ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΛΕΥΘΕΡΙΟΥ ΚΑΙ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΟΥ ΑΝΘΙΑΣ (15 ΔΕΚΕΜΒΡΙΟΥ 2018)

15 ΔΕΚΕΜΒΡΙΟΥ 2018

+Το γίου ερομάρτυρος λευθερίου καί τς μητρός ατο νθίας.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…   

χος πλ.α’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. . ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ

εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ.  Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ.  Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…   

ὁ α’ χορός

Ἀπολυτίκιον Ἦχος πλ. α’

Τὸν συνάναρχον

ερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν, διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

ὁ β’ χορὸς

Δόξα Πατρί…

ερέων ποδήρει κατακοσμούμενος,…

ὁ α’ χορὸς

Κα νν… Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…

Μετὰ τὴν α’ Στιχολογίαν.

Κάθισμα

 ὁ α’ χορός

Ἦχος γ’ – Θείας πίστεως

ργοις ἔλαμψας τῆς εὐσεβείας, πλάνην ἔσβεσας κακοδοξίας, ὡς τοῦ Χριστοῦ στρατιώτης Ἐλευθέριε, καὶ παρανόμων τὰς φάλαγγας ᾔσχυνας, τροπαιοφόρος παμμάκαρ γενόμενος, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…Καὶ νῦν… Θεοτοκίον

Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε, Θεοκυῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Μετὰ τὴν β’ Στιχολογίαν.

Κάθισμα 

ὁ α’ χορός

ἦχος δ’Ἐπεφάνης σήμερον

ερὸν τὸ Πνεῦμά σε Ἱερομάρτυς, ἱερῶς ἀνέδειξε, τὸ ἱερὸν θῦμα σοφέ, προσενεχθὲν Ἱερώτατε, τῷ θείῳ λόγῳ, ᾧ θείως δεδόξασαι.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Μωϋσῆς ἑώρακε πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.

Ν’ ψαλμὸς χύμα 

ΚΑΝΟΝΕΣ 

τῆς Θεοτόκου
ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ β’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.  

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ὁ β’ χορὸς  

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν θλίψει με ὄντα καὶ συμφορᾷ, ἐπισκοπῆς θείας, καὶ προνοίας μόνη Ἁγνή, ἀξίωσον ὅπως σε δοξάζω, τὴν θεοδόξαστον καὶ ὑπεράμωμον.

Κανών τοῦ Ἁγίου

οὗ ἡ Ἀκροστιχὶς  

Παθῶν ἐλεύθερόν με δεῖξον παμμάκαρ. Ἰωσήφ.

ᾠδὴ α’  Ἦχος α’

ὁ α’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ᾠδὴν ἐπινίκιον

Παθῶν ἀμαυρότησι, δεδουλωμένον, φαιδραῖς ἱκεσίαις σου, Μάρτυς Ἐλευθέριε, νῦν ἐλευθέρωσον, ὅπως ὡς δοῦλόν σε Χριστοῦ, θείαις ὑμνήσω ᾠδαῖς.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

θλήσεως ἔλαμψας, καθαρωτάταις, αὐγαῖς ἱερώτατε, ἐπιχρώσας αἵματι, τὴν ἱεράν σου στολήν, καὶ γέγονας φωτοειδής, διὰ τοῦ Πνεύματος.

ὁ α’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Θεῷ προσκολλώμενος, καθαρωτάτω νοΐ, ἐκ νεότητος, σαρκικοῦ φρονήματος, ψυχὴν ἐμάκρυνας, καὶ τῶν θαυμάτων δαψιλῆ, χάριν ἐπλούτησας.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

ς θρόνος πυρίμορφος, τὸν Κτίστην φέρεις, ὡς ἔμψυχος θάλαμος, καὶ τερπνὸν Παλάτιον, τὸν Βασιλέα χωρεῖς, γενόμενον ὅπερ ἡμεῖς, Θεοχαρίτωτε.

Ἕτερος Κανών, οὗ ἡ Ἀκροστιχὶς

Θεῖον Ἐλευθέριον ἱερῆα τιμάω, Πάτερ.

ᾠδὴ α’  Ἦχος πλ. β’

ὁ α’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς ἐν ἠπείρῳ πεζεύσας

Θρόνῳ τῆς δόξης Κυρίου παρεστηκώς, σὺν Ἀγγέλων τάγμασιν, Ἐλευθέριε σοφέ, τοὺς ὑμνοῦντας πόθῳ σε ἀεί, ἐλευθέρωσον παθῶν ταῖς ἱκεσίαις σου.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

κλελεγμένος ἐκ βρέφους σὺ τῷ Θεῷ, ἀνετέθης ἔνδοξε, ὥσπερ πάλαι Σαμουήλ, καὶ θείῳ Πνεύματι χρισθείς, ὡς σοφὸς Ἀρχιερεὺς λαὸν ἐποίμανας.

ὁ α’ χορός

Δόξα Πατρί…

ερουργὸς μυστηρίων τῶν τοῦ Χριστοῦ, γεγονώς ἐλάμπρυνας, τὴν στολὴν τὴν ἱεράν, μαρτυρίου αἵματι Σοφέ, ἐν σταδίῳ καρτερῶς ἀγωνισάμενος.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, Θεὸς Λόγος πάναγνε, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σεσάρκωται, διό, Θεοτόκον σε πιστοὶ ἀεὶ δοξάζομεν.

τῆς Θεοτόκου

δ γ’

 ὁ α’ χορὸς

Ερμς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,… 

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.  

ὁ β’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

τοῦ Ἁγίου

ᾠδὴ γ’ 

ὁ α’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στερεωθήτω ἡ καρδία μου

πὲρ Χριστοῦ παθεῖν ἑλόμενος, ἀλγηδόνας φέρεις τοῦ σώματος, ἐνηδυνόμενος Σοφέ, ταῖς ὀδύναις καὶ θλίψεσι, διὰ τοῦτο τὴν ἀνώδυνον, ζωὴν νῦν ἀπείληφας.

ὁ β’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Θερμῷ τῷ πόθῳ τοῦ ποιήσαντος, Ἀθλητὰ θεόφρον κρατούμενος, τῷ πυρωθέντι σεαυτόν, ἐπιῤῥίπτεις τεχνάσματι, δροσιζόμενος τοῦ Πνεύματος, πυρὶ Ἐλευθέριε.

ὁ α’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ν ἱερεῦσιν ἱερώτατος, καὶ ἐν Μάρτυσι Μάρτυς στεῤῥότατος, ἀναδειχθεὶς στέφος διπλοῦν, ἐκομίσω Μακάριε, τῷ προσώπῳ τοῦ Θεοῦ, διὰ παντὸς ὀπτανόμενος.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

άβδον δυνάμεως ἐβλάστησας, τὸν Χριστὸν ἐν ᾧ στηριζόμεθα, σὲ γὰρ ἐτύπου Ἀαρών, ῥάβδος ποτὲ βλαστήσασα, ἀγεώργητε Ἁγνή, περιστερὰ ἀειπάρθενε.

Ἄλλος

ὁ α’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐκ ἔστιν ἅγιος ὡς σὺ

Νοὸς στεῤῥότητι Σοφέ, ὁπλισάμενος χαίρων, τὴν ὁδὸν διανύεις, τοῦ μαρτυρίου σαυτόν, ἐθελουσίως προδούς, τοῖς ζητοῦσι, Μάρτυς Ἱερώτατε.

ὁ β’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

κ Θείου Πνεύματος λαβών, τῆς σοφίας τὸν πλοῦτον, μιμητὴς ἀνεδείχθης, τῶν Ἀποστόλων Σοφέ, σαγήνῃ μαρτυρικῇ σαγηνεύων, λαοὺς πρὸς εὐσέβειαν.

ὁ α’ χορός

Δόξα Πατρί…

Λαμπρύνας θείαις ἀρεταῖς, τὴν ἀρχιερωσύνην, λαμπροτέραν εἰργάσω, τῇ πορφυρίδι τῶν σῶν, αἱμάτων καρτερικῶς, ἐναθλήσας, Μάρτυς Ἐλευθέριε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

κπλήττει νοῦν καὶ ἀκοήν, τὸ μυστήριον ὄντως, τῆς λοχείας σου Κόρη, Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.

Συναπτ μικρ κα ἡ Ἐκφνησις

 Ὅτι σ ε Θες μν,…

ὁ β’ χορός

Κάθισμα

Τὸν τάφον σου Σωτὴρ

λεύθερον τὸν νοῦν, ἐκ παθῶν κεκτημένος, ἐγένου τοῦ Θεοῦ, γνησιώτατος δοῦλος, καὶ πλάνης ἠλευθέρωσας, τοὺς καλῶς σοι ποθήσαντας, ἐναθλήσας δέ, ὡς ἱερεύς τε καὶ Μάρτυς, Ἐλευθέριε, διπλοῦν ἐδέξω τὸ στέφος, πρεσβεύων σωθῆναι ἡμᾶς.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς βάθος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον  Ἦχος πλ. β’

Τοὺς ἀσφαλεῖς

ς καλλονὴν τῶν ἱερέων Ὅσιε, καὶ προτροπὴν τῶν Ἀθλοφόρων ἅπαντες, εὐφημοῦμεν καὶ αἰτοῦμέν σε, Ἱερομάρτυς Ἐλευθέριε. Τοὺς πόθῳ σου τὴν μνήμην ἑορτάζοντας, κινδύνων πολυτρόπων ἐλευθέρωσον, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος

πιδε εὔσπλαγχνε Ζωοδότα, ὡς φιλάνθρωπος μόνος καὶ οἰκτίρμων Θεός, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν, καὶ πανσθενεῖ δεξιᾷ σου Λόγε, τῶν παθῶν ἐλευθέρωσον τῆς αἰσχύνης, ὅπως τὸν σὸν Ἱεράρχην ὑμνήσω Ἐλευθέριον, αὐτὸς γὰρ ὄντως ἐκ μήτρας ἐγνωρίσθη σοι, καὶ καθηγίασται, καὶ ἀνετέθη σοι, ὡς Σαμουήλ, ἀπὸ μητρὸς ἱεράς σοι τῷ Κτίσαντι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΕ’ τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.

Στίχοι

  • Ἐλευθέριος, ὡς ἀδουλόνους φύσει,

  • Σπάθας θεωρῶν, οὐκ ἐδουλοῦτο πλάνῃ.

  • Δῖον Ἐλευθέριον δεκάτῃ πέφνε φάσγανα πέμπτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθία, ἡ μήτηρ τοῦ Ἁγίου Ἐλευθερίου, περιχυθεῖσα τῷ τοῦ υἱοῦ νεκρῷ, ξίφει τελειοῦται.

Στίχοι

  • Δίδωσι μήτηρ νεκρικὸν κόσμον τέκνῳ,

  • Αὐτὴ ἑαυτὴν συγκεκομμένην σπάθαις.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κορέμμων ὁ Ἐπαρχος, πιστεύσας τῷ Χριστῷ καὶ βαπτισθεὶς ξίφει τελειοῦται.

Στίχοι

  • Ἀθλήσεως οὐκ εἶχε Κορέμμων κόρον,

  • Ἕως ἐτμήθη τὸν αὐχένα τῷ ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ δύο Δήμιοι οἱ πιστεύσαντες τῷ Χριστῷ ξίφει τελειοῦνται.

Στίχοι

  • Θεόν σε γνόντας Δημίους δύω Σῶτερ,

  • Ἄλλοι κατακτείνουσι δήμιοι ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἄθλησις τῆς Ἁγίας Ὁσιομάρτυρος Σωσσάνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Κουβικουλαρίου (θαλαμηπόλου).

Στίχοι

  • Ἐλευθέριος οὐχ ὑπέπτηξε ξίφος.

  • Ἐλευθέριον γὰρ εἶχε νοῦν παντὸς φόβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βάκχου τοῦ νέου.

Στίχοι

  • Μὴ δεύτερόν τις, μηδὲ Βάκχον τὸν νέον,

  • Ἐν τοῖς ἀθληταῖς ταττέτω διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ νέου, ἀσκήσαντος ἐν τοῖς χρόνοις τοῦ Πορφυρογεννήτου, ἐν τῷ ὄρει Λάτρου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α’  χος α’

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

δ γ’

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…

ὁ α’ χορός

γιος εἶ Κύριε.

ὁ β΄ χορὸς

δ δ’

άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

δ ε’

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε. 

ὁ β΄ χορὸς

δ ς’

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ὁ α’ χορός 

δ ζ’

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς

δ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν… 

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ν νυμνοντες μεγαλνομεν.

Συναπτ μικρ κα ἡ Ἐκφνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

χος γ΄

Ὁ οὐρανὸν τοῖς ἄστροις

Χριστῷ προσήγαγες Πάτερ, πιστῶν ἀγέλας ὡς ποιμήν, σοὶ δὲ προσφύσα τῷ μόσχῳ, ὡς δάμαλις ἡ τεκοῦσα, συνανῃρέθη, μεθ’ ἧς σε, νῦν Ἐλευθέριε μέλπω.

ὁ β’ χορός

Θεοτοκίον, ὅμοιον

Καὶ σὲ μεσίτριαν Κόρη, προβάλλομαι Παναγία, πρὸς τὸν ἐκ σοῦ γεννηθέντα, ὅπως κολάσεως πάσης, ἀπαλλαγῶ καὶ βασάνων, τῶν αἰωνίων ὁ τάλας.

ΑΙΝΟΙ

Ἦχος πλ.β’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τριήμερος ἀνέστης Χριστὲ

Τὴν χάριν τῶν σοφῶν Μαθητῶν, λαβὼν παρὰ Χριστοῦ τοῦ Θεοῦ, Ἱεράρχα, καὶ τὸν δρόμον τὸν αὐτῶν, διήνυσας προθύμως, διό σε κατ’ ἀξίαν, ἀνευφημοῦμεν Ἐλευθέριε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τὴν χάριν τῶν σοφῶν Μαθητῶν,…

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τὸ ψεῦδος σοῖς ἐν λόγοις σοφέ, ἐλέγξας Ἐλευθέριε, τῇ ἀθλήσει, τὸν τοῦ ψεύδους εὑρετήν, ἀπέκτεινας καὶ τοῦτον, τέθεικας ὑπὸ πόδας, τὸν πρὶν μεγάλως φρυαττόμενον.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τοῖς ὄμβροις τῶν αἱμάτων σου, κατάρδευσον ἡμᾶς νοητῶς, Ἱεράρχα, τοὺς τιμῶντάς σε πιστῶς, καὶ μνήμην ἐκτελοῦντας, τὴν θείαν σου ἐκ πόθου, καὶ τὸν Σωτῆρα μεγαλύνοντας.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος β’

ς τῆς θείας ἐλευθερίας ἐπώνυμος, τῆς ἱερᾶς διπλοΐδος, Πάτερ κατηξίωσαι, καὶ εὐθαρσῶς τὴν εὐσέβειαν διδάσκων, τῶν πρακτέων τοὺς λόγους ἡμᾶς ἐξεπαίδευσας. Ὅθεν καὶ τὴν μαρτυρικὴν ἔνστασιν νεανικῶς ἐκτελέσας, ἐν ἀμφοτέροις διέπρεψας, καὶ διπλοῦν εἴληφας τὸ στέφος παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὃν καθικέτευε, Ἱερομάρτυς Ἐλευθέριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Καὶ νῦν…χος ὁ αὐτὸς

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δοξολογία Μεγάλη

εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

 τὸ Ἀπολυτίκιον τῆς Ἁγίου  Ἦχος πλ. α’

Τὸν συνάναρχον

ερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν, διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. α´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. α´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρίΚαὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…

Στίχ.  γ´Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…

Δόξα Πατρί… Καὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στχ α’. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοι σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Ἀπολυτίκιον τοῦ Ἁγίου  Ἦχος πλ. α

Τὸν συνάναρχον

ερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν, διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

Στίχ. β´. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

ερέων ποδήρει κατακοσμούμενος,…

Μικρὰ Εἴσοδος.

 

Εἰσοδικὸν

Ἦχος β

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός,…
ψάλλοντάς σοι, λληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον τοῦ Ἁγίου  Ἦχος πλ. α

Τὸν συνάναρχον

ερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν, διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

Τοῦ Ναοῦ

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον Προερτιον χος γ’

Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδον νον, τν πρ αἰώνων Θεν.

Τρισάγιον.

Ἀπόστολος

Τοῦ ῾Αγίου· ( Β’ Τιμόθ. Α’, 8-18  )

Προκείμενον ἦχος βαρύς

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Πρς Τιμόθεον Β’ πιστολς Παύλου τὸ Ἀνάγνωσμα .

Τέκνον Τιμόθεε, μὴ ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ ᾽Ιησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Χριστοῦ ᾽Ιησοῦ, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. Δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾽ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾽ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ ᾽Ιησοῦ· τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ ᾽Ασίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης. Δῴη ἔλεος ὁ κύριος τῷ ᾽Ονησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενόμενος ἐν ῾Ρώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν – δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ – καὶ ὅσα ἐν ᾽Εφέσῳ διηκόνησεν, βλτιον σὺ γινώσκεις.

λληλούϊα (γ’)

Εὐαγγέλιον

Ομοίως (Μαρκ. Β´ 23-28, Γ’ 1-5)

Ἐκ τοῦ κατὰ Μάρκον.

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς ἐν τοῖς Σάββασι διὰ τῶν σπορίμων͵ καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν, τίλλοντες τοὺς στάχυας. Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ͵ Ἴδε τί ποιοῦσιν ἐν τοῖς Σάββασιν ὃ οὐκ ἔξεστι. Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς΄ Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυΐδ͵ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ΄ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν͵ οὓς οὐκ ἔξεστι φαγεῖν, εἰ μὴ τοὺς ἱερεῖς͵ καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; Καὶ ἔλεγεν αὐτοῖς΄ Τὸ Σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ Σάββατον. Ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ Σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. Καὶ παρετηρουν αὐτὸν εἰ τοῖς Σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· Ἔγειρε εἰς τὸ μέσον. Καὶ λέγει αὐτοῖς. Ἔξεστι τοῖς Σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.

 Δόξα σοι, Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

15 ΔΕΚ18 ΕΟΡΤΗ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΚΑΙ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΟΥ ΑΝΘΙΑΣ 

 

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s