτεῖται, εἰς τέλος τὴν εἰρήνην, ἣν ἀπ’ αὐτῶν ἐκληρονόμησε.

ὁ β’ χορός

Κα νν… Θεοτοκον          

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.

Υἱὸν Θεοῦ τοῦ ζῶντος ἡ τῶν σοφῶν, Διδασκάλων ἀκρότης ἐκήρυξε, τὸν σὸν Υἱόν, ἐξ ἀποκαλύψεως Πατρικῆς, οὐκ ἐκ σαρκὸς καὶ αἵματος, τοῦτο μυηθεῖσα Μῆτερ Θεοῦ, διό σε καὶ Παρθένον, διδάξασα Μητέρα, καὶ Θεοτόκον ἐμεγάλυνε.

Καταβασία

 ὁ α’ χορός

Στί                           Στίχ.  Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.

ν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλνομεν.

Συναπτ μικρκα  κφνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ  

α’ χορός

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τὰ τοῦ φωτὸς δοχεῖα, τὰς φεγγοβόλους ἀστραπάς, Βασίλειον νῦν τὸν Μέγαν, Γρηγόριον Θεολόγον, Χρυσόστομον Ἰωάννην, ἀνευφημήσωμεν πάντες.

ὁ β’ χορός

Ἕτερον, ὅμοιον

ἑνιαία θεότης, Πατὴρ Υἱὸς καὶ τὸ Πνεῦμα, ταῖς Βασιλείου πρεσβείαις, Γρηγορίου καὶ Ἰωάννου, καὶ τῆς ἁγνῆς Θεοτόκου, μὴ χωρισθείην σῆς δόξης.

ὁ α’ χορός

Θεοτοκίον, ὅμοιον

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα,…

ὁ β’ χορός

πῶς γαλουχεῖς τὸν Δεσπότην; 

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος β’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ἦχος β’Ποίοις εὐφημιῶν στέμμασι

Ποίοις εὐφημιῶν στέμμασι, στεφανώσωμεν τοὺς Διδασκάλους; τοὺς διῃρημένους τοῖς σώμασι, καὶ συνημμένους τῷ Πνεύματι, τοὺς τῶν θεοφόρων πρωτοστάτας. Τριάδος, τοὺς ἰσαρίθμους καὶ θεράποντας, φωστῆρας, τῆς οἰκουμένης διαλάμποντας, τῆς Ἐκκλησίας τοὺς στύλους, οὓς στεφάνοις δόξης, ὡς νικήσαντας στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

  ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀναδήσωμεν τοὺς θεοφόρους; τοὺς οὐρανομύστας καὶ κήρυκας, τῆς ὀρθοδοξίας ὑπάρχοντας· τοὺς ἀκραιφνεστάτους θεολόγους· τὸν μέγαν ἱεροφάντορα Βασίλειον· τὸν θεῖον, καὶ θεοῤῥήμονα Γρηγόριον· καὶ Ἰωάννην τὸν πάνυ, τὸν χρυσοῦν τὴν γλῶτταν, οὓς ἐδόξασεν ἡ Τριάς, ἀξίως ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ποίοις ἐγκωμιῶν ῥήμασιν, ἐπαινέσωμεν τοὺς Ἱεράρχας; τοὺς ἰσαποστόλους ἐν χάριτι, καὶ ὁμοτίμους χαρίσμασι· τοὺς τῆς ἀσεβείας καταλύτας· σωτῆρας, καὶ ὁδηγοὺς λόγῳ καὶ πράγματι· Ποιμένας, χριστομιμήτους διὰ πίστεως, τοὺς ἐπιγείους Ἀγγέλους, βροτοὺς οὐρανίους, οὓς ἐτίμησεν ὁ Χριστός, τῆς δόξης ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.  

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ποίοις εὐφημιῶν στέμμασι, καταστέψωμεν τὸν Χρυσολόγον, ἅμα Βασιλείῳ Γρηγόριον; τὰ σεπτὰ δοχεῖα τοῦ Πνεύματος· τοὺς στεῤῥοὺς τῆς πίστεως προμάχους· τοὺς στύλους τῆς Ἐκκλησίας, πιστῶν στήριγμα· ἁπάντων, ἁμαρτανόντων παραμύθιον, πηγὰς βλυζούσας τὸ νᾶμα, ἐξ οὗ ἀρυόμενοι, ἡδυνόμεθα ταῖς ψυχαῖς, αἰτοῦντες συγχώρησιν, σφαλμάτων καὶ μέγα ἔλεος.  

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος ὁ αὐτὸς

Πρὸς τὸ, Σήμερον ὁ Χριστὸς…

Σήμερον αἱ ψυχαί, τῶν γηγενῶν ὑψοῦνται ἐκ γηΐνων. Σήμερον οὐράνιοι γίνονται, τῶν Ἁγίων ἐν τῇ μνήμῃ· αἱ γὰρ πύλαι τῶν οὐρανῶν ἐπαίρονται, καὶ ἡμῖν τὰ τοῦ Δεσπότου γνωρίζονται. Οἱ λόγοι τοὺς λόγους κηρύττουσι, καὶ αἱ γλῶσσαι τὰ θαύματα μέλπουσιν, ἡμεῖς δέ, πρὸς τὸν Σωτῆρα βοῶμεν· Δόξα σοι Χριστῷ τῷ Θεῷ, τοῖς γὰρ πιστοῖς εἰρήνη, διὰ τούτων ἐγεγόνει.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκον, μοιον

Σήμερον ὁ Χριστός, ἐν τῷ Ναῷ προσφέρεται ὡς βρέφος. Σήμερον ὑπὸ Νόμον γίνεται, ὁ Μωσεῖ διδοὺς τὸν Νόμον, τῶν Ἀγγέλων αἱ στρατιαὶ τεθάμβηνται, ἐν ἀγκάλαις γηραιαῖς κατεχόμενον, τὸν συνέχοντα πάντα θεώμεναι. Συμεὼν εὐλαβείας πλησθεὶς καὶ χαρᾶς ἐβόα. Νῦν ἀπολύεις με Σῶτερ, ἐκ τῆς ἐπικήρου ζωῆς πρὸς τὴν ἀγήρω λῆξιν, εἶδον γάρ σε καὶ εὐφράνθην.

Δοξολογία Μεγάλη

εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

β’ χορός

Ἀπολυτίκιον  Ἦχος δ’

ς τῶν Ἀποστόλων ὁμότροποι, καὶ τῆς οἰκουμένης Διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.   

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.  γ´.  Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρίΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στχ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

πολυτκιον  χος α

Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς Τρισηλίου θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας, τοὺς μελιῤῥύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας, Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλῶτταν χρυσοῤῥήμονι, πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ὑμῶν ἀεὶ πρεσβεύουσιν. 

ὁ β’ χορός

Στχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Τοὺς τρεῖς μεγίστους φωστῆρας…

Εἴσοδος.

Εἰσοδικὸν

     ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…
ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτκιον  χος α’

Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς Τρισηλίου θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας, τοὺς μελιῤῥύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας, Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλῶτταν χρυσοῤῥήμονι, πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ὑμῶν ἀεὶ πρεσβεύουσιν.

Ἀπολυτίκιον  Ἦχος δ’

ς τῶν Ἀποστόλων ὁμότροποι, καὶ τῆς οἰκουμένης Διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.   

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον  

χος α’

μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, μνος φιλνθρωπος.

Τρισάγιον.

Ἀπόστολος (῾Εβρ. ιγ´ 7-16).

Προκείμενον ἦχος πλ.δ’  

 Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.   

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

δελφοί, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. ᾽Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες. Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ ᾽Ιησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι᾽ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾽ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαταις γρ θυσαις εαρεστεται Θες.

λληλούϊα ( γ’) Ἦχος α΄

ξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.

Στίχ. Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον. (Ματθ. Ε´ 14-19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Δόξα σοι, Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Ες τ, ξαιρτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικὸν    

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν. Ἀλληλούϊα.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα,

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄).

πόλυσις  

«… Χριστός ὁ ἀληθινός…».

https://agioskosmasoaitolos.wordpress.com

30 ΙΑΝ19 ΕΟΡΤΗ ΤΩΝ ΤΡΙΩΝ ΜΕΓΑΛΩΝ ΙΕΡΑΡΧ

Advertisement

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s