ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ (14 ΝΟΕΜΒΡΙΟΥ 2018)

14 ΝΟΕΜΒΡΙΟΥ 2018

+Τοῦ  Ἁγίου ἐνδόξου Νεομάρτυρος Κωνσταντίνου τοῦ Ὑδραίου.

 Î‘ποτέλεσμα εικόνας για ΑΓΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΥΔΡΑΙΟΣ

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ(13/11/2018)

Ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ναγνστης: μήν.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δξα σοι.

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν….

  • Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν αστάσιν.

ὁ α’ χορός

Ἦχος α‘  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στχ. α’. ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

΄ ῍Ω τοῦ παραδόξου θαύματος.

Ω῍ τοῦ παραδόξου θαύματος! ἐν ἐσχάτοις καιροῖς, Κωνσταντῖνε ἔνδοξε, Μαρτύρων ἁμιλληθείς, τοῖς κατορθώμασιν, ὑπέστης καρτερικῶς, τὰς ἀνυποίστους βασάνους τοῦ σώματος, καὶ ἤθλησας καρτερῶς, τὸν δι᾿ ἀγχόνης δεξάμενος θάνατον. Ὅθεν ἐν σκηναῖς Ἁγίων, νῦν ἐπαγαλλόμενος, τὸν Θεὸν ἐκδυσώπει, ὑπὲρ πάντων τῶν τιμώντων σε.

ὁ β’ χορός

Στχ. β’. νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Βαβαὶ τῆς σῆς προμηθείας Χριστέ! σὺ γὰρ Κωνσταντῖνον, τὸν στεῤῥὸν ἐδόξασας, θαυμάτων ταῖς δωρεαῖς, ὡς νέον Μάρτυρα, καὶ τοῦτον ὑπερφυῶς, τῆς τῶν Ῥοδίων ἀνέδειξας πόλεως, ὑπέρμαχον κραταιόν, καὶ πολιοῦχον ἁγίᾳ σου χάριτι. Ὅθεν ταῖς αὐτοῦ πρεσβείαις, δίδου τὰ ἐλέη σου, τοῖς αἰνοῦσί σε Σῶτερ, σὺν Πατρὶ καὶ Θείῳ Πνεύματι.

Στχ. γ’. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὴν σὴν γεραίρομεν ἄθλησιν, δι᾿ ἧς κατῃσχύνθη, ὄφις ὁ ἀρχέκακος, ὁ πρῴην σε πονηρῶς, πτερνίσας Ἅγιε• ἐλθὼν γὰρ εἰς ἑαυτόν, ἐν μετανοίᾳ Θεὸν ἐξεζήτησας, καὶ ἤνεγκας δι᾿ αὐτόν, ὦ Κωνσταντῖνε ἀγχόνῃ τὸν θάνατον. Ὅθεν δοξασθεὶς ἐν πόλῳ, πάντοτε μνημόνευε, τῶν τιμώντων ἐν ὕμνοις, ὡς λαμπρόν σε Νεομάρτυρα.

Ἕτερα. Ἦχος β΄.

ὁ β’ χορός

Στχ. δ’. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ποίοις εὐφημιῶν στέμμασιν

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Κωνσταντῖνον; τὸν ἀκαταγώνιστον Μάρτυρα, τὸν διὰ Χριστὸν ἐναθλήσαντα, ἀνδρικῶς ἐν χρόνοις τῆς δουλείας• τῆς Ὕδρας, τὸ εὐωδέστατον ἀπάνθισμα, καὶ Ῥόδου, τὸ θεοδώρητον ἀγλάϊσμα. Τοῦτον γὰρ ὄντως ἀξίως, χάρισι θαυμάτων, ἐθαυμάστωσεν ἡ Τριάς, Πατὴρ ὁ προάναρχος, σὺν Υἱῷ καὶ Θείῳ Πνεύματι.

ὁ α’ χορός

Στχ. ε’. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Ποίοις εὐφραντικοῖς μέλλεσιν, ἐπαινέσωμεν τὸν Κωνσταντῖνον; τὸν ἐν μετανοίας τοῖς δάκρυσι, πτῶμα τὸ δεινὸν διορθώσαντα, καὶ μαρτυρικῶς τελειωθέντα• τὸ ἄνθος, τῆς εὐσεβείας τὸ ἡδύπνοον, καὶ μῦρον, ὁμολογίας τὸ πολύτιμον. Τοῦτον γὰρ ὄντως ἀξίως, σκηνῆς τῶν Μαρτύρων, κατηξίωσεν ἡ Τριάς, Πατὴρ ὁ προάναρχος, σὺν Υἱῷ καὶ Θείῳ πνεύματι.

ὁ β’ χορός

Στχ. Ϛ ‘. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Ποίοις νικητικοῖς ἔπεσι, στεφανώσωμεν τὸν Κωνσταντῖνον; τὸν Ἀγαρηνῶν τὴν φαυλότητα, στόματι ἁγίῳ ἐλέγξαντα, καὶ ἀνυψωθέντα τῇ ἀγχόνῃ• τὸν πάσας, τὰς μηχανὰς ἐχθροῦ πατήσαντα, καὶ πίστιν, τῶν Ὀρθοδόξων μεγαλύναντα. Τοῦτον γὰρ ὄντως ἀξίως, ζωῆς τῆς ἀφράστου, κατηξίωσεν ἡ Τριάς, Πατὴρ ὁ προάναρχος, σὺν Υἱῷ καὶ Θείῳ Πνεύματι.

ὁ α’ χορός

Δξα Πατρί… Ἦχος πλ. β΄.

Σήμερον τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, ἡ τοῦ Νεομάρτυρος Κωνσταντίνου μνήμη, ὡς ἀστὴρ οὐρανόφωτος ἐπέλαμψε, τὰς ψυχὰς τῶν πιστῶν καταπυρσεύουσα, τῶν ἐν ἀγαλλιάσει βοώντων• Χαίροις ὁ τὰς παγίδας, τοῦ ἀρχεκάκου ἐχθροῦ διαδράς, καὶ τὴν θερμὴν τοῦ Κορυφαίου, ἐπιδείξας μετάνοιαν• χαίροις ὁ ἑκουσίως, τοῖς βασάνοις ἑαυτὸν δεδωκώς, καὶ τὸν σὲ πρῴην πτερνίσαντα, καταβαλὼν τῇ ἀθλήσει σου• χαίροις ὁ τῆς Ὕδρας τίμιος βλαστός, τῆς Ῥόδου τὸ καύχημα καὶ μέγας πολιοῦχος. Ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, μή παύσῃ δεόμενος, ὑπὲρ τῶν τελούντων τὴν μνήμην σου.

ὁ β’ χορός

Κα νν… Θεοτοκίον Ἦχος πλ. β΄

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τῇ Τρίτῃ ἑσπέρας Ἦχος α’

ὁ α’ χορός

Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου.

ὁ β’ χορός

Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου.

ὁ α’ χορός

Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.

Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου.

καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἠσαῒου τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄ 9)

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὅν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ΄ 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. ε΄ 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῖν, καὶ ἡ δυναστείᾳ παρὰ Ὑψίστου.

ὁ διάκονος:

  • Εἴπωμεν πάντες…. 

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

 ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν ….

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ,

 Ἦχος α΄.

Αγάλλεται ἐν Κυρίῳ, ἡ ἐνεγκαμένη σε Ὕδρα, καυχωμένη τοῖς σπαργάνοις σου, Κωνσταντῖνε ἀοίδιμε• ἀλλὰ πλέον εὐφραίνεται, ἡ περιώνυμος Ῥόδος, ἁγιασθεῖσα τῷ μαρτυρίῳ σου• ἀμφότεραι δὲ πολιοῦχόν σε ἔχουσαι, τὴν μνήμην σου γεραίρουσι, καὶ τὴν προστασίαν σου ἐκδεχόμεναι, τῶν θαυμάτων σε δυνάμει δοξάσαντι, εὐφροσύνως κραυγάζουσιν• Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, θαυμαστὸς ἐν τοῖς Ἁγίοις σου πάντοτε.ὁ

Ἀπόστιχα

Στιχηρὰ προσόμοια

Ἦχος πλ.α’ 

ὁ α’ χορός

Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ Νεομάρτυς Χριστοῦ, Νεομαρτύρων τὸ φαιδρὸν ἐγκαλλώπισμα, Μαρτύρων λαμπρὰ προσθήκη, ὡς ἐν ἐσχάτοις αὐτῶν, μιμητὴς ἐν πᾶσι καὶ ὁμότροπος· τῆς Ὕδρας τὸ βλάστημα, καὶ τῆς Ῥόδου τὸ καύχημα, τῆς Ἐκκλησίας, τὸ καινὸν ἐγκαλλώπισμα, τὸ οὐράνιον, Ὀρθοδόξων ἀγλάϊσμα· πίστεως τὸ ἀπάνθισμα, καὶ δόξα ἀρίζηλος, τῆς πατρικῆς εὐσεβείας, τὸ μυστικὸν καλλιέρημα. Χριστὸν ἐκδυσώπει, Κωνσταντῖνε ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.

ὁ β’ χορός

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Χαίροις ὁ Ἀθλοφόρος Χριστοῦ, ὁ ἐν τῇ Ῥόδῳ ἐναθλήσας ὡς ἄσαρκος, καὶ φρύαγμα τῶν τυράννων, νικητικῶς καθελών, τῷ εὐσθενεστάτῳ μαρτυρίῳ σου· στεῤῥῶς γὰρ ὑπέμεινας, τῆς εἱρκτῆς τὸ ἐπώδυνον, τὰς δριμυτάτους, ἀλγηδόνας τοῦ σώματος, καὶ τὸν θάνατον, ὡς ζωῆς ὄντα πρόξενον. Ὅθεν σε ὁ φιλάνθρωπος, φωτὸς κατηξίωσαι, τῆς οὐρανῶν βασιλείας, σὺν τῶν Μαρτύρων τοῖς τάγμασι· μεθ᾿ ὧν Κωνσταντῖνε, ἐκδυσώπει ὑπὲρ πάντων τῶν εὐφημούντων σε.

ὁ α’ χορός

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίρει πνευματικῶς ἐπὶ σοί, πόλις Ῥοδίων Κωνσταντῖνε ἡ ἔνδοξος, καὶ μνήμην σου τὴν ἁγίαν, ἐπιτελεῖ εὐλαβῶς, τοὺς λαμπρούς σου ἄθλους μακαρίζουσα· καλῶς γὰρ διήνυσας, ἐν αὐτῇ τὸ μαρτύριον, καὶ πολιοῦχος, εὐδοκίᾳ τῇ ἄνωθεν, ἀναδέδειξαι, αὐτῆς Μάρτυς ἀκοίμητος. Ὅθεν καὶ τοῦ λειψάνου σου, τῇ θήκῃ προστρέχουσα, τῆς χάριτός σου λαμβάνει, ὑπερφυῶς τὰ δωρήματα, δοξάζουσα Μάρτυς, ὀρθοδόξως τὴν Τριάδα, τὴν ὁμοούσιον.

ὁ β’ χορός

Δξα Πατρί… Ἦχος β

Δεῦτε σήμερον πιστοί, τὸν Νεομάρτυρα Χριστοῦ, τὸν ἐξ Ὕδρας ἐκλάμψαντα, καὶ ἐν Ῥόδῳ ἀθλήσαντα, Κωνσταντῖνον τὸν ἔνδοξον, μαρτυρικοῖς ἐπαίνοις ἐγκωμιάσωμεν. Οὗτος γὰρ ὡς νουνεχής, τῶν τυράννων τὴν ἀσέβειαν μισήσας, τῆς πατρικῆς εὐσεβείας ἀντελάβετο, καὶ οὐκ ἐφείσω σαρκὸς θνησκούσης, βασάνοις ποικίλοις προσομιλήσας, ἀλλ᾿ ὡς ἄσαρκος ἐπὶ ἀγχόνης ἀνυψώθη, καὶ ἐταπείνωσεν ἐχθρὸν τὸν ἀνθρωπόλεθρον. Ὅθεν τῆς μελλούσης δόξης, τῶν ὑπὲρ ἔννοιαν κοινωνήσας ἀγαθῶν, τῷ Βασιλεῖ τῶν αἰώνων συμβασιλεύει, καὶ πρεσβεύει ἐκτενῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορός

Κα νν… Θεοτοκίον

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με π τν σκπην σου. 

ὁ προεστὼς: Νῦν ἀπολύεις ..Τρισάγιον…..

 ὁ α’ χορός

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Κωνσταντῖνον τῆς Ὕδρας, τὸν ὑπέρτιμον ὄρπηκα, τῶν Νεομαρτύρων τὸ κλέος, τὸν ἐν Ῥόδῳ ἀθλήσαντα, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τιμήσωμεν προφρόνως ἀδελφοί, ὡς ὑπὲρ Χριστοῦ παθόντα, καὶ τὸν ἀγχόνης θάνατον δεξάμενον. Οὗτος συμβασιλεύει γὰρ Χριστῷ, καὶ ὑπὲρ ψάμμον ἰάματα, πᾶσι τοῖς προστρέχουσιν αὐτῷ, χύδην χαρίζεται.

ὁ β’ χορός  

Δόξα Πατρί… Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Εὐσεβείας τὸ ῥόδον, τὸ εὐωδέστατον, τὸ μέγα κλέος τῆς Ῥόδου, καὶ πολιοῦχον στεῤῥόν, Κωνσταντῖνον οἱ πιστοὶ ἀνευφημήσωμεν, ὅτι Μαρτύρων τὴν ὁδόν, διανύσας ἐπὶ γῆς, ἐν οὐρανοῖς ἐδοξάσθη, καὶ πρεσβεύει νῦν τῇ Τριάδι, ἐν παῤῥησίᾳ ὑπὲρ πάντων ἡμῶν.

 ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον, ὁ αὐτός.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος,χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ,χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν,πρεσβεύουσα μὴ ἐλλείπῃς,ὑπὲρ τῶν ἀνυμνούντων,καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις

 «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

13 ΝΟΕ18 ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s