18 ΙΑΝΟΥΑΡΙΟΥ 2019
+ Μν ή μη τ ῶ ν ἐ ν ἁ γ ί οις Πατ έ ρων ἡ μ ῶ ν Ἀ θανασ ί ου κα ὶ Κυρ ί λλου , Πατριαρχ ῶ ν Ἀ λεξανδρε ί ας .
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦ χος γ’
ὁ α’ χορὸς
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ. α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ. β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ. γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος γ’ – Θείας πίστεως
Ἔ ργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε, τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.
ὁ β’ χορὸς
Δ ό ξα Πατρί…
Ἔ ργοις λάμψαντες Ὀρθοδοξίας…
ὁ α’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Σ ὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος .
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
Μετ ὰ τ ὴ ν α’ Στιχολογ ί αν
ὁ α’ χορός
Κάθισμα τοῦ Ἁγίου Ἀθανασίου
Ἦχος πλ. α’ Τὸν συνάναρχον Λόγον
Τ ὸν λειμῶνα τῶν λόγων τῶν θεοπνεύστων Γραφῶν, τὸν ἡμᾶς ὁδηγοῦντα πρὸς τὴν εὐσέβειαν, τὸν τοὺς ποικίλους πειρασμοὺς ὑπομείναντα, Ἀθανάσιον πιστοί, ὡς διδαχθέντες ὑπ’ αὐτοῦ, τιμήσωμεν κατὰ χρέος, πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον
Χ αῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Μετὰ τὴν β’ Στιχολογίαν
ὁ α’ χορός
Κάθισμα τοῦ Ἁγίου Κυρίλλου
Ἦχος γ’ Θείας πίστεως
Θ εῖον ἔδρασμα τῆς Ἐκκλησίας, Πάτερ Κύριλλε, σὺ ἀνεδείχθης, τὴν δωδεκάδα ἐκθεὶς γὰρ τῶν λόγων σου, τὴν Νεστορίου κακόνοιαν ἤλεγξας, καὶ Θεοτόκον κυρίως ἐτράνωσας. Ῥητόρων ἔξαρχε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον
Θ ρόνος πάγχρυσος τοῦ Βασιλέως, καὶ Παράδεισος διηνθισμένος, ἀνεδείχθης Θεοτόκε πανάχραντε, τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν, ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.
Μετὰ τὸν Πολυέλεον
ὁ α’ χορός
Κάθισμα ἀμφοτέρων
Ἦχος α’ Τὸν τάφον σου Σωτὴρ
Τ ριάδος τῆς σεπτῆς, Ἀθανάσιον ὕμνοις, καὶ Κύριλλον ὁμοῦ ἐπαινέσωμεν πάντες, τοὺς θείους θεράποντας, καὶ προμάχους τῆς πίστεως, τοὺς τοῖς βάθεσι, τῶν εὐσεβῶν νοημάτων, στρατὸν ἔκφρονα, αἱρετικῶν ἀπειθούντων, ἀξίως βυθίσαντας.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον
Μ αρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Τ ὸ α’ Ἀ ντ ί φωνον το ῦ δ’ Ἤ χου.
ὁ α’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
Ἁ γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
Ἁ γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ’
ὁ α’ χορός
Ο ἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
ὁ β’ χορός
Ο ἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
ὁ α’ χορός
Στίχ. Τ ό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ο ἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου
ὁ α΄ χορὸς
Ἦ χος β’
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Εὐαγγέλιον
Ε ἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν,καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ὁ Ν’ ψαλμὸς χύμα
ὁ α΄ χορὸς
Δ ό ξα Πατρὶ… Ἦχος β’
Τ αῖς τῶν Διδασκάλων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Τ αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Ἦχος πλ.β’
Στίχ. Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Κα ὶ τ ὸ Ἰ δι ό μελον
Ἐ ξεχύθη ἡ χάρις ἐν χείλεσιν ὑμῶν, Ὅσιοι Πατέρες, καὶ γεγόνατε Ποιμένες τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκοντες τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα Ὁμοούσιον, ἐν μιᾷ θεότητι.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
Τῆς Θεοτόκου.
ᾠδὴ α’ Ἦχος πλ. δ’
ὁ α’ χορὸς
Ὑ γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ἄσωμεν.
ὁ β’ χορὸς
Ὑ γρὰν διοδεύσας ὡσεὶ ξηράν,…
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π ολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π αθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σ ωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ν οσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Κανὼν τοῦ Ἁγίου Ἀθανασίου , οὗ ἡ Ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων.
Ἀθανάσιος εὖχος ὀρθοδοξίας ἔφυ. Θεοφάνους.
ᾠδὴ α’ Ἦχος ὁ αὐτὸς – Ἁρματηλάτην Φαραὼ
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀ θανασίῳ προσκομίζων ἔπαινον, ὡς ἀρετὴν εὐφημῶν, πρὸς τὸν Θεὸν φέρω, μᾶλλον τὸ ἐγκώμιον, παρ’ οὗ τοῖς βροτοῖς δέδοται, ἀξιέπαινον χρῆμα, τῆς ἀρετῆς, ἧς περ γέγονεν, ἔμψυχος εἰκὼν καὶ ἐκσφράγισμα.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θ εοσοφίας χρηματίσας ἔμπλεως, καὶ ὑπὲρ ἥλιον, βίῳ ἀπαστράπτων, καὶ πολιτευσάμενος, Ὅσιε ὑπερβέβηκας, ἐγκωμίων τοὺς νόμους, τοὺς παρ’ ἡμῶν, ἀλλ’ ἀνάσχοιο, Πάτερ παρ’ ἀξίαν ὑμνουμενος.
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀ ξιοχρέως μὲν ᾠδὴν ὑφαίνομεν, σοῦ μνήμη τῇ εὐκλεεῖ, ἀλλὰ ἀποροῦντες πλεῖστον Ἀθανάσιε, τῶν κατ’ ἀξίαν ὕμνων σου, ἐξαιτοῦμεν συγγνώμην, ἡμῖν δοθῆναι καὶ ἄφθονον, χάριν διὰ σοῦ τὴν τοῦ Πνεύματος.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Δ εδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, Ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία, διὸ σε πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Κανὼν τοῦ Ἁγίου Κυρίλλου , οὗ ἡ ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων.
Θεωριῶν Κύριλλος ἐνθέων λύρα.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ
ᾠδὴ α’ Ἦχος δ’ – Θαλάσσης τὸ ἐρυθραῖον
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θ εόθεν τὴν φωτοδότιν Κύριλλε, χάριν δεξάμενος, καὶ τηλαυγὴς φωστὴρ ἀναδειχθείς, λογικὰς ἐναστράψας ἡμῖν, μαρμαρυγὰς τὴν μνήμην σου, ὅπως ἀξίως ἀνυμνήσωμεν.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐ πλήσθης τῆς δᾳδουχίας Κύριλλε, σοφὲ τοῦ Πνεύματος, τῶν ἐντολῶν ὡς φύλαξ τοῦ Χριστοῦ, καὶ παθῶν καθῃράμενος, τῆς ὑπερθέου γέγονας, ὄντως Τριάδος ἐνδιαίτημα.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ…
Ὡ ς ζήλου καὶ παρρησίας ἔμπλεως, Κύριλλε ἔνδοξε, τὰς θεομάχους πάσας ἀψευδῶς, γλωσσαλγίας διήλεγξας, τῶν δυσσεβῶν αἱρέσεων, ὀρθοδοξίας προϊστάμενος.
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Π ατήσας τὴν ἐντολὴν τοῦ Κτίσαντος, τρυφῆς ἐκβέβληται, δελεασθεὶς ὁ πρῶτος ἐν βροτοῖς, ἀλλὰ τοῦτον πεσόντα δεινῶς, τὸν Λυτρωτὴν κυήσασα, ἀνεκαλέσω Μητροπάρθενε.
Τῆς Θεοτόκου.
ᾠ δ ὴ γ’
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ο ὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
ὁ β’ χορὸς
Ο ὐρανίας ἁψῖδος,…
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π ροστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱ κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ε ὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χ αλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Τοῦ Ἀθανασίου
ᾠδὴ γ’ – Ὁ στερεώσας κατ’ ἀρχάς
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀ νακαθάρας μολυσμοῦ, παντὸς ψυχήν τε καὶ σῶμα, Ἀθανάσιε, ναὸς ἀνεδείχθης ἀξιόθεος, διὸ τὸ τῆς Τριάδος πλήρωμα, ἐπανεπαύσατό σοι, Ἱερομύστα πανόβλιε.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σ οῦ ὡς ἐπόθει τὴν ψυχήν, τοῦ Παρακλήτου ἡ χάρις, ἐκ παθῶν κεκαθαρμένην εὑροῦσα, διαδήλους ἐν αὐτῇ, τὰς ἐνεργείας δείκνυσι, καὶ τηλαυγῆ φωστῆρα, Πάτερ τῷ κόσμῳ σε τίθησιν.
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱ εραρχίας μὲν κανών, ὡς Ἱεράρχης ἐδείχθης, πρακτικῆς ὑπογραμμὸς δὲ ὁ βίος, ὁ δὲ λόγος σου Σοφέ, τῆς θεωρίας τύπος τρανῶς, θεολογία δέ σου, ὄντως ἡ δίδαξις πέφηνε.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τ ῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε, σὺ γὰρ μόνη ἐδέξω τὸν ἄχραντον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε, διὸ πιστοί σε πάντες, ὕμνοις Ἁγνὴ μακαρίζομεν.
Τοῦ Κυρίλλου – Εὐφραίνεται ἐπὶ σοὶ
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥ ωννύμενος ἐν Χριστῷ, τὰς μηχανὰς τοῦ σκολιοῦ δράκοντος, γνώμῃ στεῤῥὰ Κύριλλε, ὡς ἱστὸν ἀράχνης διέλυσας.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰ λὺν παθῶν ἐκ ψυχῆς, ἐξετινάξω καθελὼν Κύριλλε, πᾶν λογισμῶν ὕψωμα, κατὰ τοῦ Χριστοῦ ἐπαιρόμενον.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ…
Ὡ ς εὔστοχος ἀθλητής, Πάτερ ἐξέκλινας στεῤῥῶς ἅπασαν τὴν τῆς σαρκὸς εὐπάθειαν, ὡς ἐπιβλαβῆ καὶ ἐπίβουλον.
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Ὁ Ἄγγελος Γαβριήλ, τὴν ὑπὲρ λόγον σοι χαρὰν ἔφησε. Χαῖρε Θεοῦ σκήνωμα, ὃ κατασκηνῶσαι ηὐδόκησε.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
Κοντάκιον τοῦ Ἁγίου Ἀθανασίου
Ἦχος β’ Τοῖς τῶν αἱμάτων σου (χύμα)
Ὀ ρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, πληθύνας τὸν σπόρον τῆς πίστεως, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε, διὸ σε ὑμνοῦμεν Ἀθανάσιε.
ὁ β’ χορός
Κάθισμα – Ἦχος δ’ Ταχὺ προκατάλαβε
Φ ωστῆρες ὑπέλαμπροι, τῆς Ἐκκλησίας Χριστοῦ, τὸν κόσμον ἐφωτίσατε, ταῖς διδαχαῖς ὑμῶν, Πατέρες θεόσοφοι, τήξαντες τὰς αἱρέσεις, πάντων τῶν κακοδόξων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις, διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον
Π αρθένε πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία Θεόνυμφε, καὶ ἀπειρόγαμε, πιστῶν ἡ ἀντίληψις, ῥῦσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε τοὺς ἐν πίστει καὶ πόθῳ, τῇ σκέπῃ σου προσφεύγοντας μόνη Θεόνυμφε.
Τῆς Θεοτόκου.
ᾠ δ ὴ δ’. Ἦχος πλ. δ’
Ε ἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τ ῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ε ὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀ πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ο ἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐ πὶ κλίνης ὀδύνης μου, καὶ τῆς ἀῤῥωστίας κατακειμένῳ μοι, ὡς φιλάγαθος βοήθησον, Θεοτόκε μόνη ἀειπάρθενε.
Τοῦ Ἀθανασίου – ᾠδὴ δ’ – Σύ μου ἰσχύς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅ λη ἐν σοί, πνεύσασα ἡ ζωηφόρος πνοή, ἡ ἐξ ὕψους, πρὶν ἐπιφοιτήσασα, θεοπρεπῶς, Πνεύματος Χριστοῦ, ἐν τῷ ὑπερῴῳ, καὶ Μαθητὰς ἐμφορήσασα, Ἀπόστολον δεικνύει, τρισκαιδέκατον Πάτερ, τὴν ὀρθόδοξον Πίστιν κηρύττοντα.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σ ὺ θεϊκῷ, ζήλῳ σφοδρῶς πυρπολούμενος, τῇ Συνόδῳ συναγωνιζόμενος, καὶ πρὸ τοῦ σέ, Πρόεδρον τελεῖν, ἐν τῇ Νικαέων, κυρύττεις τὸ Ὁμοούσιον, διὸ τῆς Ἐκκλησίας, ὁ Χριστὸς Ποιμενάρχην, καὶ Διδάσκαλον σὲ προχειρίζεται.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐ γχειρισθείς, τῆς Ἐκκλησίας τοὺς οἴακας, ἐκ προνοίας, θείας Ἀθανάσιε, αἱρετικῶν τὰς ψυχοβλαβεῖς, πάσας γλωσσαλγίας, οἷά τις πέλυξ ἐξέτεμες, προρρίζους, ὡς ἀκάνθας, καὶ τὸν σπόρον τοῦ λόγου, ἐπαρδεύων σοφῶς ἐγεώργησας.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σ ὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν, πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον Ἁγνή σε γινώσκοντας.
Τοῦ Κυρίλλου – Ἐπαρθέντα σε ἰδοῦσα
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ν ενικηκότα τὰ πάθη τὰ ψυχοφθόρα, καὶ λογισμῷ κρατήσαντα σαρκὸς θεοφόρε, Κύριλλε ἰδὼν ὁ Χριστός, τῆς θείας σε Πρόεδρον, Πάτερ Ἐκκλησίας καθίστησι.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κ ληρονομήσας ὡς γόνος ἠγαπημένος τὴν πατρικὴν τοῦ Μάρκου, ἀρετὴν καὶ τοῦ θρόνου, γέγονας διάδοχος, τοῦ θείου τοῖς ἴχνεσιν, Εὐαγγελιστοῦ παρεπόμενος.
Δ ό ξα Πατρὶ…
Ὑ πὸ Χριστοῦ μὲν ὡς πρόβατον ἐποιμάνθης, ὡς δὲ ποιμὴν ἐποίμανας, τὸ ποίμνιον Πάτερ, λόγοις ψυχοτρόφοις σου, ὡς πόαις καὶ ἄνθεσι, δαψιλῶς ἐκτρέφων τῆς χάριτος.
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Ν εμομένην τοῦ θανάτου τὴν τυραννίδα, Μήτηρ Θεοῦ κατέπαυσας, Ζωὴν τὴν ἀγήρω, Πάναγνε κυήσασα, διὸ σοι κραυγάζομεν, Χ αῖρε Θεοτόκε πανύμνητε.
Τῆς Θεοτόκου.
ᾠ δ ὴ ε’
Φ ώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἔ μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λ ύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λ ῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἴ ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
Τοῦ Ἀθανασίου
ᾠδὴ ε’ – Ἵνα τί με ἀπώσω
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χ ριστὸν ἔχων λαλοῦντα, Πάτερ ἐν ὀργάνῳ εὐήχῳ τῇ γλώττῃ σου, στηλιτεύεις Μάκαρ, τῶν εἰδώλων ἐγγράφως τὴν αἵρεσιν, τοὺς πεπλανημένους, ποδηγετῶν καὶ ἐπιστρέφων, πρὸς τὸν ὄντως Θεὸν Ἀθανάσιε.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὀ λεθρίους αἱρέσεις, Πάτερ ἐθριάμβευσας λόγοις καὶ γράμμασι, τὴν ποικίλην πλάνην, ἐξορίζων σοφαῖς ἀποδείξεσιν, ἐκ τῆς οἰκουμένης, διατρανῶν ἀναντιρρήτως, τὴν Ὀρθόδοξον πίστιν μακάριε.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σ ὲ διδάσκαλον ὄντως, μέγαν Διδασκάλων σοφὲ Ἀθανάσιε, ἀκομψεύτῳ φράσει, μετὰ τοὺς Ἀποστόλους εὐμοίρησεν, Ἐκκλησίᾳ Πάτερ, ἡ τοῦ Χριστοῦ διασαφοῦντα, τὸν ἀμώμητον λόγον τῆς Πίστεως.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Μ ητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Τοῦ Κυρίλλου – Σὺ Κύριέ μου φῶς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥ εῦμα ὄντως σφοδρόν, πλημμυροῦντος χειμάρρου ὁ σός, ὢ Κύριλλε ἐκμιμεῖται λόγος, τῶν κακοδόξων, ἐκτρέπων μηχανήματα.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἴ σως τὴν βδελυράν, τοῦ Ἀρείου διαίρεσιν, ὢ Κύριλλε μιαράν τε, Σαβελλίου ἐκ βάθρων, συναλοιφὴν καθῄρηκας.
Δ ό ξα Πατρὶ…
Λ όγους πλουτοποιούς, οὐ χρυσὸν καταλέλοιπας, ὢ Κύριλλε θησαυρούς τε, ὥσπερ λίθους τιμίους, τοὺς σοὺς τῇ Ἐκκλησίᾳ Χριστοῦ.
Κα ὶ ν ῦ ν … Θεοτοκίον
Ὄ ντως χαρακτήρ, τῆς ἁγίας μορφῆς σου Σεμνή, τοὺς δαίμονας φυγαδεύει, τοὺς πιστοὺς δ’ ἁγιάζει, καὶ σῴζει τὰς ψυχὰς ἡμῶν.
Ὁ Κανὼν τῆς Θεοτόκου.
ᾠ δ ὴ ς’
Τ ὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς΄ Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θ ανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π ροστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡ ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐ ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Τοῦ Ἀθανασίου
ᾠδὴ ς’ – Ἱλάσθητί μοι Σωτήρ
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὀ θνείου σπόρου σπορεύς, φανεὶς ὁ Ἀπολλινάριος, βροτείου λόγου καὶ νοῦ, Χριστοῦ τὸ ἀνθρώπινον, στεῤῥῶς ἐξελήλεγκται, ὑπὸ σοῦ Παμμάκαρ, ὥσπερ ἄνους καὶ φρενόληπτος.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥ ευμάτων τῶν λογικῶν, χυθέντων διὰ χειλέων σου, ἐξ ἀενάου πηγῆς, τῆς χάριτος Ὅσιε, γλυκύτερα μέλιτος, ὡς ἐκ κρήνης ῥεῖθρα, οἱ πιστοὶ ἀπαρυόμεθα.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θ αυμάσειέ τις τοῖς σοῖς, εἰκότως Πάτερ συγγράμμασι, σοφῶς ἐμφιλοχωρῶν, μελλούσας φυήσεσθαι, αἱρέσεις θεώμενος, προανατραπείσας, ὑπὸ σοῦ προφητικώτατα.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ῥ υσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Τοῦ Κυρίλλου – Θύσω σοι, μετὰ φωνῆς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λ αβίδι, Σεραφὶμ τῷ Προφήτῃ τὸν ἄνθρακα, τῇ Ἐκκλησίᾳ Χριστοῦ δέ, ταῖς χερσί σου προσνέμεις ἱερομύστα, τὸ ἐκ θείου, πυρὸς ἠνθρακωμένον καθάρσιον.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ μόρους, ὡς ὁ Σαμψὼν ἀλλοφύλους οὐκ ἔθραυσας, τὰ δὲ ἀλλόκοτα πάντα, τῶν ἑτεροδόξων διδάγματα, καὶ τὸ κράτος, τοῖς ὀρθοδόξοις δέδωκας Κύριλλε.
Δ ό ξα Πατρί…
Σ υνόδου, θεολέκτου σαφῶς προηγούμενος, τὸ δυσμενὲς Νεστορίου, χριστομάχον θράσος Πάτερ καθεῖλες, ζήλου πνέων, ὑπὲρ τῆς ἀληθοῦς Θεομήτορος.
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Φ ωτίζεις, τῷ τοκετῷ σου πάντα τὰ πέρατα, Θεογεννῆτορ Παρθένε, σὺ γὰρ μόνη ὤφθης κεκαθαρμένη, ἀπ’ αἰῶνος, δικαιοσύνης Ἥλιον ἔχουσα.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντάκιον Ἦχος δ’
Ἐπεφάνης σήμερον
Ἱ εράρχαι μέγιστοι τῆς εὐσεβείας, καὶ γενναῖοι πρόμαχοι, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, πάντας φρουρεῖτε τοὺς μέλποντας. Σῶσον Οἰκτίρμον, τοὺς πίστει τιμῶντάς σε.
Ὁ Οἶκος
Ἀ καταλήπτῳ σου χειρί, καὶ σθένει ἀποῤῥήτῳ, τὴν σὴν νῦν Ἐκκλησίαν οὐρανώσας Οἰκτίρμον, ἔδειξας ὄντως φαεινοὺς τοὺς δύω φωστῆρας, μεγίστους τε καὶ τερπνούς, τὸν κόσμον καταυγάζοντας, σὺν Ἀθανασίῳ τῷ πανσόφῳ, Κύριλλον τὸν θεῖον. Ταῖς αὐτῶν οὖν ἱκεσίαις, ἐξάρας τὴν νύκτα, ἐχθρῶν πᾶσαν ἀχλὺν διάλυσον Σῶτερ, καὶ φωτὶ τῷ φρικτῷ τῶν πιστῶν τὰ πλήθη καταύγασον, πρὸς τὸ κράζειν καὶ βοᾶν σοι. Σῶσον Οἰκτίρμον, τοὺς πίστει τιμῶντάς σε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ ΙΗ’ τοῦ αὐτοῦ μηνός , Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου καὶ Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας.
Στίχοι
Ἀθανάσιον καὶ θανόντα ζῇν λέγω.
Οἱ γὰρ δίκαιοι ζῶσι καὶ τεθνηκότες.
Φυγῆς Κυρίλλου σήμερον μνήμην ἄγει,
Ἀλλ’ οὐ τελευτῆς τῆς ἀειμνήστου κτίσις.
Τάρχυσαν ὀγδοάτῃ δεκάτῃ νέκυν Ἀθανασίου.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδούλης.
Στίχοι
Τὴν Θεοδούλην ἐκ ξίφους τεθνηκέναι,
Δοῦλοι Θεῶν κρίνουσι τῶν ψευδωνύμων.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ξένη πυρὶ τελειοῦται.
Στίχοι
Ὁ Χριστὸς ἦλθεν πῦρ βαλεῖν εἰς τὴν γῆν πάλαι,
Ξένη τρέφουσα καρτερεῖ τὸ πῦρ ξένως.
Τ αῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α’ Ἦ χος γ’
Χ έρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
ᾠδὴ γ’
Τ ὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω,…
ὁ α’ χορός
…τ ῷ τιμίῳ σου αἵματι.
ὁ β’ χορός
ᾠδὴ δ’
Ἐ κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ, τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ὁ α’ χορός
ᾠδὴ ε’
Ὡ ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπῃρμένῳ Θεόν, ὑπ’ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ὁ β’ χορός
ᾠδὴ Ϛ’
Ἐ βόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
ὁ α’ χορός
ᾠδὴ ζ’
Σ ὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ὁ β’ χορός
ᾠδὴ η’
Στίχ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον
Ἀ στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τ ὸ ν Κ ύ ριον.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος γ’)
ὁ α’ χορός
Στίχ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
Καταβασία
ᾠδὴ θ’
ὁ α’ χορός
Στίχ . Θ εοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σέ.
Ἐ ν νόμῳ σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλ ύ νομεν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Τοῖς Μαθηταῖς συνέλθωμεν
Τ ῆς ὑπερθέου πάνσοφοι, ἀνεδείχθητε μύσται, Τριάδος καὶ ὑπέρμαχοι, Ἀθανάσιε μάκαρ, καὶ Κύριλλε θεοφάντορ, Ἄρειον καθελόντες, καὶ σὺν αὐτῷ Σαβέλλιον, καὶ Νεστόριον αὖθις, τὸν δυσσεβῆ, καὶ σὺν τούτοις ἅπασαν ἄλλην πλάνην, τῶν δυσσεβῶν αἱρέσεων, Ἱεράρχαι Κυρίου.
ὁ β’ χορός
Θεοτοκίον ὅμοιον
Ὄ ρος Θεοῦ πανάγιον, καὶ λυχνίαν καὶ στάμνον, καὶ κιβωτὸν καὶ τράπεζαν, ῥάβδον τε καὶ πύρειον, καὶ θεῖον θρόνον καὶ πύλην, καὶ ναὸν καὶ παστάδα, ὑμνήσωμεν θεόφρονες, τὴν ἁγνὴν καὶ Παρθένον, ἐξ ἧς Θεός, σαρκωθεὶς ἀτρέπτως, καὶ ὑπὲρ φύσιν, ἐθέωσε τὸ πρόσλημμα, ἀποῤῥήτῳ ἑνώσει.
ΑΙΝΟΙ
Ἦχος α ‘
ὁ α’ χορός
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Τῶν οὐρανίων ταγμάτων
Δ εῦτε φιλέορτοι πάντες πανηγυρίσωμεν, τὴν μνήμην τῶν ἐνδόξων, Διδασκάλων τιμῶντες, ἐν Πνεύματι γὰρ θείῳ καθεῖλον ὀφρύν, ἀκαθέκτων αἱρέσεων, καὶ θεοφθόγγοις διδάγμασι τὴν Χριστοῦ, Ἐκκλησίαν ὑπεστήριξαν.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὀ ρθοδοξίας ἀκτῖσι περιλαμπόμενοι, οἱ νοητοὶ ἀστέρες, ὑπερηύγασαν λόγοις, ὁ μὲν γὰρ τὴν Ἀρείου θεοστυγῆ, γλωσσαλγίαν ἐφίμωσεν, ὁ δὲ Νεστόριον αὖθις καὶ ἐμμανῆ, καταβέβληκε Σαβέλλιον.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τ ὴν Ἱερὰν Ξυνωρίδα τῶν Διδασκάλων ἡμῶν, τοὺς ζηλωτὰς Κυρίου, εὐφημήσωμεν ὕμνοις, Κύριλλον τὸν θεῖον, φλόγα πυρός, καὶ στερρὸν Ἀθανάσιον, ἐν οὐρανοῖς γάρ συνόντες ὑπὲρ ἡμῶν, τῷ Θεῷ ἀεὶ πρεσβεύουσι.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τ αῖς ἱκεσίαις τῶν θείων Ἱεραρχῶν σου Χριστέ, ἐπίσκεψαι ἐξ ὕψους, ἐκλογάδα σου ποίμνην, ἐν μέσῳ νεμομένην λύκων δεινῶν, ὧν τὰ θράση κατάβαλε, οὗ γὰρ ἐπαύσατο ἔτι καὶ νῦν ἰδού, τῶν αἱρέσεων τὰ σκάνδαλα.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ. α’
Δ εῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε τῶν πιστῶν ἡ ὁμήγυρις, δεῦτε ὀρθοδόξων χορεῖαι, ᾄσμασιν ἐγκωμίων στέψωμεν, τὴν ἀεισέβαστον δυάδα τῶν Διδασκάλων ἡμῶν, οὗτοι γὰρ πάντα ζόφον κακίστης αἱρέσεως, πᾶσαν ἀπάτην τῶν δυσμενῶν, νεανικῶς καθελόντες, τῇ ἀηττήτῳ τοῦ Πνεύματος ἰσχύϊ, τὸν κόσμον κατηύγασαν, θεογνωσίας ἐλλάμψεσι, καὶ νῦν πρεσβεύουσιν ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτῶν.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Μ ακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
Ἀπολυτίκιον Ἦχος γ’ – Θείας πίστεως
Ἔ ργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε, τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
Ἦχος β´ .
Στίχ . α´ . Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ . β´ . Ε ὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . γ´ . Κ ύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρὶ … Καὶ νῦν …
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β ‘
Ἦχος ὁ αὐτὸς .
Στίχ . α´. Α ἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
Στίχ . β´ . Μ ακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
Στίχ . γ´ . Β ασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
Δόξα Πατρί … Καὶ νῦν …
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ ‘
Στίχ.Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἀπολυτίκιον Ἦχος γ’ – Θείας πίστεως
Ἔ ργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε, τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.
Στ ί χ . Ο ἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοι σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Ἔ ργοις λάμψαντες Ὀρθοδοξίας,…
Εἴσοδος .
Εἰσοδικὸν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…
…ψ άλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον Ἦχος γ’ – Θείας πίστεως
Ἔ ργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε, τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον Ἦ χος α’
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μ ό νος φιλ ά νθρωπος.
Τρισάγιον.
Ὁ Ἀπόστολος (῾Εβρ. ΙΓ´ 7-16).
Προκείμενον Ἦχος δ ’ Ὕμνος Τριῶν Παίδων
Ε ὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Στίχ. Ὅ τι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Ἀ δελφοί, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. ᾽Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες. Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες΄ ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ ᾽Ιησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι᾽ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾽ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις ε ὐ αρεστε ῖ ται ὁ Θε ό ς .
Ἀ λληλούϊα (γ’) Ἦχος δ΄
Ὁ Θεὸς ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.
Στίχ. Ἐ κέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον. (Ματθ. Ε´ 14-19).
Ε ἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Δόξα Σοι Κύριε, δόξα Σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Ε ἰ ς τ ό , Ἐ ξαιρ έ τως
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ ὲ μεγαλ ύ νομεν .
Κοινωνικὸν
Ε ἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀ λληλούϊα.
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα,
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀ πόλυσις
«… Χ ριστός ὁ ἀληθινός…» .
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.