ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΝ ΕΟΡΤΗ ΟΣΙΟΥ ΘΕΟΦΟΡΟΥ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΕΚ ΦΑΡΑΣΩΝ ΕΚ ΚΑΠΠΑΔΟΚΙΑΣ (10 ΝΟΕΜΒΡΙΟΥ 2018)

10 ΝΟΕΜΒΡΙΟΥ 2018

+ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ  ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΕΚ ΦΑΡΑΣΩΝ ΕΚ ΚΑΠΠΑΔΟΚΙΑΣ

Αποτέλεσμα εικόνας για αγιοσ αρσενιοσ καππαδοκησ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα ἡ Ἐκφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

ὁ α’ χορὸς

χος γ ‘

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον  Ἦχος γ΄.  Θείας πίστεως.

Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον, τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων τὴν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸμέγα ἔλεος

ὁ β’ χορός

Δόξα Πατρί…

Βίον ἔνθεον, καλῶς ἀνύσας………..

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον, ὁ αὐτός

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος

Συναπτ μικρκα  κφνησις

  τι σν τ κρτος…  

Μετ τν α’ Στιχολογαν

Κθισμα
ὁ α’ χορὸς

χος α’ – Τν ταφον σου Σωτρ

νέτειλας ἡμῖν, ὡς νεόφωτον ἄστρον, ἀσκήσει ἀρετῶν, καὶ ὁσίων  καμάτων, Ἀρσένιε μακάριε, καὶ λαμπρύνεις ἑκάστοτε, τὰς ψυχὰς ἡμῶν, ταῖς νοηταῖς φωταυγείαις· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, φαιδρῶς ἑορτάζομεν.

ὁ β’ χορὸς

Δξα Πατρί…  Κα νν… Θεοτοκον

Θεὸν ὑπερφυῶς, συλλαβοῦσα Παρθένε, καὶ τέξασα σαρκί, εἰς ἡμῶν σωτηρίαν, τῆς Εὔας τὸ

κατάκριμα, τῷ Σῷ τόκῳ διέλυσας· ὅθεν λῦσόν μου, τοὺς τῶν πταισμάτων συνδέσμους, καὶ

μετάνοιαν, εἰλικρινῆ μοι παράσχου, ὡς Μήτηρ τοῦ Κτίστου

Μετ τν β’ Στιχολογαν

Κθισμα

ὁ α’ χορὸς

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

σίων τοῖς ἴχνεσιν ἀκολουθήσας θερμῶς, ἀσκήσει διέλαμψας καὶ ἀρετῶν τῷ φωτί, Ἀρσένιε Ὅσιε· ὅθεν Καππαδοκία, ἐν σοὶ Πάτερ καυχᾶται, πᾶσα δὲ σὲ γεραίρει, ἡ Χριστοῦ Ἐκκλησία, ἣν φύλαττε πρεσβείαις σου, ἀπαύστως ἀκλόνητον.

ὁ β’ χορὸς

Δξα Πατρί…  Κα νν… Θεοτοκον

Χριστὸν ὡς ἐκύησας τὸν ἐπὶ πάντων Θεόν, ἐῤῥύσω τὸν ἄνθρωπον ἐκ τῆς ἀρχαίας ἀρᾶς, Παρθένε πανάχραντε· ὅθεν Σε ὡς αἰτίαν, σωτηρίας ὑμνοῦμεν, ἅμα δὲ καὶ κρηπίδα, τῆς ἐλπίδος βεβαίαν· ἀλλ’ ὦ Θεογεννῆτορ, δίδου ἡμῖν τὰ κρείττονα.

Μετ τν Πολυλεον

Κθισμα

ὁ α’ χορὸς

χος πλ. δ’ – Τν Σοφαν κα Λγον

ξ Ἑώας ὡς ἥλιος νοητός, ἐν ἐσχάταις ἡμέραις ἀναφανείς, ἀκτῖσι τοῦ βίου σου, καὶ τῷ φέγγει τῆς χάριτος, τὴν τῶν παθῶν σκεδάζεις, ὁμίχλην ἑκάστοτε, καὶ πάντας διεγείρεις, πρὸς θείαν ἀγάπησιν· ὅθεν ἀφθαρσίας, δεδεγμένος τὸ γέρας, φθορᾶς πάσης λύτρωσαι, τοὺς ἐκ πόθου τιμῶντάς σε, θεοφόρε Ἀρσένιε, πρεσβεύων ἐκτενῶς τῷ Χριστῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσιοῦσι, τοῖς θείοις λειψάνοις σου.

ὁ β’ χορὸς

Δξα Πατρὶ…  Κα νν… Θεοτοκον μοιον

Τὸν Δεσπότην τῶν ὅλων καὶ Ποιητήν, συλλαβοῦσα ἀφράστως ἐν Σῇ γαστρί, Αὐτὸν ἀπεκύησας, Θεὸν ἅμα καὶ ἄνθρωπον, ἀτρέπτως ἀσυγχύτως, δι’ ἔλεος ἄπειρον, λυτρούμενον τὸν κόσμον, τῆς πάλαι κακώσεως· ὅθεν Σε ὑμνοῦμεν, ἀσιγήτοις ἐν ὕμνοις, καὶ πίστει δοξάζομεν, τὸν ἀπόῤῥητον τόκον Σου, Θεοτόκε πανύμνητε· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσιοῦσιν, ἀεὶ τῇ πρεσβείᾳ Σου.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορός

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ  ὁσίου αὐτοῦ

ὁ β’ χορός

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ  ὁσίου αὐτοῦ

ὁ α’ χορός

Στχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Κατὰ Λουκᾶν ( Λουκ. Ϛ´ 17-24)

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν·   καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων· καὶ ἐθεραπεύοντο.  Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολς ν τ οραν.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ ψαλμὸς χύμα 

ὁ α΄ χορὸς

Δξα Πατρί… Ἦχος β’

Ταῖς τοῦ   Σοῦ ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος πλ. β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Θεοφόρε ᾽Αρσἑνιε. τὴν στενὴν καἱ τεθλιμμένην τρίβον βαδίσας. τὰς τοῦ ἐχθροῦ ἀτάκτους πο-

οἐίος. τῶν ἀρετῶν τῷ πλάτει ἐστἐνῶσος’ καὶ πρὸς πλάτος Παραδείσου σκηνῶσος, τῶν αἰωνίων ἀγαθῶν κληρονομος γέγονας. τὰ ὑπὲρ λόγον ὁρῶν καὶ ἁπολοῦῶν. Διο σου δεὁμἐῦο’ μὴ παύσῃ πρεσβεύων Πάτερ. τυχεῖν καὶ ἡμᾶς τῆς οἰῶνίου μακαριότητος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Τῆς Θεοτόκου εἰς ς’ καὶ τοῦ Ἁγίου οἱ δύο εἰς δ’.

ΚΑΝΟΝΕΣ

τῆς Θεοτόκου
ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ β’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.  

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ὁ β’ χορὸς   

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν θλίψει με ὄντα καὶ συμφορᾷ, ἐπισκοπῆς θείας, καὶ προνοίας μόνη Ἁγνή, ἀξίωσον ὅπως σε δοξάζω, τὴν θεοδόξαστον καὶ ὑπεράμωμον.

Εἶτα, ὁ Κανών τοῦ Ὁσίου Ἀρσενίου

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

          ὁ α’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τῆς Τρισηλίου καὶ μιᾶς Θεότητος τὸ φῶς δεχόμενος, λῦσον τοῦ νοός μου, Πάτερ τὴν σκοτόμαιναν, πρεσβείαις σου Ἀρσένιε, ὅπως μέλψω ἀξίως, τὰς ἀρετὰς καὶ τὰ θαύματα, τῆς ἀσκητικῆς πολιτείας σου.

ὁ β’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

λον τὸν πόθον τῆς ψυχῆς Ἀρσένιε ἀπεριτρέπτῳ νοΐ, πρὸς τὸν πάντων Κτίστην, καὶ Θεὸν ἀνέτεινας· ἐντεῦθεν πεπολίτευσαι, ὥσπερ ἄσαρκος Πάτερ, σαρκὸς μισήσας εὐπάθειαν, ὡς τῶν ὑπὲρ νοῦν ἐφιέμενος.

ὁ α’ χορὸς

Δξα Πατρί…

ποπιάζων πόνοις τῆς ἀσκήσεως Πάτερ τὸ σῶμά σου, καὶ παθῶν νεκρώσας, πάντα τὰ κινήματα, τὴν σὴν ψυχὴν ἐτέλεσας, ἀπαθείας δοχεῖον, καὶ τῶν θαυμάτων εἰσδέδεξαι, ἐκ Θεοῦ τὴν χάριν Ἀρσένιε.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

Σωματοφόρον τὸν πρὶν Λόγον ἄσαρκον Πατρὸς καὶ σύνθρονον, μὴ τραπέντα φύσιν, τὴν οἰκείαν ἄχραντε, ἀνερμηνεύτως τέτοκας, διὰ σπλάγχνα ἐλέους, πρὸς τὸ ἀρχαῖον ἀξίωμα, κόσμου ἐκ φθορᾶς ἐπανάγοντα.

τῆς Θεοτόκου

δ γ’

 ὁ α’ χορὸς

Ερμς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,… 

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.  

ὁ β’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον

ᾨδὴ γ΄ .

Τοῦ Ὁσίου Ἀρσενίου.

Ἦχος πλ. δ΄. Ὁ στερέωσας κατ’ ἀρχάς.

ὁ α’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ρας ἐπ’ ὤμων τὸν Σταυρόν, τοῖς ἴχνεσι τοῦ Σωτῆρος, ἐπορεύθης ἀκλινεῖ διανοίᾳ, τὰ ἐν κόσμῳ ὡς φθαρτά, καταλιπὼν Ἀρσένιε, καὶ πρὸς τὴν ἀφθαρσίαν μετὰ σπουδῆς ἐπειγόμενος.

ὁ β’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ήσεις τὰς θείας ἐκπληρῶν, Εὐαγγελίου θεόφρον, συμπαθῶς τοὺς ἀσθενοῦντας ἰᾶσαι, καὶ τοῖς πάσχουσι δεινῶς, παρέχεις ἀνακούφισιν, λόγῳ καὶ ἔργῳ Πάτερ, ὡς μαθητὴς Χριστοῦ γνήσιος.

ὁ α’ χορὸς

Δξα πατρὶ…

Συντονωτάταις προσευχαῖς, καὶ ἀγρυπνίαις καὶ πόνοις,  ἐγκρατείας θεοφόρε ἐκλάμψας, τῶν ἀφρόνων παιδευτής, καὶ ἅπασιν αἰδέσιμος, Ἀρσένιε ἐδείχθης, δι’ ἀρετῆς τελειότητα.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

κ τῆς ἀχράντου Σου γαστρός, ὁ Ὑπερούσιος Λόγος, προσλαβὼν τὴν τῶν ἀνθρώπων οὐσίαν, διὰ σπλάγχνα οἰκτιρμῶν, ἐθέωσε τὸν ἄνθρωπον, Παρθένε Θεοτόκε, πάντων βροτῶν τὸ διάσωσμα

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,…

Κθισμα

  βχορός

Ἦχος γ΄.Θείας πίστεως.

Θείῳ ἔρωτι, λελαμπρυσμένος, ἔργοις ἔλαμψας, τῆς ἐγκρατείας, καὶ ἐχθροῦ τὰς μεθοδείας ἠμαύρωσας, καὶ τῶν Πατέρων τῶν πάλαι Ἀρσένιε, τὴν πολιτείαν ἀρτίως ἐζήλωσας· μεθ’ ὧν πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

αχορός

Δξα Πατρί…  Κα νν… Θεοτοκον

Θείῳ Πνεύματι, πάλαι προεῖδε, θεῖον ὄρος Σε, ὁ ὑποφήτης, ἀρεταῖς πεποικιλμένον καὶ χάρισι· ἐκ Σοῦ Θεὸς γὰρ προῆλθε πανάχραντε, καὶ ἀπολλύμενον κόσμον διέσωσεν· Ὃν ἱκέτευε,  διδόναι ἡμῖν πανύμνητε, πταισμάτων ἱλασμὸν καὶ θεῖον ἔλεος

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

                                                                               Κοντάκιον.

Ἦχος δ΄. Ὁ ὑψωθείς.

Καππαδοκίας τὸ νεόφυτον ἄνθος, καὶ ἀρετῶν τὸ πολυτίμητον σκεῦος, ὁ ἱερος Ἀρσένιος  μνείσθω μοι· οὗτος γὰρ ὡς ἄγγελος, ἐν σαρκὶ βιοτεύσας, σύσκηνος ἐγένετο, τῶν Ἁγίων ἁπάντων, μεθ’ ὧν πρεσβεύει πάντοτε Χριστῷ, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.

Ὁ Οἶκος.

λον τὸν πόθον τῆς ψυχῆς, καὶ τὰς κινήσεις Πάτερ, ἀνατιθέμενος Χριστῷ, κατηκολούθησας Αὐτῷ, ἀμέμπτῳ πολιτείᾳ· καὶ τῆς φωνῆς Αὐτοῦ πληρωτὴς γενόμενος, σάρκα ἐνέκρωσας σκητικοῖς ἀγῶσι, τὴν δὲ ψυχὴν ἐλάμπρυνας. Τῆς ἀπαθείας τῇ αἴγλῃ, καὶ θείαις ἀναβάσεσι, καὶ μετοχαῖς ἀΰλοις, καὶ τῶν πάλαι Ὁσίων τοὺς τρόπους ζηλώσας, τῆς εὐκληρίας καὶ χάριτος αὐτῶν κατηξιώθης· τῆς ἐνεργείας γὰρ τοῦ Πνεύματος δοχεῖον ὤφθης φαεινόν, καὶ πλείστοις θαύμασι πολλούς, κακώσεων ἐξαίρεις· ὁ Σωτὴρ γὰρ Ὃν ἐδόξασας, λαμπρῶς σε ἀντεδόξασεν Ἀρσένιε Ὅσιε· Ὃν ἀεὶ δυσώπει, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν

Συναξάριον

ΤΙ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Καππαδόκου.

Στίχοι

  • Ἑξάδα μυστῶν τοῦ Λογου ὑμνῶ λόγοις,

  • Λόγῳ βροτοὺς λύσαντας ἐξ ἀλογίας.

  • Ἑξὰς Ἀποστολέων δεκάτῃ βίον ἐξεπέρησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Ὀλυμπᾶ, Ῥοδίωνος,  Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου.

Στίχοι

  • Ἑξάδα μυστῶν τοῦ Λογου ὑμνῶ λόγοις,

  • Λόγῳ βροτοὺς λύσαντας ἐξ ἀλογίας.

  • Ἑξὰς Ἀποστολέων δεκάτῃ βίον ἐξεπέρησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρέστου

Στίχοι

  • Ἀθλητικῶν, Ὀρέστα, σῶν ἱππασμάτων,

  • Νικητικὰ βραβεῖα πολλὰ προσδόκα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου τοῦ ἐν Συμβόλοις· καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νόνου Ἐπισκόπου, τοῦ κατηχήσαντος τὴν Ἁγίαν Πελαγίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου Ἐπισκόπου.

Στίχοι

  • Βίου διαστάς, οὗ βραχύς τις ὁ δρόμος,

  • Τὸν πρὸς πόλον Μαρτῖνος ἔδραμε δρόμον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μίλου Ἐπισκόπου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ.

Στίχοι

  • Ἔκτειναν ἐχθροὶ σὺν δυσὶ μύσταις Μίλον,

  • Σφαγὴ μὲν αὐτόν, τοὺς δὲ μύστας τοῖς λίθοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καλλιοπίου, Νίρου, καὶ Ὠρίωνος.

Στίχοι

  • Ξίφει τράχηλον, Καλλιόπιε, κλίνας,

  • Κάλλος θεωρεῖς ἀκλινῶς Θεοῦ Λόγου.

  • Ὑπῆρξεν ἡμῖν ἡ κεφαλή σου, Νίρε,

  • Θείου κεφαλὴ Μάρτυρος διὰ ξίφους.

  • Κἂν ζῶν ἐβλήθη Μάρτυς εἰς γῆν Ὠρίων,

  • Ὑπὲρ τὸν Ὠρίωνα λάμπει τοῦ πόλου

Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. μν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾠδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.

ὁ β’ χορός

ᾠδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾠδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾠδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ σου· σύ γάρ ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος Ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, τήν εἰρήνην βραβεύουσα.

ὁ β’ χορός

ᾠδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾠδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί  προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτκε γν, ειπρθενε.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλρια

ὁ α’ χορὸς

Γυναῖκες ἀκουτίσθητε.

σκητικοῖς παλαίσμασιν, ἐν τοῖς ἐσχάτοις ἔτεσι, πρὸς τελειότητος ὕψος, ἤρθης Ἀρσένιε Πάτερ, καὶ τῷ Θεῷ ὡμίλησας, καὶ παρ’ Αὐτοῦ ἀπείληφας, θαυμάτων χάριν Ἅγιε, ὥσπερ φωτὸς ἀνάπλεως, καὶ τῶν ψυχῶν οἰκονόμος.

ὁ β’ χορὸς

Θεοτοκον

 πειρογάμως τέτοκας, τὸν ἐκ μὴ ὄντων ἅπαντα, λόγῳ ποιήσαντα μόνῳ, Θεογεννήτρια Κόρη, καὶ τῆς φθορᾶς ἀπήλλαξας, τὸ γένος τὸ ἀνθρώπινον· διό Σε μεγαλύνομεν, καὶ τὴν θερμήν Σου πρεσβείαν, αἰτούμεθα καθ’ ἑκάστην.

ΑΙΝΟΙ

Ἦχος πλ. δ’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

Ὢ τοῦ παραδόξου θαύματος.

Ὅσιε Πάτερ Ἀρσένιε, τὴν τεθλιμμένην ὁδόν, καὶ στενὴν διὰ πίστεως, ἀκλινῶς ἐβάδισας, οὐρανίῳ φρονήματι, καὶ ὑπεράνω παθῶν γενόμενος, τῆς ἀπαθείας ὤφθης κειμήλιον· ὅθεν τοὺς πόνους σου, ὁ Χριστὸς δεξάμενος, τῆς ὑπὲρ νοῦν, δόξης καὶ λαμπρότητος, σὲ κατηξίωσεν.

ὁ β’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

σιε Πάτερ Ἀρσένιε, καθαρωτάτῃ ψυχῇ, τῷ Θεῷ ἱεράτευσας, τῷ σὲ ἀναδείξαντι, ἱερέα θεόληπτον, καὶ ὡς θυσίαν αὐτῷ εὐπρόδεκτον, τῶν ἀρετῶν σου τὰ κατορθώματα, πίστει προσήγαγες· ὅθεν συνηρίθμησαι, θείοις χοροῖς, τῶν Ἁγίων σύσκηνος, τούτων γενόμενος.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Πάτερ θεόφρον Ἀρσένιε, ἀνακαθάρας τὸν νοῦν, ἐγκρατείας τοῖς σκάμμασι, φωτισμοῦ πεπλήρωσαι, δωρεᾶς τῆς τοῦ Πνεύματος, καὶ τῶν θαυμάτων χάριν δεξάμενος, πάθη ποικίλα εὐχῇ ἰάτρευσας· ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας ἐν οὐρανοῖς, χάριν ἐξαιτούμενος, ἡμῖν καὶ ἔλεος.

 

β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Πάτερ παμμάκαρ Ἀρσένιε, τὴν μακαρίαν ζωήν, ἐν τῷ κόσμῳ διήνυσας, ἀπροσκόπτως Ὅσιε, παριδὼν τὰ ἐπίγεια· ὅθεν πρὸς δόξαν τὴν ὑπερκόσμιον, οἷα θεράπων Χριστοῦ θερμότατος, χαίρων ἀνέδραμες, πάντοτε δεόμενος ὑπὲρ ἡμῶν, τῶν προσπτυσσομένων σου, τὰ θεῖα λείψανα..

ὁ α’ χορὸς

Δξα Πατρί…  χος πλ.δ’

Τὁ τῆς ἀσκήσεως στάδιον, άνενὃότῳ γνώμῃ τελέσας, τῆς αἰωνίου ζωῆς τὸ γέρας, ἐπαξίως ἐκομίσω παρά Χριστοῦ., «Οσιἐ Πάτερ ᾿Αρσἐνιἐ’ τῆς γὰρ οἰκείας φύσεως, τὸ ἀσθενὲς ἐρρῶνυες, ἐν τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν, ὧν τὰς ἐμφάσεις, μυστικῶς ἐδέχου. Καὶ νῦν τὴν δόξαν θεωρῶν. τοῦ μονογενοῦς Υἵοῦ τοῦ Θεοῦ, μὴ παῦσῃ δεόμενος «Αγιε, ρῦἐσθαι ἡμᾶς τῶν σκανδάλων τοῦ ἐχθροῦ. καὶ σωθῆναι τὰς ψυχάς ἡμῶν.

β’ χορός

Κα νν… Θεοτοκον

Τά οὐράνια. ὑμνεῖ σε., Κεχαριτῶμἐνη Μῆτἐρ ᾿Ανῦμφευτε, καὶ ἡμεῖς δοξολογοῦμἐν τἠν ἀνεξιχνίαστον σου γέννησιν Θεοτὁκε πρέσβευἐ. σταθῆναι τάς ψυχάς ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

 ὁ β’ χορός

Ἀπολυτίκιον  Ἦχος γ΄.  Θείας πίστεως.

Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον, τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων τὴν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸμέγα ἔλεος

 ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ.  Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ.Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.   Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρίΚαὶ νῦν.. ..

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στίχ  Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ  ὁσίου αὐτοῦ

Ἀπολυτίκιον  Ἦχος γ΄.  Θείας πίστεως.

Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον, τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων τὴν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸμέγα ἔλεος

Εἰσοδικὸν

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..

ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον) 

Ἀπολυτίκιον  Ἦχος γ΄.  Θείας πίστεως.

Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον, τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων τὴν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸμέγα ἔλεος

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον χος δ’

ψωθες ν τ Σταυρ

καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Ατη πρχει σκην πουρνιος.  

Τρισάγιον.

Ἀπόστολος 

Προκείμενον ἦχος βαρύς

Καυχήσονται ὅσιοι ἐν δόξῃ.

Στίχ. σατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πρς Γαλτας πιστολς Παύλου τὸ Ἀνάγνωσμα .     (Γαλ. ε´ 22-26, ς’1-2)

δελφοί, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. ᾽Αδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ᾽Αλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τν νμον το Χριστοῦ.

λληλοϊα  (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον.

(Ματθ. ια´ 27-30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου΄ καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰμὴ ὁ Πατήρ΄ οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ΄ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Ες τ, ξαιρτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

 

ἦχος β

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄).

πόλυσις   

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

10 ΝΟΕ18 ΕΟΡΤΗ ΟΣΙΟΥ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s