ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΝΑΣΤΑΣΙΑΣ ΤΗΣ ΦΑΡΜΑΚΟΛΥΤΡΙΑΣ (22 ΔΕΚΕΜΒΡΙΟΥ  2018)

 

22 ΔΕΚΕΜΒΡΙΟΥ  2018

+Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας. 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…    

χος .δ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωςάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.  

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Προεόρτιον. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ· εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

ὁ β’ χορὸς

Δόξα. Τῆς Ἁγίας. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.

Τὴν μνήμην σου σήμερον Ἀναστασία σεμνή, πιστῶς ἑορτάζοντες ἀνευφημοῦμεν ἀεί, τοὺς ἄθλους καὶ τοὺς πόνους σου. Λύτρωσαι τῶν κινδύνων, τῶν ἡμᾶς πολεμούντων, παῦσον τὰς κακουχίας, τῶν πρὸς σὲ προστρεχόντων, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν δούλων σου.

ὁ α’ χορὸς

Καὶ νῦν. Τό Προεόρτιον. 

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται……

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…

Μετ τν α’ Στιχολογαν

ὁ α’ χορός

 Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

ς νύμφην σε Χριστοῦ, εὐφημοῦμεν παρθένε, ὡς Θέκλαν τὴν σεμνήν, ἐπαξίως τιμῶμεν· διὸ καὶ ἐν τῇ μνήμῃ σου, ἀρυόμεθα νάματα· σὺ γὰρ εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, ὡς φυλάξασα, τὰς ἐντολὰς τοῦ Κυρίου, δυνάμει τοῦ Πνεύματος.

ὁ β’ χορὸς

 

Δόξα. Καὶ νῦν. Προεόρτιον.

γάλλου ἡ Σιὼν· Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν Ἀστέρα προπέμψας, μηνύει τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· Ὅν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Φιλάνθρωπος.

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορός

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

κοσμήθης στεφάνοις παρθενικοῖς, ἐδοξάσθης ἐν πόνοις ἀθλητικοῖς, πολλοὺς προσενέγκασα, σωζομένους τῷ Κτίστῃ σου· τῷ γὰρ θείῳ πόθῳ, λιποῦσα τὰ πρόσκαιρα, ἀνδρικοὺς ἀγῶνας, ἐτέλεσας ἔνδοξε· ὅθεν μετὰ τέλος, ἀτελεύτητον εὗρες, ζωὴν βασιλεύουσα, σὺν Χριστῷ τῷ Νυμφίῳ σου, Ἀναστασία πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορὸς

Δόξα. Καὶ νῦν. Προεόρτιον.

Οὐρανός μοι ἐφάνης σήμερον γῆ, ἐπὶ γῆς γὰρ γεννᾶται ὁ Ποιητής, καὶ φάτνη ἀνακλίνεται, ὁ τοῖς πᾶσιν ἀχώρητος· ἐν ὑψίστοις δόξα, οἱ Ἄγγελοι μέλπουσι, εἰρήνη ἐν κόσμῳ, βροτοῖς ἀπολύτρωσις· εἶδον τὸν ἀστέρα, τῆς Περσίδος οἱ Μάγοι, καὶ δῶρα προσάξοντες, ἠπειγμένως ἐβάδιζον, χρυσὸν καὶ σμύρναν καὶ λίβανον, Χριστῷ τῷ τοῦ παντὸς Βασιλεῖ, τῷ ἐκ Παρθένου, γεννηθῆναι μέλλοντι, καὶ τῶν ἀνθρώπων τὴν φύσιν, θεῶσαι θελήσαντι.

 

Μετὰ τὸν Πολυέλεον

Κάθισμα τῆς Ἁγίας

ὁ α’ χορὸς

Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῶν Μαρτύρων ζηλοῦσα τὴν ἀρετήν, συμπαθείᾳ καρδίας τούτων θερμῶς, ταῖς χρείαις ἑκάστοτε, διηκόνεις θεόπνευστε καὶ τοὺς ἰχῶρας πίστει, ἐξέματτες χαίρουσα, ἐν μηδενὶ θεμένη, τὰ πρόσκαιρα βάσανα· ὅθεν ἐπὶ τέλει, συσχεθεῖσα καὶ πόνους, πολλοὺς ὑπομείνασα, στεῤῥοτάτως ἐνήθλησας, Ἀναστασία πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορὸς

Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς

Τῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, τικτομένῳ Θεῷ ἡμῶν, Ὅν δοξάζει τὰ σύμπαντα.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον – Ἦχος δ’

ὁ α’ χορὸς

πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

ὁ β’ χορὸς

πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

ὁ α’ χορὸς

Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου

πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

Ἦχος β’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Ἐκ τοῦ κατὰ Ματθαῖον 
ιε΄ 21 – 28 

Τῷ καιρῷ ἐκείνῳ ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· Ἐλέησόν με, Κύριε, υἱὲ Δαυῒδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ἡ δὲ εἶπε· Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης. 

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ ψαλμὸς (χύμα) 

ὁ α΄ χορὸς

Δξα Πατρὶ… Ἦχος β’

Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος πλ.β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

θαύμασαν οἱ Ἄγγελοι ἄνωθεν, καὶ ἔφριξαν οἱ ἄνθρωποι κάτωθεν, ὁρῶντές σε μετὰ σαρκὸς ἀσθενοῦς, τὸν ἄσαρκον ἐχθρὸν συμπατήσασαν, καὶ Χριστὸν τὸν Θεὸν ἀνδρειοφρόνως κηρύξασαν, Ἀναστασία πολύαθλε. Βαβαὶ τῆς καρτερίας! Ὄντως ὑπερτέρα ἐδείχθης τῆς ἀῤῥενόφρονος Ἰουδήθ· οὐκ Ὀλοφέρνην γὰρ ἔκτεινας, ἀλλ’ αὐτὸν τὸν τὴν σὴν προμήτορα Εὔαν πτερνίσαντα. Καὶ νῦν τῶν στεφάνων τῆς νίκης, ἐν οὐρανοῖς ἀπολαύουσα, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ  

Κανὼν ὁ Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς.

Τῇ μακρᾷ πέμπτῃ μακρὸν ὕμνον ἐξᾴδω.

ᾨδὴ α’

Ἦχος πλ. β’ Ὁ Εἱρμὸς

ὁ α’ χορός

Τμηθείσῃ τμᾶται, πόντος Ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται βυθός, ὁ αὐτὸς ὁμοῦ, ἀόπλοις γεγονὼς βατός, καὶ πανοπλίταις τάφος· ᾠδὴ δὲ θεοτερπὴς ἀνεμέλπετο, ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

Στίχ Δόξα Σοι ὁ Θεός ἡμῶν,.δόξα Σοι

πανταιτία, καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος Σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε τὸν οἶκον ἑαυτῆς, ἁγνῆς ἐξ ἀπειράνδρου Μητρός· ναὸν γὰρ σωματικὸν περιθέμενος, ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

Στίχ Δόξα Σοι ὁ Θεός ἡμῶν,.δόξα Σοι

Μυσταγωγοῦσα, Μάγους συγκαλεῖ, τὴν ἀπαρχὴν Θεοῦ Σοφία τῶν Ἐθνῶν, τοὺς ἀλόγους πρὶν τραφῆναι λογικῶς, ἀλόγων ἐπὶ φάτνης τραπέζης, κειμένης τῆς μυστικῆς, πρὸς ἣν σπεύδουσι, σὺν δώροις ὁδεύοντες, ἀστέρος προλάμποντος.

ὁ β’ χορός

Στίχ Δόξα Σοι ὁ Θεός ἡμῶν,.δόξα Σοι

Ἀκουτισθῶμεν, νῦν Προφητικῶν, ἐκπληρουμένων διὰ Πνεύματος φωνῶν· ἡ Παρθένος γὰρ λαβοῦσα ἐν γαστρί, ἐπείγεται τεκεῖν τὸν προόντα, ὃν Μάγοις μὲν οὐρανὸς καθυπέδειξε, Ποιμέσι δὲ Ἄγγελοι, ὡς βρέφος φαινόμενον.

Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς, ἐλλιπὴς ὅμως τινῶν Τροπαρίων.

Τοὺς εὐκλεεῖς σου, Μάρτυς, αἰνέσω πόνους ἐγὼ.

Ὁ Ἰωσήφ.

ᾨδὴ α’Ἦχος α’Ὁ Εἱρμὸς «ᾨδὴν ἐπινίκιον,».

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τὴν μνήμην σου σήμερον, Ἀναστασία, πιστῶς ἑορτάζομεν, ἣν Χριστὸς ἐδόξασεν, ἀπείροις θαύμασιν, ὁ ἐν τῇ πόλει Βηθλεέμ, σαρκὶ τικτόμενος.

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

κόσμος ἀγάλλεται, τὰς ἀριστείας, τὰς σὰς καὶ τὰ θαύματα, καὶ τὰ κατορθώματα, ἀνακηρύττων ἀεί, Ἀναστασία, ἀθλητῶν τὸ ἐγκαλλώπισμα.

ὁ α’ χορός

Δξα Πατρὶ…

μνοῦμεν τοὺς πόνους σου, Ἀναστασία, τὰ ἆθλα τὰ στίγματα τὰ φρικτὰ τεράστια, τὴν πρὸς τὸν Κύριον, θείαν ἀγάπην, καὶ πολλὴν ὄντως οἰκείωσιν.

ὁ β’ χορός  

Κα νν… Θεοτοκον

Σαρκοῦται ὁ ἄσαρκος, δι’ εὐσπλαγχνίαν, ἐκ Κόρης τικτόμενος, Μάγοι εὐτρεπίζονται, ἀνατολῶν Βασιλεῖς, τοῦτον θεάσασθαι πιστῶς, καὶ προσκυνῆσαι σαρκί.

ᾨδὴ γ’, ὁ Προεόρτιος

Ἦχος πλ. β’ Ὁ Εἱρμὸς

ὁ α’ χορός  

Κύριος ὢν πάντων, καὶ Κτίστης Θεός, τὸ κτιστὸν ὁ ἀπαθής, πτωχεύσας ἑαυτῷ ἥνωσε· καὶ ὡς βρέφος φερόμενος σαρκί, ἐν φάτνῃ πενιχρᾷ προσκυνεῖται. Φάγετε βοῶν τὸ σῶμά μου, καὶ πίστει στερεωθήσεσθε».

ὁ β’ χορός  

Κύριος ὢν πάντων,……

ὁ α’ χορός

Στίχ Δόξα Σοι ὁ Θεός ἡμῶν,.δόξα Σοι

ύσιον κενῶσαι, ἐρχόμενον νῦν, ὑπὲρ κόσμου τὸ οἰκεῖον αἷμα, Χριστὸν θρασύνεται, ὁ Ἡρῴδης τοῦ κτεῖναι πρὸ καιροῦ, μανεὶς πρὸ τῆς μανίας Πιλάτου· ὅθεν φονικῇ ὠμότητι, τῶν Βρεφῶν στίφη κατέσφαξεν.

ὁ β’ χορός

Στίχ Δόξα Σοι ὁ Θεός ἡμῶν,.δόξα Σοι

φρων ἀνήρ, ἔφη· οὐκ ἔστι Θεός· ὃς μανίας πληρωθεὶς ἐσχάτης, Χριστοκτονίαν νοσεῖ, τοῦ σκοποῦ δὲ τῆς τόλμης ἐκπεσών, πρὸς φόνον βρεφῶν ἀπειροκάκων, ὅλον ἑαυτὸν ἐξώπλισε, καὶ γῆν ἐμίανεν αἵμασιν.

ᾨδὴ γ’, τῆς Ἁγίας

Ἦχος α’ Λίθον ὃν ἀπεδοκίμασαν

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

νδον τοῦ Σπηλαίου τίκτεται, ὁ πρὸ ἑωσφόρου, ἐκ γαστρὸς ἐκλάμψας, ὑπὲρ νοῦν καὶ λόγον, καὶ τοῦτον οὐρανόθεν, ἀστὴρ ὑποδείκνυσι, ἀστρολόγοις ἐμφανῶς, τοῦτον πιστοὶ ὑμνολογήσωμεν.

ὁ β χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

δε ἱερὰ πανήγυρις, ἡμῖν ἐτησίως ἔλαμψεν ἡ μνήμη, ἡ τῆς Ἀθληφόρου, ἐν ταύτῃ φωτισθέντες, Θεὸν ἀνυμνήσωμεν, τὸν μεγαλύναντα αὐτὴν θεοπρεπῶς, θαυματουργίαις πολλαῖς.

ὁ α’ χορός

Δξα Πατρί…

Στόμα θεολόγων ἤνοιξας, μέσον τοῦ σταδίου, καθομολογοῦσα, τοῦ Χριστοῦ τὸ πάθος, καὶ πάσχουσα προθύμως, ἐντεῦθεν γεγένησαι, πᾶσι τοῖς κάμνουσιν ἀεί, Μάρτυς σεμνή, καταφυγὴ καὶ λιμήν.

ὁ β’ χορός   

Κα νν… Θεοτοκον

Οὗτος μόνος ὁ Θεὸς ἡμῶν, ἐκ σοῦ Παρθένε, σάρκα ὑπὲρ λόγον, ἀληθῶς φορέσας, τεχθῆναι ἐν Σπηλαίῳ, ἐπείγεται ὅπως με, οἶκον γενόμενον ληστῶν, δείξῃ ναὸν τοῦ θείου Πνεύματος.

Συναπτ μικρ κα ἡ Ἐκφνησις

 Ὅτι σ ε Θες μν,…

ὁ β’ χορός

Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καί Λόγον.

Τῶν Μαρτύρων ζηλοῦσα τὴν ἀρετήν, συμπαθείᾳ καρδίας τούτων θερμῶς, ταῖς χρείαις ἑκάστοτε, διηκόνεις θεόπνευστε, καὶ τοὺς ἰχῶρας πίστει, ἐξέματτες χαίρουσα, ἐν μηδενὶ θεμένη, τὰ πρόσκαιρα βάσανα· ὅθεν ἐπὶ τέλει, συσχεθεῖσα καὶ πόνους, πολλοὺς ὑπομείνασα, στεῤῥοτάτως ἐνήθλησας, Ἀναστασία πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορός

Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ’. Τὸ προσταχθὲν μυστικῶς.

Τῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίζομεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς οἱ Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, τικτομένῳ Θεῷ ἡμῶν, Ὅν δοξάζει τὰ σύμπαντα.

.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.

Οἱ ἐν πειρασμοῖς, καὶ θλίψεσιν ὑπάρχοντες, πρὸς τὸν σὸν ναόν, προστρέχοντες λαμβάνουσι, τὰ σεπτὰ ἰάματα, τῆς ἐν σοὶ οἰκούσης θείας χάριτος· Ἀναστασία σὺ γὰρ ἀεί, τῷ κόσμῳ πηγάζεις τὰ ἰάματα.

Ὁ Οἶκος.

Τῆς Ἀναστάσεως τοῦ Κυρίου συνεπώνυμος οὖσα, πεπτωκότα με νῦν ἀνάστησον ταῖς πρεσβείαις σου, ἐκ τῶν θαυμάτων τῶν σῶν, σταγόνα ἐπιστάξασα, Μάρτυς τῇ ψυχῇ μου, καὶ τὸν φλογμὸν τῆς δεινῆς ἁμαρτίας κατασβέσασα· τὸν κόσμον γὰρ διασῴζεις ἐκ παθῶν πολυτρόπων ἑκάστοτε, ὧνπερ κἀγὼ πεπείραμαι· σὺ γὰρ πάντα τοῖς πᾶσι παρέχουσα, τῷ κόσμῳ πηγάζεις τὰ ἰάματα.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΚΒ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας μεγαλομάρτυρος Ἀναστασίας, τῆς Φαρμακολυτρίας.

Στίχοι

  • Ἀναστασία φάρμακον πιστοῖς μέγα,

  • Πᾶν φάρμακον λύουσα, καὶ κεκαυμένη.

  • Καύθη Ἀναστασία πυρὶ δευτέρᾳ εἰκάδι λαύρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χρυσογόνου.

Στίχοι

  • Δίδωσι Χρυσόγονος αὐχένα ξίφει,

  • Ὁ πνεῦμα χρυσοῦς, χάλκεος δὲ τὸ σθένος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς.

Στίχοι

  • Ἡ Θεοδότη πῦρ φέρει σὺν φιλτάτοις,

  • Φίλτρῳ Θεοῦ ζέουσα, καὶ πυρὸς πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Ζωΐλου.

Στίχοι

  • Ζωὴν ῥέουσαν ἐκλιπὼν ὁ Ζωΐλος

  • Ζωὴν μένουσαν εὗρεν ἐν ζώντων τόπῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Τὰ θυρανοίξια τῆς τοῦ Θεοῦ μεγάλης Ἐκκλησίας.

Στίχοι

  • Αἴρουσιν ἄνδρες ἱεροὶ Χριστοῦ πύλας

  • Τοὺς Δαυῒδ ἡμῖν ἐκτυπούμενοι νόας.

Τῇ αὐτῇ ἡμέρᾳ, Τὸ φωτοδρόμιον τῆς τοῦ Θεοῦ Ἐκκλησίας.

Στίχοι

  • Τρέχοντα φῶτα σήμερον Ναοῦ κύκλῳ,

  • Δηλοῦσι φωτὸς εἰς τὸ πᾶν θείου δρόμον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. μν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α’  χος α’

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

δ γ’

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…

ὁ α’ χορός

γιος εἶ Κύριε.

ὁ β΄ χορὸς

δ δ’

άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

δ ε’

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε. 

ὁ β΄ χορὸς

δ ς’

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ὁ α’ χορός 

δ ζ’

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς

δ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…  

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’.

Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ν νυμνοντες μεγαλνομεν.  

Συναπτ μικρ κα ἡ Ἐκφνησις

Ὃτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Τῆς Ἁγίας. Ἦχος β’. Τοῖς μαθηταῖς συνέλθωμεν.

Παρθενομάρτυς ἔνδοξε, ἀθλοφόρων τὸ κλέος, Ἀναστασία πάνσοφε, δυσωποῦσα μὴ παύσῃ, τὸν ἐκ Παρθένου νῦν Κόρης, τῆς ἁγνῆς Θεοτόκου, τεχθῆναι προερχόμενον, ἐν σπηλαίῳ καὶ φάτνῃ, ἁμαρτιῶν, δοῦναι λύσιν πᾶσι τοῖς ἐκτελοῦσι, τὴν παναγίαν μνήμην σου, καὶ τιμῶσί σε πόθῳ.

ὁ β’ χορός

Προεόρτιον. Ὅμοιον.

Τὴν ἐκ Παρθένου Γέννησιν, τοῦ Χριστοῦ προκηρύττει, ἡ φωτοφόρος μνήμη σου, Μάρτυς Ἀναστασία, ἐν Βηθλεὲμ συγκαλοῦσα, Μάγους μὲν ἐκ Περσίδος, σὺν δώροις, τούς Ποιμένας δέ, μετ’ Ἀγγέλων πρὸς ὕμνον· σὺ γὰρ σαυτήν, ὡς χρυσὸν καὶ λίβανον καὶ ὡς σμύρναν, προσῆξας τῷ Δεσπότῃ σου, ἐναθλοῦσα Θεόφρον.

ΑΙΝΟΙ

Ἦχος πλ. β’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Αἱ Ἀγγελικαί.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Νῦν αἱ παλαιαὶ διαλύονται ἐμφάσεις, ἔσχεν ἐν γαστρί· ἡ Παρθένος γὰρ καὶ λίθος, ἐξ ὄρους ἀπετμήθη, καὶ ἡ ῥάβδος ἐβλάστησεν, ἡ τοῦ Ἰεσσαί, καὶ δρόσος ἄρτι, ἡ τοῦ Γεδεὼν ἐν γῇ ἐῤῥύη, λαοὶ κράξωμεν· ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ

Ξένου τοκετοῦ, ξένα πράγματα ὁρᾶται! Πῶς ὁ τῷ Πατρί, ἐν ὑψίστοις συνεδρεύων, ἐν φάτνῃ τῶν ἀλόγων, γεννηθεὶς ἀνακλίνεται; Πῶς ὁ ἀναφὴς ἐν τοῖς σπαργάνοις; Πῶς ὁ πανταχοῦ ἐν τῷ σπηλαίῳ; Λαοὶ κράξωμεν, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

          ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ὁ τερατουργῶν, καὶ τὴν Αἴγυπτον μαστίζων, ὕων τε λαῶ, τῷ ἀγνώμονι τὸ Μάννα, σαρκοῦται καὶ θηλάζει, καὶ παιδίον ὁρώμενος, φεύγει τὸν Ἡρῴδην, ὡς ἐπὶ νεφέλης τῇ Παρθένῳ, Μητρὶ ὀχούμενος, ὡς Ἡσαΐας προορᾷ, ὁ θεοπτικώτατος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Παιδίον ὁ προών, Βασιλεὺς ὁ τῶν αἰώνων, τίκτεται ἑκών, καὶ υἱὸς ἡμῖν ἐδόθη· ἀκούσατε τὰ ἔθνη, Ἰσραὴλ ἐνωτίσθητι, γνῶτε καὶ ἡττᾶσθε· μεθ’ ἡμῶν γάρ, Ὅς λεπτυνεῖ καὶ ἐκλικμήσει, ἐκ γῆς ἅπασαν, καὶ βασιλείαν καὶ ἀρχήν, Αὐτῷ μὴ ὑπείκουσαν.

ὁ α’ χορός

Δόξα. Ὅμοιον.

Ῥάβδῳ σιδηρᾷ, ποιμανθήσῃ Ἰουδαῖε, οἷα ἀπειθής, καὶ Προφήταις ἀντιπίπτων· Υἱῷ γὰρ γεννηθέντι, ὁ Πατὴρ κλῆρον δίδωσιν, ἔθνη καὶ κατάσχεσιν γῆς πάσης· σὲ δὲ ἀπωθεῖται μιαιφόνε, βοᾶν οὐ πείθῃ γάρ· ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

ὁ β’ χορός

Καὶ νῦν. Θεοτοκίον.

Σκίρτησον Δαυΐδ· ἐξ ὀσφύος σου Χριστὸς γάρ· χαίροις Ἰεσσαί, ἐξανθεῖ γάρ σου ἡ ῥίζα· ἐκ μηροῦ σου Ἰούδα, προελεύσεται Κύριος· κατὰ Βαλαὰμ ἔδεται ἔθνη· κατὰ τὸν μέγαν Ἡσαΐαν, ἰδοὺ τέξεται, παιδίον τὸν Ἐμμανουήλ, Παρθένος ἡ πάνσεπτος

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέηςόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουςί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

.  Προεόρτιον. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ· εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

.ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. α´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. α´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.  γ´.  Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα.

Δόξα ΠατρὶΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στχ.. Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ Ἅγιος ἐξ ὄρους κατασκίου δασέος.

Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ· εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

.

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

Ἦχος β

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός,…

ψάλλοντάς σοι, λληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ· εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Τῆς Ἁγίας. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.

Τὴν μνήμην σου σήμερον Ἀναστασία σεμνή, πιστῶς ἑορτάζοντες ἀνευφημοῦμεν ἀεί, τοὺς ἄθλους καὶ τοὺς πόνους σου. Λύτρωσαι τῶν κινδύνων, τῶν ἡμᾶς πολεμούντων, παῦσον τὰς κακουχίας, τῶν πρὸς σὲ προστρεχόντων, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν δούλων σου

Τοῦ Ναοῦ

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον Προερτιον χος γ’

Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδον νον, τν πρ αἰώνων Θεν.

Τρισάγιον.

Ἀπόστολος

Τῆς ῾Αγίας· (Γαλ. γ´ 23–29, δ´1-5)

Προκείμενον ἦχος δ’

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

                                Στίχ.Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 3:23-29, 4:1-5

δελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾿Ιησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι ᾿Ιουδαῖος οὐδὲ ῞Ελλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾿Ιησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾿Αβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

λληλούϊα. (γ΄)

Ἐκ τοῦ κατὰ Λουκᾶν

ιγ΄ 19 – 29

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὁμοίώθη ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. Πάλιν εἶπε· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱεροσαλήμ. εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· καὶ ἐρεῖ· λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω, 29καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.  

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

                                                             

πόλυσις  «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

22 ΔΕΚ18 ΕΟΡΤΗ ΑΓΙΑΣ ΑΝΑΣΤΑΣΙΑΣ ΤΗΣ ΦΑΡΜΑΚΟΛΥΤΡΙΑΣ

 

 

Advertisement

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s