6 ΙΑΝΟΥΑΡΙΟΥ 2019
† ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦ χος α’
ὁ α’ χορὸς
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ, α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ, β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ, γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἀ πολυτ ί κιον Ἦ χος α’
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ὁ β’ χορὸς
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε,…
ὁ α’ χορός
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ….
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
Μετ ὰ τ ὴ ν α’ Στιχολογ ί αν
ὁ α’ χορὸς
Κ ά θισμα Ἦ χος γ’ – Τ ὴ ν ὡ ραι ό τητα
Ἐ πιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης, ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν. Δόξα Θεῷ τῷ ἐν Τριάδι.
ὁ β’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν… Τ ὸ α ὐ τ ὸ
Ἐ πιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ,…
Μετ ὰ τ ὴ ν β’ Στιχολογ ί αν
ὁ α’ χορὸς
Κ ά θισμα Ἦ χος δ ‘
Κατεπλάγη Ἰωσὴφ
Ἰ ορδάνη ποταμέ, τί ἐθαμβήθης θεωρῶν. Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί, καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; Οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν΄ ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε, καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
ὁ β’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν… Τ ὸ α ὐ τ ὸ
Ἰ ορδάνη ποταμέ,…
Μετὰ τὸν Πολυέλεον
Κάθισμα Ἦχος δ΄Ταχὺ προκατάλαβε
Τ ὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος. διὸ σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.
ὁ β’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…
Τὰ ῥεῖθρα ἡγίασας…….
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
Ἁ γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
Ἁ γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ΄
ὁ α’ χορός
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
ὁ β’ χορός
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
ὁ α’ χορός
Στίχ . Τ ὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες;
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου
ὁ α΄ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Ἐ κ το ῦ κατ ὰ Μ ᾶ ρκον
α΄ 9 – 11
Τ ῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ’ αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
Δ όξα Σοι Κύριε, δόξα Σοι.
Ὁ Ν’ ψαλμὸς χύμα
ὁ α΄ χορὸς
Δόξα Πατρί… Ἦχος β’
Τ ὰ σύμπαντα σήμερον ἀγαλλιάσθω· Χριστὸς ἐφάνη ἐν Ἰορδάνῃ.
ὁ β΄ χορὸς
Καὶ νῦν…
Τ ὰ σύμπαντα σήμερον ἀγαλλιάσθω· Χριστὸς ἐφάνη ἐν Ἰορδάνῃ.
ὁ α’ χορὸς
Ἦχος πλ. β’
Στίχ . Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ Ἰδιόμελον
Θ εὸς Λόγος ἐπεφάνη ἐν σαρκί, τῷ γένει τῶν ἀνθρώπων· ἵστατο βαπτισθῆναι ἐν Ἰορδάνῃ, καὶ ἔλεγεν πρὸς αὐτὸν ὁ Πρόδρομος· Πῶς ἐκτείνω χεῖρα, καὶ ἅψωμαι κορυφῆς κρατούσης τὰ σύμπαντα; Εἰ καὶ ἐκ Μαρίας ὑπάρχεις βρέφος, ἀλλ᾽ οἶδά σε Θεὸν προαιώνιον, ἐπὶ γῆς βαδίζεις, ὁ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, καὶ δοῦλος Δεσπότην, βαπτίζειν οὐ μεμάθηκα· Ἀκατάληπτε Κύριε, δόξα σοι.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
Κανὼν τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς.
Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.
ᾠ δ ὴ α’ Ἦ χος β’
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Β υθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Ἀ δὰμ τὸν φθαρέντα ἀγαπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.
ὁ α’ χορὸς
Π υρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Τ ὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.
Ἕτερος Κανὼν Ἰαμβικός, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ ἡ Ἀκροστιχὶς διὰ Στίχων Ἡρωελεγείων.
Σήμερον ἀχράντοιο βαλῶν, θεοφεγγὲϊ πυρσῷ,
Πνεύματος, ἐνθάπτει νάμασιν, ἀμπλακίην,
Φλέξας παμμεδέοντος ἐϋς Πάϊς. Ἠπιόων δέ,
Ὑμνηταῖς μελέων τῶν δὲ δίδωσι χάριν.
ᾠ δ ὴ α’ Ἦ χος β’ Ὁ Ε ἱ ρμ ὸ ς
ὁ α’ χορὸς
Σ τίβει θαλάσσης, κυματούμενον σάλον,
Ἤπειρον αὖθις, Ἰσραήλ δεδειγμένον.
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.
ὁ β΄ χορὸς
Σ τίβει θαλάσσης,…
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ὄ ρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,
Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου
Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,
Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,
Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Ἄ ναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,
Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ ,
Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,
Ὄπα κρατίστην. Οὗτος ἠγαπημένος,
Ἴσος τέ μοι παῖς, χρηματίζει τὴν φύσιν.
ᾠ δ ὴ γ’
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ἰ σχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα, διὸ πιστοὶ βοήσωμεν. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
ὁ β΄ χορὸς
Ἰ σχὺν ὁ διδούς,…
ὁ α’ χορὸς
Σ τειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία, δι’ ὕδατος καὶ Πνεύματος, υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
ὁ β΄ χορὸς
Μ εγάλη φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος΄ Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Ἰ αμβικ ὸ ς
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ὅ σοι παλαιῶν, ἐκλελύμεθα βρόχων,
Βορῶν λεόντων, συντεθλασμένων μύλας,
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες, ἐκ λόγων μελωδίαν,
Ὦ τῶν πρὸς ἡμᾶς, ἤδεται δωρημάτων.
ὁ β΄ χορὸς
Ὅ σοι παλαιῶν,…
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ν έκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,
Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,
Ἐπισκοπεῖται , σαρκικῇ παρουσίᾳ.
Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,
Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Ἕ λκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,
Γαστρὸς τυράννου, συγκεχωσμένην ὅροις΄
Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,
Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.
Ἷκται γὰρ αὐτήν, ἐ ξαλεξ ῆ σαι θ έ λων.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
Ἡ Ὑπακοὴ Ἦχος πλ. α΄
Ὅ τε τῇ Ἐπιφανείᾳ σου ἐφώτισας τὰ σύμπαντα, τότε ἡ ἁλμυρὰ τῆς ἀπιστίας θάλασσα ἔφυγε, καὶ ὁ Ἰορδάνης κάτω ῥέων ἐστράφη, πρὸς οὐρανὸν ἀνυψῶν ἡμᾶς, ἀλλὰ τῷ ὕψει τῶν θείων ἐντολῶν σου, συντήρησον Χριστὲ ὁ Θεός, πρεσβείαις τῆς Θεοτόκου, καὶ ἐλέησον ἡμᾶς.
ᾠδὴ δ’
ὁ β΄ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ἀ κήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε. Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
ὁ α’ χορὸς
Ῥ υπτόμενον ἥλιον τὶς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε ὕδασιν ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω, καὶ χόρτος ὢν, πυρὶ ψαύσω τῆς σῆς θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
ὁ β΄ χορὸς
Ὑ πέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχών σοι, ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τὰς ὄψεις, ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς; ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
ὁ α’ χορὸς
Ψ υχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι, εἶ γὰρ βαπτίσω σε, κατήγορόν μοὶ ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς, σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ἰαμβικὸς
ὁ β΄ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Π υρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,
Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,
ᾧ τῶν δυναστῶν τὰ κράτη συνετρίβη.
ὁ α’ χορὸς
Π εμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,
Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,
Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,
Υἷας συνελκῦσαί τε τῇ σῇ Βαπτίσει,
Μάκαρ ,φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Α ὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,
Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,
Οὗτος προών μου, δεύτερος τῷ σαρκίῳ,
Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,
Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν…
Ν ομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,
Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων,
Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,
Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,
Τοῦτον καθειργνύς,…
ὁ β΄ χορὸς
…ἐ κσαώζει τὴν κτίσιν.
ᾠ δ ὴ ε’
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ἰ ησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ τήν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.
ὁ β΄ χορὸς
Ἰ ησοῦς ὁ ζωῆς ἀρχηγός,…
ὁ α’ χορὸς
Σ υνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι. Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε, παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.
ὁ β΄ χορὸς
Γ εωργὸς ὁ καὶ δημιουργός, μέσος ἑστηκὼς ὡς εἷς ἁπάντων, καρδίας ἐμβατεύει, καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τήν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.
Ἰ αμβικ ὸ ς
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ἐ χθροῦ ζοφώδους καὶ βεβορβορωμένου,
Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,
Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.
ὁ β΄ χορὸς
Ἐ χθροῦ ζοφώδους…
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ἀ θρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,
Σειραῖς ἀφύκτοις, ὃν διαρθροῖ δακτύλοις,
Ἵστησιν ἀμφ’ ὤμοισιν ἐξάρας ἄνω,
Νῦν ἐν πολυῤῥύτοισι δίναις ἐκπλύνων,
Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Μ ετ’ εὐσεβείας προσδάμωμεν εὐτόνως,
Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,
Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,
Ἄντλημα προσφέροντα δίψης ἐνθέου,
Κόσμου προσηνῶς…
ὁ α’ χορὸς
…ἐ ξακεύμενον νόσον.
ᾠ δ ὴ ς’
ὁ β΄ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἠλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ, μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε. ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
ὁ α’ χορὸς
Ἡ φωνὴ τοῦ Λόγου…
ὁ β΄ χορὸς
Γ εννηθεὶς ἀῤῥεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός, οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον, διδάσκει ὁ Πρόδρομος, γηγενεῖς ἐκ πλάνης λυτρούμενος.
ὁ α’ χορὸς
Ἐ ν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν, ἐν Πνεύματι δὲ καινοποιεῖ, δι’ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.
Ἰαμβικὸς
ὁ β΄ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ἱ μερτὸν ἐξέφηνε σὺν πανολβίῳ,
Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.
Ναὶ, φησιν, οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.
ὁ α’ χορὸς
Ἱ μερτὸν ἐξέφηνε…
ὁ β΄ χορὸς
Δόξα Πατρὶ…
Ἐ κ ποντίου λέοντος ὁ τριέσπερος,
Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,
Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,
Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,
Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ’ ἐσχάτων.
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν…
Ἀ νειμένων πόλοιο παμφαῶν πτυχῶν,
Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,
Μένον τε Πνεῦμα τῷ παναχράντῳ Λόγῳ,
Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,
Δήμοις τε φαίνει, προσδραμε ῖ ν τ ῷ Δεσπ ό τῃ.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντ ά κιον Ἦ χος δ’
Ἐ πεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ’ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦ λθες ἐ φ ά νης τ ὸ Φ ῶ ς τ ὸ ἀ πρ ό σιτον.
Ὁ Ο ἶ κος
Τ ῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν, τῇ τοῦ Ζαβουλὼν χώρᾳ, καὶ τοῦ Νεφθαλεὶμ γαίᾳ, ὡς εἶπεν ὁ Προφήτης, φῶς μέγα ἔλαμψε Χριστός. Τοῖς ἐσκοτισμένοις φαεινὴ ὤφθη αὐγή, ἐκ Βηθλεὲμ ἀστράπτουσα, μᾶλλον δὲ ἐκ Μαρίας ὁ Κύριος πάσῃ τῇ οἰκουμένῃ ἀνατέλλει τὰς ἀκτῖνας, ὁ Ἥλιος τῆς δικαιοσύνης. Διὸ, οἱ ἐξ Ἀδὰμ γυμνοὶ, δεῦτε πάντες ὑποδύωμεν αὐτόν, ἵνα θαλφθῶμεν. Σκέπη γὰρ γυμνῶν, καὶ αἴγλη ἐσκοτισμένων, ἦ λθες ἐ φ ά νης τ ὸ Φ ῶ ς τ ὸ ἀ πρ ό σιτον.
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ ΣΤ ᾽ τοῦ αὐτοῦ μηνός, τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχοι
Τοὺς οὐρανοὺς Βάπτισμα τοῦ Χριστοῦ σχίσαν,
Τοὺς αὐτὸ μὴ χραίνοντας ἔνδὸν εἰσάγει.
Βάπτισεν ἐν ποταμῷ Χριστὸν Πρόδρομος κατὰ ἕκτην.
Α ὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α’ ἦχος β’
Β υθοῦ ἀνεκάλυψε πυθμένα καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Ἰ αμβικ ὸ ς
Σ τίβει θαλάσσης, κυματούμενον σάλον,
Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον,
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.
ᾠδ ὴ γ’
ὁ α’ χορός
Ἰ σχὺν ὁ διδοὺς τοῖς βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα, διὸ πιστοὶ βοήσωμεν, οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.
Ἰ αμβικ ὸ ς
ὁ β ’ χορός
Ὅ σοι παλαιῶν ἐκλελύμεθα βρόχων,
Βορῶν λεόντων συντεθλασμένων μύλας,
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν,
Ὢ τῶν πρὸς ἡμᾶς…
ὁ α’ χορός
…ἥ δεται δωρημάτων.
ᾠδ ὴ δ’
ὁ β ’ χορός
Ἀ κήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε. Σὺ εἶ Χριστός, Θεοῦ Σοφία καὶ Δύναμις.
Ἰ αμβικ ὸ ς
ὁ α’ χορός
Π υρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,
Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,
Ὢ τῶν δυναστῶν…
ὁ β ’ χορός
…τ ὰ κράτη συνετρίβη.
ᾠδ ὴ ε ‘
ὁ α’ χορός
Ἰ ησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ τήν ἔχθραν κτείνας, ὑπερέχουσαν, πάντα νοῦν εἰρήνην χαρίζεται.
Ἰ αμβικ ὸ ς
ὁ β ’ χορός
Ἐ χθροῦ ζοφώδους καὶ βεβορβορωμένου,
Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,
Μόνοις προσιτήν,…
ὁ α’ χορός
…ο ἷς Θεὸς κατηλλάγη.
ᾠδ ὴ Ϛ’
ὁ β ’ χορός
Ἡ φωνὴ τοῦ λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ, Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε, ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
Ἰ αμβικ ὸ ς
ὁ α’ χορός
Ἱ μερτὸν ἐξέφηνε σὺν πανολβίῳ,
Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο,
Ναί, φησίν, οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν,…
ὁ β ’ χορός
…κ αὶ βροτὸς προμηθείᾳ.
ᾠδ ὴ ζ’
ὁ α’ χορός
Ν έους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις, ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἰ αμβικ ὸ ς
ὁ β ’ χορός
Ἔ φλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας,
Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,
Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,
Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,
Ὅλην πλύνει δέ,…
ὁ α’ χορός
…τ ῇ τοῦ Πνεύματος δρόσῳ.
ᾠδ ὴ η’
ὁ β ’ χορός
Α ἰνοῦμεν, εὐλογοῦμεν, και προσκυνοῦμεν τὸν Κύριον.
Μ υστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ἰ αμβικ ὸ ς
ὁ α’ χορός
Ἐ λευθέρα μὲν ἡ κτίσις γνωρίζεται,
Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.
Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.
Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,
Ἡ πρὶν τάλαινα τ ῶ ν Ἐ θν ῶ ν παγκληρ ί α.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
Ὠ δ ὴ θ’
ΜΕΤΑ ΜΕΓΑΛΥΝΑΡΙΩΝ
ὁ α’ χορός
Ἦ χος β’
Μ εγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων. Ὁ Ε ἱ ρμ ὸ ς
Ἀ πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν, σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Μ εγάλυνον ψυχή μου, τὸν ἐν Ἰορδάνῃ, ἐλθόντα βαπτισθῆναι.
Δ αυΐδ πάρεσο Πνεύματι τοῖς φωτιζομένοις΄ Νῦν προσέλθετε, ἄδε, πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε, οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει΄ καὶ γὰρ αὐτοῦ εἰσήκουσε Κύριος ἐλθὼν ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.
ὁ α’ χορός
Μ εγάλυνον ψυχή μου, τὸν ὑπὸ Προδρόμου, τὸ βάπτισμα λαβόντα.
Ὁ Ἡσαΐας΄ Λούσασθε, καὶ καθάρθητε φάσκει, τὰς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου, οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε, ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.
ὁ β’ χορός
Μ εγάλυνον ψυχή μου, τὸν ἐκ τῆς πατρῴας, φωνῆς μαρτυρηθέντα.
Σ υντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι. Ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης, οὕτω καὶ ἡμῖν ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται΄ ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.
Ἰ αμβικ ὸ ς
ὁ α’ χορός
Σ ήμερον ὁ Δεσπότης, κλίνει τὸν αὐχένα, χειρὶ τῇ τοῦ Προδρόμου.
Ὁ Ε ἱ ρμ ὸ ς
Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη!
Δι’ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕμνον εὐχαριστίας.
ὁ β’ χορός
Σ ήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην, ἐν ῥείθροις, Ἰορδάνου.
Ὢ τῶν ὑπὲρ νοῦν,…
ὁ α’ χορός
Δ ό ξα Πατρί…
Μ εγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.
Ἴ δμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,
Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.
Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,
Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,
Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
Μ εγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Χ ρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,
Ἄναξ ἄναρχε, Πνεύματος κοινωνίᾳ,
Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,
Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπῃρμένην,
Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.
ὁ α’ χορὸς
Καταβασ ί α
Μ εγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.
Ἀ πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν, σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
ὁ β’ χορὸς
Μ εγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ἰ αμβικ ὸ ς
Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη,
Δι’ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕ μνον ε ὐ χαριστ ί ας.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἐ πεσκ έ ψατο ἡ μ ᾶ ς Ἦχος γ’.
Ἐ πεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε, καὶ γὰρ ἦλθεν, ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.
ὁ β’ χορός
Ἐ πεφάνη ὁ Σωτήρ,…
ὁ α’ χορός
Ἐ πεφάνη ὁ Σωτήρ, …..
ὁ β’ χορός
…τ ὸ φῶς τὸ ἀπρόσιτον.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος α’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Τ οῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἦ χος α’ Γερμανοῦ Πατριάρχου
Φ ῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὃ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Φ ῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὃ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὁ α ὐ τ ὸ ς
Π ῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ α ὐ τ ὸ ς
Σ ὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὁ α ὐ τ ὸ ς
Τ ὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ’ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος, ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται, ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον, διὰ λουτροῦ σωτηρία, δι’ ὕδατος τὸ Πνεῦμα, διὰ καταδύσεως, ἡ πρός Θεὸν ἡμῶν ἄνοδος γίνεται, θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὁ α ὐ τ ὸ ς
Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνεια, καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν, καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός, πρὸς ὃν βοήσωμεν΄ Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦ χος πλ. β’ Ἀνατολίου
Ν άματα Ἰορδάνεια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Ἦ χος β’ Ἀ νατολ ί ου
Σ ήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν….
Δοξολογία Μεγάλη
Εἰς ἦ χον β’ ( σύντομος )
ὁ α’ χορός
… Δ όξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦ χος α’
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δ ό ξα σο ι .
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ παρόντα
ΑΝΤΙΦΩΝΑ
᾽Αντίφωνον α´
Ἦχος β´.
Στίχ. Ἐ ν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ,Ἰσραὴλ ἐξουσία αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Τ ί σοι ἔστι θάλασσα ὅτι ἔφυγες; καὶ σύ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Ἀ πὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ ᾿Ιακὼβ
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρὶ… Καὶ νῦν…
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β ‘
Ἦχος β ‘
Στίχ. Ἠ γάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. Ὅ τι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…
Στίχ. Π εριέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…
Στίχ. Ἐ λεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…
Δόξα Πατρί…Καὶ νῦν καὶ ἀεὶ…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ‘
Ἦχος α‘
Στίχ. Ἐ ξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Στίχ. Ε ἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…
Στίχ. Ε ἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…
Εἴσοδος.
Εἰσοδικὸν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὃταν τελεῖται συλλείτουργον)
Ε ὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς…
…ψάλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α‘
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
τὸ Κοντάκιον Ἦχος δ’
Ἐ πεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ’ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.
Ἀντὶ δὲ τοῦ Τρισαγίου
Ὅ σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.
᾽Απόστολος
Προκείμενον. Ἦχος δ’.
Ε ὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Πρὸς Τίτον Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 2:11-14, 3:4-7
Τ έκνον Τίτε, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χ ά ριτι κληρον ό μοι γενώμεθα κατ ᾽ ἐ λπ ί δα ζω ῆ ς α ἰ ων ί ου .
Ἀλληλούϊα (γ’) Ἦχος α’
Ἐ νέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ.
Φ ωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
γ΄ 13 – 17
Τ ῷ καιρῷ ἐκείνῳ, παραγίνεται ὁ ᾽Ιησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν ᾽Ιορδάνην πρὸς τὸν ᾽Ιωάννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. Ὁ δὲ ᾽Ιωάννης διεκώλυεν αὐτὸν λέγων, ᾽Εγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;ἀποκριθεὶς δὲ ὁ ᾽Ιησοῦς εἶπεν πρὸς αὐτόν· ῎Αφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. καὶ βαπτισθεὶς ὁ ᾽Ιησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν·καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐ ν ᾧ ε ὐ δ ό κησα.
Δ όξα σοι, Κύριε, δόξα σοι.
Κα ὶ καθ’ ἑ ξ ῆ ς, ἡ Θε ί α Λειτουργ ί α το ῦ Μεγ ά λου Βασιλε ί ου .
Εἰς τό, Ἐξαιρέτως
τὸ Μέγα Μεγαλυνάριον
Ἐ πὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι
Κοινωνικὸν
Ἐ πεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα .
᾽Αντί τοῦ· «Εἴδομεν τό φῶς…».
Ἀπολυτίκιον. Ἦχος α’.
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ΕΙΤΑ Ο ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣ
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)
Ἀπόλυσις
«῾Ο ἐν ᾽Ιορδάνῃ ὑπό ᾽Ιωάννου βαπτισθῆναι καταδεξάμενος διά τήν ἡμῶν σωτηρίαν , Χριστός ὁ ἀληθινός Θεός … ».
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.
Καλά-Καλή χρονιά εύχομαι . Που θα βρώ ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ 13Ης ΙΑΝΟΥΑΡΙΟΥ 2019; ΣΑΣ ΕΥΧΑΡΙΣΤΩ
Προσπαθώ να συνεισφέρω στην τέλεση της Θείας Λειτουργίας, και η βοήθειά σας
μου είναι πολύτιμη!
Ειλικρινά ευγνώμων για την εξαιρετική προσφορά σας!