ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΝΑΣΤΑΣΙΑΣ ΤΗΣ ΦΑΡΜΑΚΟΛΥΤΡΙΑΣ (22 ΔΕΚΕΜΒΡΙΟΥ  2018)

22 ΔΕΚΕΜΒΡΙΟΥ  2018

+Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας. 
 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ (21/12/18)

 Ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ναγνστης: μήν.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δξα σοι.

  • ν εἰρήνῃ τοῦ Κυρίου …….

Α΄στάσις του Μακάριος ἀνήρ

ὁ α’ χορός

Ἦχος πλ. β ‘  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στχ. α’. ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

. Ὅλην ἀποθέμενοι .

ἄδυτος Ἥλιος, παρθενικῶν ἐκ λαγόνων, ἀνίσχειν ἐπείγεται, τοῦ φωτίσαι ἅπασαν τὴν ὑφήλιον· καθαροῖς ὄμμασι, καὶ ἁγναῖς πράξεσιν, ὑπαντῆσαι Τούτῳ σπεύσωμεν, καὶ ὑποδέξασθαι, νῦν ἑτοιμασθῶμεν ἐν πνεύματι, ἐρχόμενον εἰς ἴδια, ξένῳ τοκετῷ ὡς ηὐδόκησεν, ὅπως ξενωθέντας, ἡμᾶς τῆς ἐν Ἐδὲμ διαγωγῆς, ἐπαναγάγῃ ὡς εὔσπλαγχνος, Βηθλεὲμ τικτόμενος.

ὁ β’ χορός

Στχ. β’. νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

νώτοις ὀχούμενος, χερουβικοῖς Θεὸς Λόγος, σαρκὶ καθ’ ὑπόστασιν, ἑνωθεὶς πανάμωμον, μήτραν ᾤκησε, καὶ βροτὸς γέγονε, καὶ εἰς γῆν ἔρχεται, τοῦ Ἰούδα ἀποτίκτεσθαι· Σπήλαιον ἅγιον, τῷ Παμβασιλεῖ εὐτρεπίσθητι, ὡς μέγιστον παλάτιον· Φάτνη δὲ ὡς θρόνος πυρίμορφος, ἐν ᾗ ὥσπερ βρέφος, Παρθένος Μαριὰμ ἀνακλινεῖ, ἐπ’ ἀνακλήσει τοῦ πλάσματος, Αὐτὸν ὡς ηὐδόκησεν.

ὁ α’ χορός

Στχ. γ’. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

λόγων ἐν φάτνῃ Σε, ἀνακλινεῖ ἡ Παρθένος, Θεοῦ Λόγε ἄναρχε, ἀρχὴν εἰσδεξάμενον ὑπὲρ ἔννοιαν· τὴν ἐμὴν λῦσαι γάρ, ἀλογίαν ἔρχῃ, ἣν ὑπέστην φθόνῳ ὄφεως· σπαργανωθήσῃ δέ, ὅπως διαῤῥήξῃς τὰ σπάργανα, σειράς τε τῶν πταισμάτων μου, μόνε Ἀγαθὲ καὶ Φιλάνθρωπε· ὅθεν Σε δοξάζω, ὑμνῶ καὶ προσκυνῶ περιχαρῶς, τὴν ἐν σαρκὶ παρουσίαν Σου, δι’ ἧς ἠλευθέρωμαι.

Τῆς Ἁγίας

ὁ β’ χορός

χος δ’

Στχ. δ’. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

.Ὡς γενναῖον ἐν Μάρτυσι.

Ταῖς βαφαῖς ταῖς ἐξ αἵματος, σωτηρίου ἱμάτιον, σεαυτῇ πανεύφημε ἐπιχρώσασα, καὶ λαμπρυνθεῖσα τῷ Πνεύματι, Κυρίῳ μεμνήστευσαι, ἀθανάτῳ Βασιλεῖ, συντηροῦντί σε ἄμωμον, ἀδιάφθορον, εἰς αἰῶνα αἰῶνος ἐν θαλάμοις, οὐρανίοις ὡς Παρθένον, περικαλλῆ καὶ ἀκήρατον.

ὁ α’ χορός

Στίχ. ε’. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί

Τὰς στρεβλώσεις τοῦ σώματος, καὶ φρουρᾶς τὴν κατάκλεισιν, καὶ βυθὸν ὑπέφερες τὸν θαλάττιον, καὶ τῶν πλευρῶν τὴν κατάφλεξιν, καὶ πᾶσαν πολύπλοκον, τῶν βασάνων ἀπειλήν, καὶ τὸν βίαιον θάνατον· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης ὦ Παρθένε, οὐρανίοις ἐν θαλάμοις, Ἀναστασία πολύαθλε.

ὁ β’ χορός

Στχ. Ϛ ‘. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Παρθενίας κειμήλιον, κεκλεισμένος παράδεισος, ἱερὸν ἀνάθημα θεῖον τέμενος, καὶ ἔμψυχον ἄγαλμα, τῶν πιστῶν ὑπογραμμός, τῶν Μαρτύρων καλλώπισμα, κρήνη βρύουσα, ποταμοὺς ἰαμάτων ἀνεδείχθης, τοῖς τελοῦσί σου τὴν μνήμην, Ἀναστασία πανεύφημε.

ὁ α’ χορός

Δόξα….. Τῆς Ἁγίας. Ἦχος δ’. Στουδίτου.

Τῆς ζωηφόρου Ἀναστάσεως Χριστοῦ, ἐπώνυμος γενομένη σεμνή, πολιτεία τῇ κλήσει προσφόρως ἐξηκολούθησας, καὶ τὴν φύσιν νευρώσασα, ἀῤῥενωθεῖσά τε τῷ φρονήματι, ἁλουργίδα ἐξύφανας, τῇ πορφυρίδι τῶν αἱμάτων σου· καὶ βασιλικὸν ὥσπερ σκῆπτρον, τὸν Σταυρὸν κατέχουσα, τῷ Θεῷ καὶ Σωτῆρι συμβασιλεύεις, Ἀναστασία παμμακάριστε. Αὐτὸν ἱκέτευε, καὶ ἡμᾶς ἐλλαμφθῆναι, τῆς θείας δόξης Αὐτοῦ.

.

ὁ β’ χορός

Κα νν… Προεόρτιον. Ἦχος δ’.

σαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι, προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς θεότητος· Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, Ὅν ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ σπηλαίου, Ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.

 

Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τῇ Παρασκευῇ ἑσπέρας Ἦχος βαρὺς

ὁ α’ χορός

Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.

ὁ β’ χορός

Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.

ὁ α’ χορός

Στίχ. ξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.

Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.  

κα τ ναγνσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. λα΄ 10-31).

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θάρσει ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίση ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῇρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 ).

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἂρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ καὶ ἀκουσάτωσαν· γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσετέ μοι καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ μάρτυς λέγει Κύριος ὁ Θεός, ἔτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 ).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα˙ οἱ δέ εἰσιν ἐν εἰρήνῃ˙ καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται˙ ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτούς· καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ Αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ˙ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

 

 ὁ διάκονος:

  • Εἴπωμεν πάντες……

Ὁ Προεστὼς ἢ ὁ ναγνστης

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

 ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν….

Ἀπόστιχα

Στιχηρὰ  προσόμοια

Ἦχος πλ.α’

ὁ α’ χορός

Χαίροις ἀσκητικῶν.

Χαίροις, Ἀθλητριῶν καλλονή, τοῦ Παραδείσου ἄνθος ὄντως τὸ εὔοσμον, ὁ θεῖος καὶ γλυκὺς ἄρτος, ὁ ὠπτημένος Θεῷ, ἀμνὰς ἡ καλή τε καὶ ὑπέρλαμπρος, Ἀμνοῦ τοῦ καθαίροντος, παντὸς κόσμου τὰ πταίσματα· τῆς Ἐκκλησίας, ἡ αὐγὴ ἡ πολύφωτος, τῶν ἰάσεων, ἡ πηγὴ ἡ γλυκύῤῥοος· κρήνη ἡ ἐκβλυστάνουσα, ὡς ῥεῖθρα τὰ θαύματα, πᾶσι τοῖς πίστει τιμῶσι, τὴν παναγίαν σου ἄθλησιν. Χριστὸν καταπέμψαι, παναοίδιμε δυσώπει, τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ.. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Χαίροις, περιστερὰ ἐκλεκτή, πτέρυγας ἔχουσα χρυσᾶς καθὼς γέγραπται, ὁ κῆπος ὁ κεκλεισμένος, τῶν ἀρετῶν θησαυρός, νοητῆς ἀμπέλου κλῆμα εὔφορον· ὁ πύργος ὁ ἄσειστος, εὐσεβείας τὸ ἔρεισμα, ἡ τοὺς ἰχῶρας, τῶν Ἁγίων ἐκμάττουσα, καὶ συγκάπτουσα, ἀσθενῶν ταῖς δεήσεσι· νύμφη ἡ πανακήρατος, Θεοῦ τοῦ Παντάνακτος, πᾶσι τοῖς πίστει τιμῶσι, τὴν παναγίαν σου ἄθλησιν, Χριστὸν καταπέμψαι, παναοίδιμε δυσώπει, τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Στίχ.. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Χαίροις, ἡ τὴν λαμπάδα καλῶς, τῆς παρθενίας τηρήσασα ἄσβεστον, ἐλαίῳ τῆς εὐσπλαγχνίας, καὶ τῷ τῶν ἄθλων φωτί, δᾳδουχοῦσα ὑπὲρ ἥλιον· Θεοῦ ἀγλαόμορφον, ἱερὸν καλλιέργημα, ἡ ἐκλεκτή τε, εἰκὼν ὄντως καὶ ἔμψυχος, τὸ πανάγιον, τοῦ Θεοῦ θεῖον τέμενος· στήλη ἡ ἐπουράνιος, φωτὸς θείου ἔξαλμα, πᾶσι τοῖς πίστει τιμῶσι, τὴν  παναγίαν σου ἄθλησιν, Χριστὸν καταπέμψαι, παναοίδιμε δυσώπει, τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα…. Ἦχος δ΄.

Πῶς ἐξείπω τὴν σὴν Μάρτυς ἄθλησιν; Ὡς ἄϋλος γὰρ ἐνήθλησας, νευρώσασα τὸ χαῦνον τοῦ θήλεος, καὶ μετὰ σώματος τὸν ἀσώματον ἐχθρὸν συνέτριψας, τὸ γυναικεῖον φρόνημα ἀῤῥενώσασα· ὅθεν καὶ τῶν τῆς δικαιοσύνης στεφάνων, παρὰ τοῦ Νυμφίου σου Χριστοῦ κατηξίωσαι, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.

Βηθλεὲμ εὐτρεπίζου, ὕμνησον πόλις Σιών· ἀγάλλου ἡ ἔρημος, προμνηστευθεῖσα τὴν χαράν· ἀστὴρ γὰρ προέρχεται, ἐν Βηθλεὲμ μηνύων, μέλλοντα τίκτεσθαι Χριστόν· καὶ Σπήλαιον δέχεται, τὸν ἀχώρητον παντί· καὶ Φάτνη ἑτοιμάζεται, ὑποδέξασθαι ζωὴν τὴν αἰώνιον. Αὐτῷ πάντες ᾄσωμεν καὶ βοήσωμεν· σῶσον τὰς ψυχὰς ἡμῶν, Ἰησοῦ ὁ Θεός, ὁ σαρκωθεὶς δι’ ἡμᾶς.

. ὁ προεστὼς: Νῦν ἀπολύεις…Τρισάγιον….

ὁ α’ χορός

Προεόρτιον. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ· εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

ὁ β’ χορὸς

Δόξα. Τῆς Ἁγίας. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.

Τὴν μνήμην σου σήμερον Ἀναστασία σεμνή, πιστῶς ἑορτάζοντες ἀνευφημοῦμεν ἀεί, τοὺς ἄθλους καὶ τοὺς πόνους σου. Λύτρωσαι τῶν κινδύνων, τῶν ἡμᾶς πολεμούντων, παῦσον τὰς κακουχίας, τῶν πρὸς σὲ προστρεχόντων, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν δούλων σου.

ὁ α’ χορὸς

Καὶ νῦν. Τό Προεόρτιον. 

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται……

Ἀπόλυσις

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

21 ΔΕΚ18 ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΑΝΑΣΤΑΣΙΑΣ ΤΗΣ ΦΑΡΜΑΚΟΛΥΤΡΙΑΣ

Advertisement

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s