26 ΔΕΚΕΜΒΡΙΟΥ 2018
+῾Η Σύναξις τ ῆ ς ῾ Υπεραγίας Θεοτό κου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦ χος δ’
ὁ α’ χορὸς
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ, α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ, β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ, γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἀ πολυτ ί κιον Ἦ χος δ’
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
ὁ β’ χορός
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν,…
ὁ α’ χορός
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
Μετ ὰ τ ὴ ν α’ Στιχολογ ί αν
Κ ά θισμα
ὁ α’ χορὸς
Ἦ χος δ’ – Κατεπλάγη Ἰωσὴφ
Δ εῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον΄ Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Τ ὸ α ὐ τ ὸ
Δ εῦτε ἴδωμεν πιστοί,…
Μετ ὰ τ ὴ ν β’ Στιχολογ ί αν
Κ ά θισμα
ὁ α’ χορὸς
Κάθισμα ὅμοιον
Τ ί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν, ἄσπορον γονὴν τὶς ἑώρακεν, ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
ὁ β’ χορὸς
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν… Τ ὸ α ὐ τ ὸ
Τ ί θαυμάζεις Μαριάμ;…
Ὁ Ν’ ψαλμὸς χύμα
ΚΑΝΟΝΕΣ
Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε.
Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.
ᾠ δ ὴ α’ Ἦ χος α’
ὁ α’ χορός
Ὁ Ε ἱ ρμ ὸ ς
Χ ριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Ῥ εύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ’ εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.
ὁ α’ χορός
Ἰ δὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται΄ τοῦτον δὲ ἐκ Παρθένου θείας ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Σ οφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς΄ ὅτι δεδόξασται.
Ἕτερος Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε διὰ στίχων Ἡρωελεγείων
Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνει
Υἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενον.
Ἐν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου.
Ἀλλ’ Ἄνα, ῥητῆρας ῥύεο τῶνδε πόνων.
ᾠ δ ὴ α’ Ἦχος ὁ α ὐ τ ὸ ς
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Ἔ σωσε λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι.
Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν, ὃν κατ’ οὐσίαν,
Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
ὁ β΄ χορὸς
Ἔ σωσε λαόν…
ὁ α’ χορός
Δ ό ξα Πατρὶ…
Ἤ νεγκε γαστὴρ ἡγιασμένη Λόγον,
Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ,
Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,
Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι,
Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Ἔ δειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,
Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις,
Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ,
Σὲ σπαργάνοις ἑλικτόν΄ ὃν γεγηθότες,
Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.
ᾠδὴ γ’
ὁ α’ χορός
Ὁ Ε ἱ ρμ ὸ ς
Τ ῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
ὁ β΄ χορὸς
Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήοας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν΄ ὁ δι’ ἐμὲ κατ’ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.
ὁ α’ χορός
Σ ύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
ὁ β΄ χορὸς
Β ηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια΄ τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ’ ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Ἰαμβικὸς
ὁ α’ χορός
Ὁ Ε ἱ ρμ ὸ ς
Ν εῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν,
Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως.
ὁ β΄ χορὸς
Ν εῦσον πρὸς ὕμνους…
ὁ α’ χορός
Δ ό ξα Πατρὶ…
Ν ύμφης πανάγνου τὸν πανόλβιον τόκον
Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,
Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ.
Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,
Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Ὕ ψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,
Τελεῖ καθ’ ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,
Ἄϋλος ὢν τὸ πρόσθεν, ἀλλ’ ἐπ’ ἐσχάτων
Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,
Ἵνα πρὸς αὐτὸν ἑ λκ ύ σῃ πρωτ ό κτιστον.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
τ ὸ Κοντ ά κιον Ἦ χος γ’
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι. δι’ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρ ὸ α ἰώ νων Θε ό ς.
ὁ α΄ χορὸς
Κάθισμα Ἦχος πλ. δ’ Τὸ προσταχθὲν μυστικῶς
Ἀ γαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω΄ ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῷ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου ἄνευ σπορᾶς΄ ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον. ὃν δοξάζει τὰ σύμπαντα.
ᾠδὴ δ’
ὁ β΄ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ῥ άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.
ὁ α’ χορός
Ὃ ν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ β΄ χορὸς
Τ οῦ μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους΄ ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.
ὁ α’ χορός
Ὡ ς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι΄ Αἰθίοπες καὶ Θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.
Ἰαμβικὸς
ὁ β΄ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Γ ένους βροτείου τὴν ἀνάπλασιν πάλαι,
ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,
Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.
Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,
Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.
ὁ α’ χορός
Ἴ σος προῆλθες τοῖς βροτοῖς ἑκουσίως,
Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου,
Ἰὸν καθᾶραι τῆς δρακοντείας κάρας,
Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον,
Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων.
ὁ β΄ χορὸς
Δ ό ξα Πατρί…
Ἔ θνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα.
Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα,
Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις,
Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην,
Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον.
ὁ α’ χορός
Κα ὶ ν ῦ ν…
Ῥ ίζης φυεῖσα τοῦ Ἱεσσαὶ Παρθένε,
Ὄρους παρῆλθες, τῶν βροτῶν τῆς οὐσίας,
Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον.
Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην,
Νηδὺν διελθεῖν…
ὁ β΄ χορὸς
…τ ῇ κενώσει τῇ ξένῃ.
ᾠδὴ ε’
ὁ α’ χορός
Ὁ Ε ἱ ρμ ὸ ς
Θ εὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.
ὁ β΄ χορὸς
Θ εὸς ὢν εἰρήνης,…
ὁ α’ χορός
Ἐ ν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.
ὁ β΄ χορὸς
Ἰ δοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος΄ δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν ἐν πίστει ἀνυμνήσωμεν.
Ἰαμβικὸς
ὁ α’ χορός
Ὁ Ε ἱ ρμ ὸ ς
Ἐ κ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης
Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,
Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,
Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,
Καθ’ ἣν ἀνατρέχοντες, εὓροιμεν κλέος.
ὁ β΄ χορὸς
Ἐ κ νυκτὸς ἔργων,…
ὁ α’ χορός
Δ ό ξα Πατρὶ…
Ἀ πηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης,
Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ,
Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου,
Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις,
Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος,
Μεθ’ ἡμέραν φῶς, τῆς ἄνω φρυκτωρίας.
Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει,
Νέμων ἐκεῖσε τὴν ἀπόῤῥητον χάριν,
Οὐ πλεῖον…
ὁ α’ χορός
…ἐ ξήνθησεν ἡ ἁμαρτία.
ᾠδὴ ς’
ὁ β΄ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Σ πλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
ὁ α’ χορός
Σ πλάγχνων Ἰωνᾶν,…
ὁ β΄ χορὸς
Ἦ λθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.
ὁ α’ χορός
Ν έον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται΄ τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ ἄρχων, καὶ καλεῖται τῆς μεγάλης βουλῆς Ἄγγελος, οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.
Ἰ αμβικ ὸ ς
ὁ β’ χορός
Ὁ Ε ἱ ρμ ὸ ς
Ν αίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥᾳθυμίας.
ὁ α’ χορός
Ν αίων Ἰωνᾶς,…
ὁ β΄ χορὸς
Δ ό ξα Πατρὶ…
Ὃ ς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,
Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,
Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,
Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ
Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.
ὁ α’ χορός
Κα ὶ ν ῦ ν…
Ἷ κται δι’ ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,
Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,
Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,
Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ’ ἀξίαν.
Νῦν εὐδοκήσας, ε ἰ ς βροτ ῶ ν σωτηρ ί αν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντάκιον Ἦχος πλ. β’
Ὁ πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθείς, ἐπὶ τῆς γῆς ἀπάτωρ ἐσαρκώθη σήμερον ἐκ σοῦ, ὅθεν Ἀστὴρ εὐαγγελίζεται Μάγοις, Ἄγγελοι δὲ μετὰ Ποιμένων ὑμνοῦσι, τὸν ἄχραντον Τόκον σου, ἡ Κεχαριτωμένη.
Ὁ Οἶκος
Τ ὸν ἀγεώργητον βότρυν βλαστήσασα, ἡ μυστικὴ ἄμπελος ὡς ἐπὶ κλάδων, ἀγκάλαις ἐβάσταζε, καὶ ἔλεγε. Σὺ εἶ καρπός μου, σὺ εἶ ἡ ζωή μου. Ἀφ’ οὗ ἔγνων, ὅτι καὶ ὃ ἤμην εἰμί, σύ μου Θεός, τὴν γὰρ σφραγῖδα τῆς Παρθενίας μου ὁρῶσα ἀκατάλυτον, κηρύττω σε ἄτρεπτον Λόγον, σάρκα γενόμενον, οὐκ οἶδα σποράν, οἶδά σε λύτην τῆς φθορᾶς, Ἁγνὴ γάρ εἰμι, σοῦ προελθόντος ἐξ ἐμοῦ, ὡς γὰρ εὗρες, ἔλιπες μήτραν ἐμήν. Διὰ τοῦτο συγχορεύει πᾶσα κτίσις βοῶσά μοι, Χαῖρε ἡ Κεχαριτωμένη.
Συναξ ά ριον
Τ ῇ ΚϚ’ τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.
Στ ί χοι
Λεχὼ ἄμωμον ἀνδρὸς μὴ γνοῦσαν λέχος,
Δώροις ἀμώμοις δεξιοῦμαι τοῖς λόγοις.
Mολπὴν ἁγνοτάτῃ λεχοῖ εἰκάδι ἕκτῃ ἀείδω.
Περὶ τῆς εἰς Αἴγυπτον φυγῆς τῆς Ὑπεραγίας Θεοτόκου.
Στ ί χοι
Ἤκοντα πρὸς σέ, τὸν πάλαι πλήξαντά σε,
Αἴγυπτε φρῖττε, καὶ Θεὸν τοῦτον φρόνει.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου, Ἐπισκόπου Σάρδεων τοῦ Ὁμολογητοῦ.
Στ ί χοι
Χριστῷ παραστάς, Εὐθύμιε τρισμάκαρ,
Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κωνσταντίνου τοῦ ἐξ’ Ἰουδαίων.
Στ ί χοι
Ὡς ἐξ ἀκανθῶν τῶν Ἰουδαίων ῥόδον,
Ὁ θεῖος ἀνθεῖ καὶ θανών, Κωνσταντῖνος.
Καὶ Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Εὐαρέστου.
Στ ί χοι
Ἔσπευδεν Εὐάρεστος ἔργῳ καὶ λόγῳ,
Ἕως τελευτῆς εὐαρεστεῖν σοι Λόγε.
Μ νήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Κωνσταντίου τοῦ Ῥώσσου, ἀθλήσαντος ἐν Κωνσταντινοπόλει κατὰ τὸ 1743 ἔτος.
Τ αῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀ μ ή ν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδ ὴ α’ Ἦ χος α’
Ἰαμβικαὶ
Ἔ σωσε λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι.
Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν, ὃν κατ’ οὐσίαν,
Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
ὁ β΄ χορὸς
ᾠδ ὴ γ’
Ν εῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν,
Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ, μελῳδοὺς…
ὁ α’ χορός
…τῇ βάσει τῆς πίστεως.
ὁ β΄ χορὸς
ᾠδ ὴ δ’
Γ ένους βροτείου τὴν ἀνάπλασιν πάλαι,
ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,
Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.
Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,
Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.
ὁ α΄ χορὸς
ᾠδ ὴ ε’
Ἐ κ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης
Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,
Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,
Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,
Καθ’ ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος.
ὁ β’ χορός
ᾠδ ὴ Ϛ’
Ν αίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας.
ὁ α΄ χορὸς
ᾠδ ὴ ζ’
Τ ῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,
Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,
Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,
Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,
Λέγουσιν, Εἰς αἰῶνας εὐλογητὸς εἶ.
ὁ β΄ χορὸς
ᾠ δ ὴ η’
Στίχ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον
Μ ήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,
Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,
Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.
Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,
Λαοὺς πρὸς ὕμνον ἐ ξαν ί στησι χ ά ρις.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ᾠ δ ὴ θ’
ΜΕΓΑΛΥΝΑΡΙΑ
Ψαλλόμενα ἐν τῇ ᾠδῇ ταύτῃ
Ἦ χος α’
ὁ α’ χορός
Μ εγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μ υστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
ὁ β΄ χορὸς
Μ εγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.
Ἐ ξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.
ὁ α’ χορός
Μ εγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.
Ν εηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν, εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν, μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.
ὁ β΄ χορὸς
Μ εγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.
Ἠ κρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις΄ ὑφ’ οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.
Ἕτερα ε ἰ ς τ ὸ ν Ἰ αμβικ ὸ ν Καν ό να
ὁ α’ χορός
Σ ήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ.
Σ τέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.
ὁ β΄ χορὸς
Σ ήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.
Σ τέργειν μὲν ἡμᾶς,…
ὁ α’ χορός
Δ ό ξα Πατρὶ…
Μ εγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.
Τ ύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,
Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,
Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,
Δοξούμενοί τε, τῆς ἀληθείας φάος,
Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Μ εγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Π όθου τετευχώς, καὶ Θεοῦ παρουσίας,
Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,
Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.
Ὡς ζωοποιοῦ΄ τὴν χάριν δὲ Παρθένε,
Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.
Καταβασία
ὁ α’ χορός
Μ εγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Σ τέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προα ί ρεσις δ ί δου.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐ ξαποστειλ ά ριον
ὁ α’ χορός
Ἦχος γ’ Α ὐ τ ό μελον
Ἐ πεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.
ὁ β’ χορὸς
Ἐ πεσκέψατο ἡμᾶς,…
ὁ α’ χορός
Ἐ πεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου…
ὁ β’ χορὸς
… ἐ τ έ χθη ὁ Κ ύ ριος.
ΑΙΝΟΙ
Ἦχος δ’
ὁ α’ χορός
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἀ νδρ έ ου Ἱ εροσολυμ ί του
Ε ὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν, Ἀκατάληπτε Κύριε, δόξα σοι.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ α ὐ τ ὸ ς
Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει. Μάγοι προσκυνοῦσι. Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὁ α ὐ τ ὸ ς
Θ εοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτήρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα, οὐ φέρει τὸ μυστήριον ἔρευναν, πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες. Ἀνερμήνευτε Κύριε, δόξα σοι.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὁ α ὐ τ ὸ ς
Δ εῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον. Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες΄ Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ… Ἦ χος πλ. β’
Σ ήμερον ἡ ἀόρατος φύσις, τοῖς βροτοῖς ἐκ Παρθένου συνάπτεται. Σήμερον ἡ ἄπειρος οὐσία, ἐν Βηθλεὲμ σπαργάνοις ἐνειλίσσεται. Σήμερον ὁ Θεὸς δι’ ἀστέρος Μάγους εἰς προσκύνησιν ἄγει, προμηνύοντας αὐτοῦ τὴν τριήμερον ταφήν, ὡς ἐν χρυσῷ καὶ σμύρνῃ καὶ λιβάνῳ, διὸ ψάλλομεν. Ὁ σαρκωθεὶς ἐκ Παρθένου, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Ἰωάννου Μοναχοῦ
ἦχος β’
Σ ήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται, οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν΄…
Δοξολογία Μεγάλη
Εἰς ἦ χον β’ ( σύντομος ἢ ἀργή )
ὁ α’ χορός
…Δ όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦ χος δ’
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ παρόντα
ΑΝΤΙΦΩΝΑ
᾽Αντίφωνον α´
Ἦχος β´ .
Στίχ . α ’ Ἐ ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ . β ’ ᾽Ε ν βουλῇ εὐθέων καί συναγωγῇ, μεγάλα τά ἔργα Κυρίου.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ . γ ’ ᾽Ε ξεζητημένα εἰς πάντας τά θελήματα αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς
Στίχ . δ ’ ᾽Ε ξομολόγησις καί μεγαλοπρέπεια τό ἔργον αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς
Δόξα Πατρὶ … Καί νῦν …
ἀμφότεροι οἱ χοροὶ ὁμοῦ
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Ἀντίφωνον Β ‘
Ἦχος ὁ αὐτὸς .
Στίχ . α ’ Μ ακάριος ἀνήρ, ὁ φοβούμενος τόν Κύριον· ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Σ ῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.
Στίχ . β ’ Δ υνατόν ἐν τῇ γῇ ἔσται τό σπέρμα αὐτοῦ.
Σ ῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.
Στίχ . γ ’ Δ όξα καί πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος.
Σ ῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.
Στίχ . δ ’ ᾽Ε ξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.
Σ ῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.
Δόξα Πατρί … Καὶ νῦν καὶ ἀεὶ …
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ ‘
Στίχ . α ’ Ε ἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ἀπολυτίκιον Ἦ χος δ ’
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Στίχ . β ’ ῾Ρ άβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.
῾Η Γέννησίς σου, Χριστέ ὁ Θεός ἡμῶν…
Στίχ . γ ’ Μ ετά σοῦ ἡ ἀρχή ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ῾Αγίων σου.
῾Η Γέννησίς σου, Χριστέ ὁ Θεός ἡμῶν…
Εἴσοδος .
Εἰσοδικὸν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅ ταν τελεῖται συλλείτουργον )
Ἐ κ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς…
…ψ άλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον. Ἦχος δ’.
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅ ταν τελεῖται συλλείτουργον)
τ ὸ Κοντ ά κιον Ἦ χος γ’
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι. δι’ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρ ὸ α ἰώ νων Θε ό ς.
Ἀντὶ δὲ τοῦ Τρισαγίου
Ὅ σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀ λληλούϊα.
᾽Απόστολος
( Εβρ. Κεφ. Β’, 11-18 )
Προκείμενον ἦχος γ’
Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.
Στ ί χ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ·
Π ρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἀ δελφοί, ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες΄ δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων΄ Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.Καὶ πάλιν΄ Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ΄ καὶ πάλιν, Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν΄ ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν, ἔνοχοι ἦσαν δουλείας.Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων, γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δ ύ ναται το ῖ ς πειραζομ έ νοις βοηθ ῆ σαι.
Ἀ λληλούϊα (γ’)
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. Β, 13-23)
Ἀ ναχωρησάντων τῶν Μάγων, ἰδού, ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσήφ, λέγων΄ Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι΄ μέλλει γὰρ Ἡρώδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό.Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον. Καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρώδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος, ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε Ἡρώδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου, λέγοντος΄ Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.
Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων΄ Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν΄ χρηματισθεὶς δὲ κατ’ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας΄ Καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν Προφητῶν΄ ὅ τι Ναζωρα ῖ ος κληθ ή σεται.
Δ όξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό᾽Εξαιρέτως
Ἦχος α’
Στίχ. Μ άγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.
Σ τέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προα ί ρεσις δ ί δου.
Κοινωνικόν
Ἦχος β’
Λ ύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀ λληλούϊα.
᾽Αντί τοῦ· «Ε ἴδομεν τό φῶς».
Ἀπολυτίκιον. Ἦχος δ’.
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β ’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀ πόλυσις
«… ῾Ο ἐν σπηλαίῳ γεννηθείς καί ἐν φάτνῃ ἀνακλιθεὶς διά τήν ἡμῶν σωτηρίαν , Χριστός ὁ ἀληθινός Θεός ἡμῶν … ».
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.