30 ΔΕΚΕΜΒΡΙΟΥ 2018
+ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ
+ Μν ή μην ἐ πιτελο ῦ μεν τ ῶ ν Ἁ γ ί ων κα ὶ δικα ί ων, Ἰ ωσ ὴ φ το ῦ Μν ή στορος, Δαυ ῒ δ το ῦ Βασιλ έ ως, κα ὶ Ἰ ακ ώ βου το ῦ Ἀ δελφοθ έ ου.
῏ Ηχος πλ . β ῞ , ἑ ωθιν ὸ ν Θ ῞ .
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅ τι πρέπει σοι πᾶσα δόξα…
Ἦχος πλ. β΄’
ὁ α’ χορὸς
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ , . Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θ εὸςΚύριος, καὶἐπέφανενἡμῖν…
ὁ α’ χορὸς
Στίχ,’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ , . Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἀπολυτίκιον Ἦχος πλ. β’
Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
ὁ β’ χορός
Δόξα Πατρί …Τῶ ν Θεοπατόρ ων Ἦχος β’
Ε ὐαγγελίζου Ἰωσήφ, τῷ Δαυῒδ τὰ θαύματα τῷ Θεοπάτορι· Παρθένον εἶδες κυοφορήσασαν, μετὰ Mάγων προσεκύνησας, μετὰ Ποιμένων ἐδοξολόγησας, δι’ Ἀγγέλου χρηματισθείς. Ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορὸς
Καὶ νῦν… Ἦ χος δ
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κ ύ ριε δ ό ξα σοι.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος πλ. β´.
Τ οῦ τάφου ἀνεῳγμένου, τοῦ ᾅδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί…
Κ ύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον ζωήν; Ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν· ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· Ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.
ὁ α’ χορός
Καὶ νῦν… Ἦ χος δ’ – Κατεπλάγη Ἰωσὴφ
Δ εῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον΄ Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας
Μετὰ τὴν β´ Στιχολογίαν.
ὁ β’ χορός
Ἡ ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν· καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.
ὁ α’ χορός
Δόξα Πατρί…
Π ροϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε, κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾍδου τὰς πύλας, ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης, τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.
ὁ β’ χορός
Καὶ νῦν…. Ἦ χος δ ‘ – Κατεπλάγη Ἰωσὴφ
Τ ί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν, ἄσπορον γονὴν τίς ἑώρακεν, ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας
ὁ α ’ χορός
Ἦχος πλ. α’
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις΄ Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λ ίαν πρωΐ, Μυροφόροι ἒδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μ υροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δόξα Πατρί… Τριαδικὸν
Π ροσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ζ ωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι ηὐλόγηται…
Ἡ Ὑπακοὴ -Ἦχος πλ. β΄’
Τ ῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον· καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
ΑΝΑΒΑΘΜΟΙ
Ἦχος πλ. β´
Ἀντίφωνον Α’
ὁ α’ χορός
Ἐ ν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρός σε Λόγε· οἴκτειρόν με, ἵνα ζῶ σοι.
ὁ β’ χορός
Ἐ λέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, πανσωστικὴ αἰτία· εἴ τινι τοῦτο κατ᾽ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Ἀντίφωνον Β’
ὁ β’ χορός
Ε ἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα, οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.
ὁ α’ χορός
Τ οῖς ὀδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε· οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων;.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν …
Ἁ γίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.
Ἀντίφωνον Γ’
ὁ α’ χορός
Ο ἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.
ὁ β’ χορός
Ἐ ν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν …
Ἁ γίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων· ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι,…
ὁ β’ χορός
… σ ὺν πάσῃ πνοῇ τῶν κάτω.
Προκείμενον
ὁ α’ χορός
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
ὁ β’ χορός
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου…………………..
ὁ α’ χορός
Στίχ . Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου, …
ὁ β’ χορός
…κ αὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ α΄ χορὸς
Ἦχος β’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ΕΩΘΙΝΟΝ Θ’ ( Ἰωάν. 20,19-31) )
Ο ὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν Σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων , ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τόν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν΄ Εἰρήνη ὑμῖν΄ καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς΄ Λάβετε Πνεῦμα Ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφιένται αὐτοῖς΄ ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δέ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς, ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί΄ Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς΄ Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρα μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ’ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν΄ Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ΄ Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου΄ καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη ὁ Θωμᾶς, καὶ εἶπεν αὐτῷ΄ Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς΄ Ὅτι ἑώρακάς με πεπίστευκας, μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζω ὴ ν ἔ χητε ἐ ν τ ῷ ὀ ν ό ματι α ὐ το ῦ .
Δ όξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’
Ἐ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Ἦχος β’
Τ αῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν …
Τ αῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ . Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιμος
ᾠδὴ α´. Ἦχος πλ. β´. Ὁ Εἱρμός.
ὁ α’ χορός
Ὡ ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.
ὁ β’ χορός
Στίχ.Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἐ κτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδοκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν σοι πάντες ᾄσωμεν.
ὁ α’ χορός
Στίχ.Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Φ όβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι᾽ αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον .
Τ ὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.
Καν ὼ ν το ῦ Μν ή στορος , οὗ ἡ Ἀκροστιχίς.
Χριστοῦ σε μέλπω δεξιὸν παραστάτην. Ἰωσήφ.
ᾠ δ ὴ α’. Εἱρμὸς
Χριστὸς γεννᾶται
Ἦχος α´
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χ ριστοῦ θεράπον μακάριε, Χριστοῦ τοῦ σαρκωθέντος διάκονε, Χριστοῦ πατὴρ νομιζόμενος, τούτῳ σὺν παῤῥησίᾳ, παρεστηκώς, αἴτησαι εἰρήνην, καὶ δεινῶν ἀπαλλαγήν, τοῖς εὐφημοῦσί σε.
ὁ β΄ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥ ημάτων θείων ὑπήκοος, πραγμάτων παραδόξων διάκονος, Παρθένου Μνήστωρ θεόπαιδος, δίκαιος κατὰ πάντα καὶ ἀληθής, Ἰωσὴφ ἐδείχθης, καὶ δικαίων, ἐν σκηναῖς ἐπαναπέπαυσαι.
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰ δεῖν Xριστὸν κατηξίωσαι, μορφῇ τῇ καθ’ ἡμᾶς νηπιάσαντα, καὶ τούτου Πατὴρ ὠνόμασαι΄ μεγίστη σου ἡ δόξα, ὡς ἀληθῶς! μέγα ὑπὲρ πάντας, τὸ ἀξίωμα! διὸ ἀνευφημοῦμέν σε.
ὁ β’ χορὸς
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον .
Σ αρκὶ Χριστὸν ἀπεκύησας, ἁγνὴ ἐν Βηθλεὲμ Ἀπειρόγαμε, σπαργάνοις αὐτὸν εἰλήσασα΄ οὗ τὴν ἐπιδημίαν καταπλαγείς, Ἰωσὴφ σὺν φόβῳ, μεγαλύνει προσκυνεῖ τὴν τούτου δύναμιν.
Ὁ Κανὼν τῶν Ἁγίων Δαυῒδ καὶ Ιακώβου.
Ποίημα Κοσμᾶ Μοναχοῦ.
ᾨδὴ α’ Ἦχος δ’ Ὁ Εἱρμὸς «ᾌσομαὶ σοι Κύριε».
ὁ α’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
ᾌ σομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐκ μήτρας Ἁγίας Παρθένου, τὸν ἄνθρωπον ἀφράστως ἐνδυσάμενος, ἀνέπλασας ὡς εὔσπλαγχνος.
ὁ β’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
ᾌ σομαί σοι Κύριε……
ὁ α’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Σ ήμερον Ποιμένες θεολογοῦσι, σὺν Ἀσωμάτοις τὸν ὕμνον, λαμπρῶς ἀναμέλποντες, καὶ Μάγοι δῶρα φέρουσι, τῷ σαρκὶ νηπιάσαντι.
ὁ β’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Δ όξα ἐν ὑψίστοις χοροὶ Ἀγγέλων, ἐν Βηθλεὲμ τοῖς Ποιμέσιν, ἐπέστησαν λέγοντες· μεθ’ ὧν τὸν εὐδοκήσαντα, σαρκωθῆναι ὑμνήσωμεν.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ὅ σοι τὸ Γενέθλιον ἐκτελοῦμεν, τοῦ σαρκωθέντος δι’ ἡμᾶς, χαρᾷ ἀνυμνήσωμεν, Ἰάκωβον θεάδελφον, καὶ Δαυῒδ Θεοπάτορα.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Δ αυῒδ Θεοπάτορ σὺν τῇ κινύρᾳ, τὸν ἐκ τῆς ῥίζης Ἰεσσαί, σαρκούμενον Λόγον, Ἰάκωβον τὸν δίκαιον, ἐφελκόμενος ὕμνησον.
ὁ α’ χορός
ᾨδὴ γ´. Ἦχος πλ. β´. Ὁ Εἱρμός .
Ο ὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
ὁ β’ χορός
Στίχ . Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θ εὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ· ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι᾽ ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο.
ὁ α’ χορός
Στίχ . Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θ ανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις.
ὁ β’ χορός
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τ οῦ θείου τόκου σου ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.
Το ῦ Μν ή στορος
ᾠ δ ὴ γ ‘. Ἦχος α´ Τῶν πρὸ τῶν αἰώνων
ὁ α’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ οῦ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς ἀποῤῥήτως ἐκλάμψαντος, καὶ ἐκ Παρθένου ἐπ’ ἐσχάτων, σαρκωθέντος ἀφράστως, Πατὴρ ὠνομάσθης ἔνδοξε, καὶ μυστηρίου φρικτοῦ θεωρός, Μάκαρ ἐχρημάτισας.
ὁ β΄ χορὸς
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὃ ν αἱ ἄνω τάξεις, ὡς Θεὸν ἀπερίγραπτον τρέμουσι, τοῦτον τεχθέντα ἐκ Παρθένου, Ἰωσὴφ ταῖς χερσί σου, κρατεῖς καθαγιαζόμενος, τῇ ἐπαφῇ τῇ φρικώδει σοφέ, ὅθεν σε γεραίρομεν.
ὁ α’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὕ ψος μυστηρίου, γενεαῖς μὴ γνωσθέντος ταῖς πρῴην Σοφέ, κατεπιστεύθης τῇ καρδίᾳ, καθαρὸς δεδειγμένος, δι’ οὗ ἅπαντες ἐσώθημεν, οἱ τὴν φωσφόρον καὶ θείαν πιστῶς, μνήμην σου δοξάζοντες.
ὁ β΄ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σ άρκα εἰληφότα, ἐξ ἁγνῶν σου αἱμάτων Παρθένε Ἁγνή, καὶ ἐν σπηλαίῳ γεννηθέντα, καὶ ἐν φάτνῃ τεθέντα, ἰδὼν Ἰωσὴφ ὁ δίκαιος, τὸν καθ’ ἡμᾶς ὁραθέντα Θεόν, ὕμνοις ἐμεγάλυνε
ᾨδὴ γ’, τῶν Ἁγίων Δαυῒδ καὶ Ιακώβου
Ἦχος δ’ Τὸ στερέωμα τῶν ἐπὶ σοὶ
ὁ α’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τ ὸν τεχθέντα σαρκί, ἐκ τῆς Παρθένου Μαρίας, ἀσπόρως Χριστόν, σὺν Ἀγγέλοις πάντες ὑμνήσωμεν· Δόξα ἐν ὑψίστοις κραυγάζοντες.
ὁ β ’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τ ὸν τεχθέντα σαρκί,…..
ὁ α’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἀ γραυλοῦντες πιστοί, τὸν ἀληθῆ οἱ Ποιμένες, Ποιμένα Χριστόν, ὑπ’ Ἀγγέλων εὐηγγελίσθησαν· Δόξα ἐν ὑψίστοις κραυγάζοντες.
ὁ β ’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ε ὐφραινέσθωσαν οἱ οὐρανοί, χορευέτω δὲ πᾶσα ἡ γῆ, τῷ τεχθέντι σήμερον ᾄδοντες· Δόξα ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ.
ὁ α ’ χορὸς
Δόξα Πατρί …
Τ ὴν πανέορτον τοῦ δι’ ἡμᾶς, κενωθέντος πιστοὶ ἑορτήν, σὺν Δαυΐδ τε καὶ Ἰακώβῳ, ὕμνοις ἐπαξίως τιμήσωμεν.
ὁ β ’ χορὸς
Καὶ νῦν … Θεοτοκίον
Ὡ ς Νυμφίον Δαυῒδ ἐκ παστοῦ, τῆς μητρῴας νηδύος φησί, νῦν τὸν Κύριον πορεύσεσθαι· ὃν σὺν Ἰακώβῳ ὑμνήσωμεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν ,…
Κοντάκιον
Ἦχος πλ. β’ – Τὴν ὑπὲρ ἡμῶν
Τ ῇ ζωαρχικῇ παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν κευθμώνων ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἐβράβευσε, τῷ βροτείῳ φυράματι΄ ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός.
Ὁ Οἶκος
Τ ὸν Σταυρὸν καὶ τὴν Ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾅδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾅδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς, ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν Ἀνάστασίν σου, δι’ ἧς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός.
ὁ β΄ χορὸς
Κ ά θισμα Ἦ χος α ‘
Χορ ὸ ς Ἀ γγελικ ὸ ς
Π ατρὸς ὡς ἀληθῶς, οὐρανίου θεράπων, ἐγένου Ἰωσήφ, καὶ Πατὴρ τοῦ ἀνάρχου, Υἱοῦ σὺ νενόμισαι, τοῦ σαρκὶ νηπιάσαντος, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, πιστῶς ἀνυμνοῦντές σε.
ὁ α΄ χορὸς
Δ ό ξα Πατρὶ … Κα ὶ ν ῦ ν … Χορ ὸ ς Ἀ γγελικ ὸ ς
Χ ορὸς τῶν Προφητῶν, ἑορτάζει ἐνθέως, τὸ θαῦμα τὸ ἐν σοί, γεγονὸς ὦ Παρθένε, Θεὸν σεσαρκωμένον γάρ, ἐπὶ γῆς ἀπεκύησας, Μάγοι πίστει δέ, σὺν Ἰωσὴφ ἐκβοῶσι. τῷ Δαυΐδ τὰ θαύματα τῷ Θεοπάτορι.
ᾠδὴ δ’ Ὁ Εἱρμὸς
Χ ριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαράς, ἐν Κυρίῳ ἑορτάζουσα.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τ ὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς, ὁ Σταυρὸς γὰρ ἐπάγη, καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ο ὐκ ἔτι ὄφις μοι ψευδῶς, τὴν θέωσιν ὑποβάλλει, Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν.
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὡ ς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπάρθενε μυστήρια.
Το ῦ Μν ή στορος
Ἦχος α´ Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔ χων λογισμὸν ταῖς θεϊκαῖς, ὑπείκοντα προστάξεσι, καὶ καθαρὸς ὅλος γενόμενος, τὴν μόνην ἐν γυναιξί, καθαρὰν καὶ ἄμωμον, μάκαρ Ἰωσὴφ σὺ ἐμνηστεύσω, τηρῶν Παρθένον ἁγνήν, πρὸς ὑποδοχὴν τοῦ Ποιήσαντος.
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μ όνῳ Γαβριὴλ ἐν οὐρανῷ, καὶ μόνῳ σοι ἀοίδιμε, μετὰ τὴν μόνην Ἀπειρόγαμον, τὸ μόνον ὑπερβολῇ, φοβερὸν μυστήριον, μάκαρ Ἰωσὴφ ἐνεπιστεύθη, τὸν μόνον φθοροποιόν, ἄρχοντα τοῦ σκότος τροπούμενον.
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔ μψυχος ναὸς φωτοειδής, ὑπάρχων τοῦ Ποιήσαντος, ἐπιμελείᾳ θείων πράξεων, ἐκ τοῦ ἁγίου Ναοῦ, τὸν Ναὸν τὸν ἅγιον, σὺ παραλαβεῖν κατηξιώθης, τὴν μόνην ἐν γυναιξί, μάκαρ Ἰωσὴφ Ἀειπάρθενον.
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Λ ύων τοῦ νοός σου προφανῶς, ἐπέστη ὁ ἀόρατος, ἀμφιβολίαν πᾶσαν, λέγων σοι΄ Μὴ φοβηθῇς Ἰωσήφ, Μαριὰμ τὴν Ἄχραντον, νῦν παραλαβεῖν, γαστρὶ γὰρ φέρει, τόν φέροντα τῇ αὐτοῦ, θεϊκῇ δυνάμει τὰ σύμπαντα.
ᾨδὴ δ’, τῶν Ἁγίων Δαυῒδ καὶ Ιακώβου
Ἦχος δ’ Τοὺς οὐρανοὺς ἡ ἀρετή σου
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τ ὴν ἄφραστον, τοῦ Θεοῦ Λόγου συγκατάβασιν, νοητοῖς προθεωρήσας Ἀββακοὺμ ὀφθαλμοῖς. Ἀπὸ Θαιμὰν ἐκραύγαζεν, ἥξει ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν.
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τ ῇ φάτνῃ σου, τῇ θεοδόχῳ περιέστησαν, στρατιαὶ τῶν Ἀσωμάτων, Υἱὲ τοῦ Θεοῦ, τὸν ὑπὲρ λόγον τόκον σου, τρόμῳ καὶ ἐκπλήξει δοξάζουσαι.
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Μ ετὰ τῶν Μάγων, τὸν Δεσπότην προσκυνήσωμεν, καὶ μετ’ Ἀγγέλων καὶ Ποιμένων χορεύσωμεν, θεοπρεπῶς κραυγάζοντες· Δόξα ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ.
Δόξα Πατρί …
Ὁ βασιλεύων, τῶν ἁπάντων Βασιλέων Χριστός, κατὰ σάρκα ἐκ σπέρματος Δαυῒδ γεννηθείς, τὸν ἐκλεκτὸν Ἰάκωβον προσήκατο, ἀδελφὸν ὡς ηὐδοκησεν.
Καὶ νῦν … Θεοτοκίον
Ὁ ἐκ Παρθένου, Θεὸς Κύριος φανεὶς ἐν σαρκί, συνεδόξασε τὴν μνήμην ὑμῶν Ἅγιοι, τῶν Ἀποστολων πρόκριτε Ἰάκωβε, καὶ Δαυῒδ παμμακάριστε.
ᾠδὴ ε’Ὁ Εἱρμὸς
Τ ῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον, δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.
Στίχ.Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὑ ποχωρεῖ μοι τὰ Χερουβίμ, νῦν, καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα, νῶτά μοι δίδωσι, σὲ ἰδόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, Λῃστῇ ὁδοποιήσαντα τὸν Παράδεισον.
Στίχ.Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ο ὐκέτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστέ, ὑποστροφήν, σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον, δι’ εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας τῇ Ἀναστάσει σου.
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τ οὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον, σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως Θεογεννήτριαν.
Το ῦ Μν ή στορος
Ἦχος α´Θεὸς ὢν εἰρήνης
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Π ρᾳότητι λάμπων, σοφὲ Ἰωσήφ, ἐν τῇ γῇ τῶν πραέων ἐσκήνωσας, Χριστοῦ τοῦ πρᾴου ῥήματι, Πατὴρ ὀνομασθείς΄ ὃν ἐν ταῖς σαῖς ἀγκάλαις, κρατήσας ἡγιάσθης, καὶ ἰδὼν ἐδοξάσθης, σάρκα βροτείαν περικείμενον.
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡ ς θείαν Nεφέλην, τὴν μόνην Ἁγνήν, ἐν τοῖς κόλποις τὸν Ἥλιον κρύπτουσαν, εἰς Αἴγυπτον μετήγαγες, ἐκ πόλεως Δαυΐδ, τὸ ταύτης λῦσαι σκότος, τῆς εἰδωλομανίας, Ἰωσὴφ μυστηρίου, ὑπὲρ κατάληψιν διάκονε.
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δ ίκαιος ὑπάρχων, δικαίαις ὁδοῖς, τοῦ δικαίου Δεσπότου πεπόρευσαι, τοῦ κρίναντος δικαίως σε, τοιούτῳ φοβερῷ, Παμμάκαρ μυστηρίῳ, πιστῶς καθυπουργῆσαι, τῆς ἀῤῥήτου λοχείας, δι’ ἧς βροτοὶ ἐδικαιώθημεν.
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ε ὑρέθη ὡς ἔφη, Προφήτης Δαυΐδ, ἐν γαστρὶ ἡ Παρθένος χωρήσασα, τὸν φύσει ἀπερίγραπτον, Θεὸν Ἐμμανουήλ΄ ὅπερ μὴ ἐννοήσας, ὁ θεῖος ἐδιδάχθη, Ἰωσὴφ ὑπ’ Ἀγγέλου, νυκτὶ καθεύδων ὁ ἀοίδιμος.
ᾨδὴ ε’, τῶν Ἁγίων Δαυῒδ καὶ Ιακώβου
Ἦχος δ’ Ὁ ἀνατείλας
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὁ ἀνατείλας ἡμῖν, τοῖς ἐν σκότει τὸ φέγγος, τῆς σῆς θεοφανείας, δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὁ ἐκ Παρθένου Ἁγνῆς, εὐδοκήσας τεχθῆναι, Θεὸς σεσαρκωμένος, δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν μνήμην φαιδρύνας, Δαυῒδ καὶ Ἰακώβου, δόξα σοι, δόξα σοι Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὃ ν ὁ Προφήτης Δαυΐδ, ὑετὸν ἐπὶ πόκον, ἐκάλει θεοπνεύστως, Ἰάκωβος ἐκήρυξεν, Ἰησοῦν τὸν Υιὸν τοῦ Θεοῦ.
Δόξα Πατρί …
Ὁ τὴν τοῦ δούλου μορφήν, ἐνδυσάμενος Λόγε, ἐκ μήτρας παναγίας, δόξα σοι, δόξα σοι, Υἱὲ τοῦ Θεοῦ.
Καὶ νῦν … Θεοτοκίον
Τ ὴν τοῦ Ἀγγέλου φωνήν, ἀσιγήτως ἡ Κτίσις, προσφέρει σοι Παρθένε, Χαῖρε Μήτηρ Ἄχραντε, Ἰησοῦ Υἱοῦ τοῦ Θεοῦ.
ᾠδὴ ς’Ὁ Εἱρμὸς
Τ οῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμὼν, βοῶ σοι, Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, Πολυέλεε.
Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σ ταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθ’ ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαῤῥήξας, τὸν κόσμον ἠλευθέρωσας.
Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἀ δὰμ κατενήνεκται, δι’ ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾍδου βάραθρον, ἀλλ’ ὁ φύσει Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ’ ὤμων βαστάσας συνανέστησας.
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.
ᾠδὴ ς Το ῦ Μν ή στορος
Ἦχος α´ Σπλάγχνων Ἰωνᾶν
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ξ ένῳ τοκετῷ, ἐκ Κόρης θεόπαιδος, τοῖς ξένοις ἡμῖν ἐπιδημήσαντα, τὸν ἀΐδιον τοῦ Πατρὸς Θεὸν λόγον, λαβὼν Ἰωσήφ, τὴν πρὸς Αἴγυπτον παμμάκαρ ξένην κάθοδον, χαίρων, σὺν αὐτῷ πεποίησαι, καθυπείκων τοῖς θείοις προστάγμασιν.
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἵ στασο Θεῷ, σαρκὶ νηπιάσαντι, σοφὲ Ἰωσὴφ διακονούμενος, ὥσπερ Ἄγγελος, καὶ ἀμέσως πρός τούτου ηὐγάσθης σαφῶς, τὰς ἀκτῖνας τὰς ἀΰλους εἰσδεχόμενος, μάκαρ, καὶ φωτοειδέστατος, καὶ ψυχῇ καὶ καρδίᾳ δεικνύμενος.
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅ λος ἐπαφῇ, τῇ θείᾳ πανεύφημε, καθαγιασθεὶς ψυχῇ καὶ σώματι, μεταβέβηκας, πρὸς ἀΰλους μονὰς ἁγιάζων νυνί, τοὺς τελοῦντάς σου τὴν μνήμην Δίκαιε, ὄντως, Ἰωσὴφ πανάγιε, παναγίας μνηστὴρ Θεομήτορος.
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ν έον ἐπὶ γῆς, παιδίον ἑώρακας, Παρθένου Ἁγνῆς ἀποτικτόμενον, τὸν προτέλειον, καὶ πρὸ πάντων αἰώνων ἐκφύντα Πατρός΄ καὶ Ἀγγέλων ἀνυμνούντων τοῦτον ἤκουσας, ἔνδον τοῦ σπηλαίου κείμενον, Ἰωσὴφ ἐπὶ φάτνης πανεύφημε.
ᾠδὴ ς τῶν Ἁγίων Δαυῒδ καὶ Ιακώβου
Ἦχος δ’ Ἐβόησε, προτυπῶν
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἐ βόησαν, παραδόξως τοῦ τόκου σου Κύριε, τὸ φρικῶδες μυστήριον, οἱ χοροὶ τῶν Ἀγγέλων θεώμενοι· Ἐν ὑψίστοις δόξα τῷ Θεῷ· ἐπὶ γῆς νῦν γὰρ τίκτεται.
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ε ὐδόκησας, ἐκ Παρθένου τεχθῆναι ὡς ἄνθρωπος, ἐπ’ ἐσχάτων, ἐκ Πατρὸς πρὸ αἰώνων τεχθεὶς ὡς Θεός, ἵνα τὸν φθαρέντα, ἀναπλάσῃς Ἀδὰμ ὡς φιλάνθρωπος.
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἐ κάθισας, ἐπὶ θρόνου ὡς ὤμοσας Κύριε, τοῦ Προφήτου σου Δαυΐδ, ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ προελθών, Ἰακώβῳ δέ, τῆς Ἐκκλησίας τὸν θρόνον παρέθου Χριστέ.
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἐ πέστησαν, ἐκπληττόμεναι τάξεις οὐράνιαι, ἐν σπηλαίῳ, καὶ τὸν τόκον τὸν ἄχραντον ὕμνησαν, ἀσιγήτως· Δόξα, ἐν ὑψίστοις Θεῷ ἀναμέλπουσαι.
Δόξα Πατρί
Β ασιλεὺς μέν, ὁ Δαυῒδ καὶ Προφήτης θεσπέσιος, καὶ Προπάτωρ, ἀνεδείχθη τῆς θείας σαρκώσεως, Πρωτεπίσκοπος δέ, μαθητὴς ὁ Ἰάκωβος δείκνυται.
Καὶ νῦν … Θεοτοκίον
Δ εόμεθα, ὑπὲρ τῶν οἰκετῶν σου ἀλόχευτε, Θεοτόκε, τὸν ἐκ σοῦ σαρκωθέντα δυσώπησον, ὅτι σὲ καὶ μόνην, προστασίαν ἡμῶν ἐπιστάμεθα..
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς …
Κοντ ά κιον Ἦ χος γ ‘
Ἡ Παρθ έ νος σ ή μερον
Ε ὐφροσύνης σήμερον, Δαυΐδ πληροῦται ὁ θεῖος, Ἰωσήφ τε αἴνεσιν, σὺν Ἰακώβῳ προσφέρει στέφος γὰρ τῇ συγγενείᾳ Χριστοῦ λαβόντες, χαίρουσι, καὶ τὸν ἀφράστως ἐν γῇ τεχθέντα, ἀνυμνοῦσι καὶ βοῶσιν, Ο ἰ κτ ί ρμον σ ῷ ζε το ὺ ς σ ὲ γερα ί ροντας .
Ὁ Ο ἶ κος
Ἀ ποῤῥήτῳ βουλῇ, τίκτεται σαρκὶ ὁ ἄσαρκος, περιγράφεται νῦν σώματι, ὁ ἀπερίγραπτος, καὶ σώζει ἀτρέπτως τὰς ἄμφω οὐσίας, ἀρχὴν λαμβάνει ὁ φύσει ἄναρχος, καὶ μόνος ὑπέρχρονος, ὁρᾶται βρέφος, ὁ ὑπερτέλειος, φέρεται χερσίν, ὁ φέρων τὰ σύμπαντα. Διὸ τοὺς τούτου συγγενείᾳ σεμνυνομένους, ὡς Θεὸς στέφει τῷ ἑαυτοῦ τοκετῷ, οὓς δοξάζοντες πίστει, ἀσιγήτως ἐκβοῶμεν, Ο ἰ κτ ί ρμον σ ῷ ζε το ὺ ς σ ὲ γερα ί ροντας
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ Λ ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας, τῆς ἐν Θεσσαλονίκῃ.
Στίχοι
Εἰς δεξιὰν νύττουσι πλευρὰν κυρίως,
Πλευρὰς Ἀδὰμ κύημα τὴν Ἀνυσίαν.
Πλευρὰν Ἀνυσίης τριακοστῇ ἔγχος ἔνυξεν.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδώρας, τῆς ἀπὸ Καισαρείας.
Στίχοι
Ἀπῆρε δεσμοῦ σαρκὸς ἡ Θεοδώρα,
Οὗπερ λυθῆναι ζῶσα καὶ πρὶν ἠγάπα.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Φιλεταίρου.
Στίχοι
Φιλέταιρος πέπονθεν ἀθλητῶν νόμῳ,
Κἂν οὐκ ἀπῆλθεν ὡς ἀθλητὴς ἐκ βίου.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Λέων ὁ Ἀρχιμανδρίτης, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ῥευστοῦ μεταστάς, Χριστέ, Λέων ἐκ βίου
Σκύμνον λέοντος ἐξ Ἰούδα σε βλέπει.
Τ ῇ αὐτῇ ἡμέρᾳ , Κυριακῇ μετὰ τὴν Χριστοῦ Γέννησιν, μνήμη τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων, Ἰωσὴφ τοῦ Μνήστορος τῆς Ἁγίας Παρθένου Δεσποίνης ἡμῶν Θεοτόκου, Ἰακώβου τοῦ Ἀδελφοῦ τοῦ Κυρίου, καὶ Δαυΐδ τοῦ Προφήτου καὶ Βασιλέως.
Στίχοι
Τιμῶ Ἰωσὴφ Μνήστορα τῆς Παρθένου,
Ὡς ἐκλεγέντα φύλακα ταύτης μόνον.
Σὺ τέκτονος παῖς, ἀλλ’ ἀδελφὸς Κυρίου,
Τοῦ πάντα τεκτήναντος ἐν λόγῳ μάκαρ.
Ἐγὼ τὶ φήσω; μαρτυροῦντος Κυρίου,
Τὸν Δαυΐδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν
Τ αῖς τῶν σῷν Ἁγίων σου πρεσβείαις, Χριστέ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδ ὴ α’ Ἦ χος α’
Ἰαμβικαὶ
Ἔ σωσε λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι.
Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν, ὃν κατ’ οὐσίαν,
Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
ὁ β΄ χορὸς
ᾠδ ὴ γ’
Ν εῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν,
Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ, μελῳδοὺς…
ὁ α’ χορός
…τῇ βάσει τῆς πίστεως.
ὁ β΄ χορὸς
ᾠδ ὴ δ’
Γ ένους βροτείου τὴν ἀνάπλασιν πάλαι,
ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,
Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.
Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,
Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.
ὁ α΄ χορὸς
ᾠδ ὴ ε’
Ἐ κ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης
Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,
Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,
Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,
Καθ’ ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος.
ὁ β’ χορός
ᾠδ ὴ Ϛ’
Ν αίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας.
ὁ α΄ χορὸς
ᾠδ ὴ ζ’
Τ ῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,
Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,
Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,
Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,
Λέγουσιν, Εἰς αἰῶνας εὐλογητὸς εἶ.
ὁ β΄ χορὸς
ᾠ δ ὴ η’
Στίχ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον
Μ ήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,
Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,
Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.
Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,
Λαοὺς πρὸς ὕμνον ἐ ξαν ί στησι χ ά ρις.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)
ὁ α’ χορός
Στίχ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
Καταβασία
ᾠδ ὴ θ’
Ἰ αμβικ ὸ ς
(Στίχ. Μ εγάλυνον ψυχὴ μου τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων).
Σ τέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προα ί ρεσις δ ί δου.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Ὑ ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅ τι ἅγιος ἐστι.
ὁ α’ χορός
Ἐ ξαποστειλ ά ριον Θ ’
Σ υγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας, καὶ ὀκτὼ μεθ’ ἡμέρας, τὴν σὴν πλευράν, τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας. Μεθ’ οὗ βοῶμεν, Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις.
ὁ β’ χορός
T ῶν Θεοπατόρων
Το ῖ ς Μαθητα ῖ ς συν έ λθωμεν
Σ ὺν Ἰακώβῳ μέλψωμεν, τῷ κλεινῷ θεαδέλφῳ, Δαυΐδ τὸν Θεοπάτορα, Ἰωσήφ τε τὸν θεῖον, τῆς Θεοτόκου Μνήστορα, τοῦ Χριστοῦ γὰρ τῇ θείᾳ γεννήσει καθυπούργησαν, Βηθλεὲμ ἐν τῇ πόλει, θεοπρεπῶς, μετ’ Ἀγγέλων, Μάγων τε καὶ Ποιμένων, αὐτῷ τὸν ὕμνον ᾄδοντες, ὡς Θεῷ καὶ Δεσπότῃ.
ὁ α’ χορὸς
Ἐ πεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου…
ὁ β’ χορὸς
…ἐ τέχθη ὁ Κύριος.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος πλ. β΄’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ . Τ οῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπ᾽ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Στίχ . Α ἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ . Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Σ ὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τ ριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.
ΤΗΣ ΕΟΡΤΗΣ
ὁ α’ χορός
Ἦχος δ’
Στίχ . Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἀ νδρ έ ου Ἱ εροσολυμ ί του
Ε ὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν, Ἀκατάληπτε Κύριε, δόξα σοι
ὁ β’ χορὸς
Στιχ . Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὁ α ὐ τ ὸ ς
Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει. Μάγοι προσκυνοῦσι. Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.
ὁ α’ χορὸς
Στιχ . Ε ἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ὁ α ὐ τ ὸ ς
Θ εοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτήρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα, οὐ φέρει τὸ μυστήριον ἔρευναν, πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες. Ἀνερμήνευτε Κύριε, δόξα σοι.
ὁ β ’ χορὸς
Στιχ . Ἐ κ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται
Ὁ α ὐ τ ὸ ς
Δ εῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον. Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες΄ Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς. .
ὁ α ’ χορός
Δόξα Πατρί … Ἦ χος πλ . δ ‘ Ἀ νατολ ί ου
Α ἷμα καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ, τέρατα γῆς, ἃ προεῖδεν Ἰωήλ΄ αἷμα τὴν Σάρκωσιν΄ πῦρ τὴν Θεότητα, ἀτμίδα δὲ καπνοῦ, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐπελθὸν τῇ Παρθένῳ, καὶ κόσμον εὐωδιάσαν. Μέγα τὸ μυστήριον, τῆς σῆς ἐνανθρωπήσεως, Κύριε δόξα σοι
ὁ β ’ χορός
Καὶ νῦν… ἦχος β’
Ὑ περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν΄ Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ. β΄’ ( Ἀργή ἢ σύντομος )
· Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
· Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
· Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
· Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
· Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
· Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
· Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
· Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
· Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
· Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
· Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ΄)
· Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
· Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
· Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
· Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δ όξα Πατρὶ ..Καὶ νῦν…. .
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅ γιος ὁ Θεός,………
καὶ εὐθύς
τὸ παρόν Ἀναστάσιμον Τροπάριον
Ἦχος πλ β’
Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
᾽Αντίφωνον α´
Ἦχος β´.
Στίχ.’. Ἐ ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ . Μ εγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ .᾽.᾽Ε ξομολόγησις καί μεγαλοπρέπεια τό ἔργον αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς
Στίχ . Λ ύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ· ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς
Δόξα Πατρὶ…Καί νῦν…
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Ἀντίφωνον Β’
Ἦχος ὁ αὐτὸς.
Στίχ . Μ ακάριος ἀνήρ, ὁ φοβούμενος τόν Κύριον· ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Σ ῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.
Στίχ . Δ υνατόν ἐν τῇ γῇ ἔσται τό σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται.
Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, …
Στίχ . Δ όξα καί πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος.
Σ ῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ……
Στίχ . ᾽Ε ξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν, ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.
Σ ῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ….
Δόξα Πατρί…Καὶ νῦνὶ…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ ‘
Στίχ . α ’ Ε ἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ἀπολυτίκιον Ἦ χος δ ’
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Στίχ . β ’ ῾Ρ άβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.
῾Η Γέννησίς σου, Χριστέ ὁ Θεός ἡμῶν…
Στίχ . γ ’ Μ ετά σοῦ ἡ ἀρχή ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ῾Αγίων σου.
῾Η Γέννησίς σου, Χριστέ ὁ Θεός ἡμῶν…
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…
…ψ άλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον )
Ἀπολυτίκιον Ἦχος πλ.β’
Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Ἀπολυτίκιον Ἦ χος δ ’
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Ἦ χος β ‘
Ε ὐαγγελίζου Ἰωσήφ, τῷ Δαυΐδ τὰ θαύματα τῷ Θεοπάτορι, Παρθένον εἶδες κυοφορήσασαν, μετὰ Mάγων προσεκύνησας, μετὰ Ποιμένων ἐδοξολόγησας΄ δι’ Ἀγγέλου χρηματισθείς, ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
ἦχος γ ’
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι. δι’ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρ ὸ α ἰώ νων Θε ό ς
Τρισάγιον.
᾽Απόστολος
Προκείμενον. Ἦχος δ΄
Θ αυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ : Ἐ ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 1:11-19
Ἀ δελφοί, γνωρίζω ὑμῖν τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾽ ἀποκαλύψεως ᾽Ιησοῦ Χριστοῦ. ᾽Ηκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ ᾽Ιουδαϊσμῷ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ ᾽Ιουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς ῾Ιεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς ᾽Αραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. ῎Επειτα μετὰ τρία ἔτη ἀνῆλθον εἰς ῾Ιεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ ᾽Ιάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
Ἀ λληλούϊα.(γ΄) Ἦχος β ΄
Μ νήσθητι, Κύριε, τοῦ Δαυΐδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ.
Στίχ . Ὤ μοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Εὐαγγέλιον
. Ἐκ τοῦ κατὰ Ματθαῖον .
(Κεφ. Β, 13-23)
Ἀ ναχωρησάντων τῶν Μάγων, ἰδού, ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσήφ, λέγων΄ Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι΄ μέλλει γὰρ Ἡρώδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον. Καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρώδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος, ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.Τότε Ἡρώδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου, λέγοντος΄ Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων΄ Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ.Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν΄ χρηματισθεὶς δὲ κατ’ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας΄ Καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν Προφητῶν΄ ὅτι Ναζωραῖος κληθήσεται .
Δ όξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό, Ἐξαιρέτως
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Κοινωνικὸν
Α ἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀ λληλούϊα
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄).
Ἀ πόλυσις
«…῾Ο ἐν σπηλαίῳ γεννηθείς…καὶ ἀναστάς ἐκ νεκρῶν….»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.