13 ΝΟΕΜΒΡΙΟΥ 201 8
+ Μν ή μη το ῦ ἐ ν Ἁ γ ί οις Πατρ ὸ ς ἡ μ ῶ ν Ἰ ω ά ννου , Ἀ ρχιεπισκ ό που Κωνσταντινουπ ό λεως , το ῦ Χρυσοστ ό μου .
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ΑΠΟΛΥΤΙΚΙΑ
Ἦ χος πλ. δ’
ὁ α’ χορὸς
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ, α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ, β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ, γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Ἡ τοῦ στόματός σου…
ὁ α’ χορός
Καὶ νῦν…Θεοτοκίον.
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος πλ.δ’ – Τὴν Σοφίαν καὶ Λόγον
Τ ὴν σοφίαν ἐξ ὕψους καταμαθών, καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ, καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας, τήν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις σου, ὅθεν καὶ πρὸς ζῆλον, Βασιλίδα ἐλέγξας, ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης μακάριε, Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ β’ χορός
Δόξα Πατρὶ…
Τ ὴν σοφίαν ἐξ ὕψους καταμαθών…
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Τ ὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου, πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι΄ Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν, σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
ὁ β’ χορός
Μετὰ τὴν β ’ Στιχολογίαν.
Ἦχος γ’ – Θείας πίστεως
Σ κεῦος ἔνθεον τῆς Ἐκκλησίας, πλοῦτος ἄσυλος τῆς εὐσεβείας, ἀνεδείχθης Ἱεράρχα Χρυσόστομε, ἐν ἀπαθείᾳ φαιδρύνας τὸν βίον σου, τοῖς δεομένοις ἐπαντλήσας τόν ἔλεον. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἦχος πλ. α’ – Τὸν συνάναρχον Λόγον
Τ ὸν λειμῶνα τῶν λόγων τῶν θεοπνεύστων Γραφῶν, τὸν ἡμᾶς ὁδηγοῦντα πρὸς τὴν μετάνοιαν, τὸν τοὺς ποικίλους πειρασμοὺς ὑπομείναντα, τὸν Χρυσόστομον πιστοί, ὡς διδαχθέντες ὑπ’ αὐτοῦ, τιμήσωμεν κατὰ χρέος΄ πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον, ὅμοιον
Τ ὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώρισται, Ἁγνὴ Ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὸν Πολυέλεον, ἕτερα.
ὁ α’ χορός
Ἦχος δ’ -Ἐπεφάνης σήμερον
Τ οῖς χρυσέοις λόγοις σου, ἡ Ἐκκλησία, ἀρδομένη ἅπαντας, ποτίζει νάματα χρυσᾶ, καὶ ἰατρεύει νοσήματα, τῶν σὲ ὑμνούντων, παμμάκαρ Χρυσόστομε.
ὁ β’ χορός
Δόξα Πατρὶ… Ἦχος πλ. α’ – Τὸν συνάναρχον Λόγον
Ο ὔτε ἔχθρα συνόδου οὖσα παράνομος, οὔτε μῖσος Αὐγούστης οὔσης παράφρονος, τὰς ἀρετὰς τὰς ἐν σοὶ Πάτερ κατέσβεσαν, ἀλλ’ ὡς χρυσὸς ἐν τῷ πυρί, δοκιμασθείς τῶν πειρασμῶν, καθικετεύεις ἀπαύστως, τὴν Παναγίαν Τριάδα, ὑπὲρ ἧς ἠγωνίσω ζέων τῷ πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Τ ὴν ταχεῖάν σου σκέπην καὶ τὴν ἀντίληψιν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε, οἶδα γὰρ οἶδα Παρθένε,…
ὁ β’ χορός
…ὡ ς πάντα, ὅσα βούλει καὶ δύνασαι.
ΑΝΑΒΑΘΜΟΙ
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δόξα Πατρί…
Ἁ γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ’
ὁ α’ χορός
Τ ὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
ὁ β’ χορός
Τ ὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
ὁ α’ χορός
Στίχ. Ἀ κούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Τ ὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου
ὁ α΄ χορὸς
ἦχος β ’
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα .
(Ἰω. ι´ 1-9)
Ε ἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους΄ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει΄ καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται΄ καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ΄ ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, κα ὶ νομ ὴ ν ε ὑ ρ ή σει.
Δ όξα σοι, Κύριε, δόξα σοι.
Καὶ εὐθὺς ὁ Ν ’ Ψαλμὸς χύμα
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Ἦχος β’
Σ ήμερον σκιρτῶσιν ἐν πνεύματι, Ἀρχιερέων δῆμοι, σὺν ἡμῖν τιμῶντές σου τὴν μνήμην Ἱεράρχα, Χρυσόστομε Ὅσιε, φωστὴρ τῆς Ἐκκλησίας.
ὁ β’ χορὸς
Καὶ νῦν…
Τ αῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
τὸ Ἰδιόμελον Ἦχος πλ. β’
Ἐ ξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας Ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ θεότητι.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
τῆς Θεοτόκου
ᾠδὴ α’ Ἦχος πλ. δ’
ὁ α’ χορὸς
Ὑ γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π ολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π αθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σ ωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ν οσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐ ν θλίψει με ὄντα καὶ συμφορᾷ, ἐπισκοπῆς θείας, καὶ προνοίας μόνη Ἁγνή, ἀξίωσον ὅπως σε δοξάζω, τὴν θεοδόξαστον καὶ ὑπεράμωμον.
τοῦ Ἁγίου
ᾠδὴ α’ Ἦχος ὁ αὐτός
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἁρματηλάτην Φαραὼ
Τ ῆς μετανοίας γεγονὼς θερμότατος, κῆρυξ Χρυσόστομε, μετανοεῖν Πάτερ, τῷ Θεῷ με πρέσβευε, ἐξ ὅλης τῆς καρδίας μου, καὶ τῶν πάλαι πταισμάτων, θεραπευθῆναι τὰ τραύματα, τῇ σῇ συμπαθείᾳ δυσώπησον.
ὁ β’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅ λην τὴν αἴγλην τοῦ Ἁγίου Πνεύματος, Πάτερ δεξάμενος, ὁλολαμπὴς ὤφθης, στῦλος προηγούμενος, τῆς Ἐκκλησίας, Ὅσιε, φωτεινή τε νεφέλη, παμμάκαρ ἐπισκιάζουσα, τὰ τῶν Ὀρθοδόξων συστήματα.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ…
Ὑ πὸ Χριστοῦ προχειρισθεὶς Διδάσκαλος, θεῖα διδάγματα, χρυσοειδεῖ γλώσσῃ, γνώμῃ τε θεόφρονι, πλουσίως σὺ ἐπήγασας, τοῦ Θεοῦ ποταμὸς γάρ, ὑδάτων πλήρης τοῦ Πνεύματος, ὤφθης θεοφάντορ Χρυσόστομε.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Π εποικιλμένη ποικιλίᾳ χάριτος, θεοχαρίτωτε, τὸν τοῦ Πατρὸς Λόγον, σάρκα χρηματίσαντα, δι’ εὐσπλαγχνίαν ἄφατον, ὑπὲρ νοῦν τε καὶ λόγον, εὐλογημένη γεγέννηκας, μείνασα Παρθένος ἀμόλυντος.
τῆς Θεοτόκου
ᾠ δ ὴ γ’
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ο ὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
ὁ β’ χορὸς
Ο ὐρανίας ἁψῖδος,…
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π ροστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱ κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ε ὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χ αλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
τοῦ Ἁγίου
ᾠ δ ὴ γ’. Ἦχος ὁ αὐτός
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ στερεώσας κατ’ ἀρχὰς
Ν οῦν σὺ Χριστοῦ πεπλουτηκώς, σῇ καθαρᾷ πολιτείᾳ, τῆς ἀνθρώπων σωτηρίας ἐγένου, συνεργὸς ὑφηγητής, δημηγόρος Χρυσόστομε, διδασκαλίας βρύων, σωτηριώδεις θεόπνευστε.
ὁ β’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐ κ τῶν ἀσύλων θησαυρῶν, τοῦ Πνεύματος σὺ πλουτήσας, ἐκ πηγῶν τοῦ σωτηρίου ἀντλήσας, τὴν ἀέναον πηγήν, τῶν διδαγμάτων ἤρδευσας, τῆς Ἐκκλησίας ἅπαν, Ὅσιε Πάτερ τὸ πρόσωπον.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ…
Ὑ λομανούσας τῶν ψυχῶν, Χρυσόστομε τὰς ἀρούρας, τῇ πανσόφῳ γεωργίᾳ τῶν λόγων, ἐξεκάθηρας σαφῶς, καὶ καρποφόρους ἔδειξας, τοῖς οὐρανίοις ὄμβροις, ταύτας ἐπάρδων θεόληπτε.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Μ ῶμος ἐν σοὶ καὶ μολυσμός, οὐκ ἔστιν ὅλως Παρθένε, ἐνδιαίτημα δὲ μᾶλλον ἐφάνης, οὐρανίων ἀρετῶν, ἐν σοὶ γὰρ κατεσκήνωσε, τῶν ἀρετῶν ἡ πᾶσα, ἁγιωσύνη Πανάμωμε.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
ὁ β’ χορός
Κάθισμα Ἦχος πλ. δ’ – Τὴν Σοφίαν καὶ Λόγον
Τ ῆς ἀῤῥήτου σοφίας θεοπτικῶς, ἐξαντλήσας τὸν πλοῦτον τὸν γνωστικόν, πᾶσιν ἐθησαύρισας, ὀρθοδοξίας τὰ νάματα, τῶν μὲν πιστῶν καρδίας, ἐνθέως εὐφραίνοντα, τῶν δὲ ἀπίστων ἀξίως, βυθίζοντα δόγματα, ὅθεν δι’ ἀμφοτέρων, εὐσεβείας ἱδρῶσιν, ἐδείχθης ἀήττητος, τῆς Τριάδος ὑπέρμαχος, Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον
Τ ὸν φλογμὸν τῆς γεέννης καὶ ἐμπρησμόν, τὸν κλαυθμὸν τὸν ἐν ταύτῃ καὶ ὀδυρμόν, τὸν ἐλεεινότατον, χωρισμὸν καὶ πικρότατον, τοῦ τῶν Ἁγίων κλήρου, καὶ τῆς ὁμηγύρεως, ἐνθυμουμένη φρῖξον, ψυχή μου καὶ στέναξον, καὶ τὰ γραμματεῖα, τῶν μυρίων χρεῶν σου, ἀπαλεῖψαι ἐπείχθητι, κατανύξεως δάκρυσι, συνεργὸν ἀκαταίσχυντον, ἔχουσα τὴν μόνην Ἁγνήν, δι’ ἧς πταισμάτων δίδοται ἡ ἄφεσις, τοῖς αὐτὴν Θεοτόκον, ὀρθοδόξως δοξάζουσι.
τῆς Θεοτόκου
ᾠ δ ὴ δ’. Ἦχος πλ. δ’
Ε ἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τ ῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ε ὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀ πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ο ἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐ πὶ κλίνης ὀδύνης μου, καὶ τῆς ἀῤῥωστίας κατακειμένῳ μοι, ὡς φιλάγαθος βοήθησον, Θεότοκε μόνη ἀειπάρθενε.
τοῦ Ἁγίου
ᾠ δ ὴ δ’
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σύ μου ἰσχύς, Κύριε
Ἄ λλον ἡμῖν, τῶν Ἀποστόλων ὁμότροπον, ὁ προνοίᾳ, πάντων προμηθούμενος, ὡς ἀγαθὸς δέδωκε Χριστός, σὲ τῆς οὐρανίου μυσταγωγίας τὸν κήρυκα, καὶ θεῖον ὑποφήτην, μυστηρίων τῶν ἄνω, Ἰωάννη παμμάκαρ Χρυσόστομε.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ ὸν χρυσαυγῆ, καὶ χρυσολόγον τιμήσωμεν, Ἰωάννην, πάντας τὸν χρυσώσαντα, χρυσοειδέσι μαρμαρυγαῖς, τῆς διδασκαλίας, καὶ κόσμον γλῶσσα φαιδρύναντα, χρυσίου λαμπροτέρα, καὶ φωτὸς πληρεστάτη, ἐκβρυούσῃ τὴν χάριν τὴν ἔνθεον.
Δ ό ξα Πατρί…
Ὅ λος Θεοῦ, γέγονας κατοικητήριον, ὅλος ὤφθης, ὄργανον τοῦ Πνεύματος, ἀναφωνοῦν, πάσης ἀρετῆς, θεόπνευστον μέλος, καὶ σωτηρίας ὑπόθεσιν, καὶ κάλλος ὑποφαῖνον, οὐρανῶν βασιλείας, Ἰωάννη παμμάκαρ Χρυσόστομε.
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Μ ετὰ Θεόν, σὲ προστασίαν κεκτήμεθα, σὺ γὰρ Μήτηρ, Θεοῦ ἐχρημάτισας, τοῦ Ποιητοῦ καὶ Δημιουργοῦ, τοῦ τὴν ἡμετέραν, μορφὴν λαβόντος πανάμωμε, καὶ ταύτην σεσωκότος, ἐκ φθορᾶς καὶ θανάτου, καὶ τῇ δόξῃ τῇ θείᾳ δοξάσαντος.
τῆς Θεοτόκου
ᾠ δ ὴ ε’
Φ ώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἔ μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λ ύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λ ῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἴ ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
τοῦ Ἁγίου
ᾠ δ ὴ ε’. Ἦχος ὁ αὐτός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἵνα τί με ἀπώσω
Ἐ κκλησίας φωστῆρα, πάντες σε γινώσκομεν φωτοειδέστατον, καὶ ψυχῶν σωτῆρα, ἀναρπάζοντα ταύτας τοῦ φάρυγγος, τοῦ θανατηφόρου καὶ πρὸς ζωὴν καθοδηγοῦντα, τήν αἰώνιον Πάτερ ἀοίδιμε.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λ ύεις τὰς παρατάξεις, τῶν αἱρετιζόντων σὺ περιφραξάμενος, εὐσεβείας ὅπλοις, καὶ ἀνδρείᾳ ψυχῆς ἱερώτατε, συγκροτεῖς δὲ χαίρων, περιφανῶς τῶν Ὀρθοδόξων, τάς χορείας συνδέσμῳ τοῦ Πνεύματος.
Δ ό ξα Πατρὶ…
Π λήρεις ὥσπερ φιάλαι, ἀρωμάτων ἐνθέων αἱ σιαγόνες σου, καὶ τὴν οἰκουμένην, νοηταῖς εὐωδίαις εὐφραίνουσι, τῇ τῶν νοημάτων, μυρεψικῇ μυσταγωγία, καὶ τῷ κάλλει τῶν λόγων σου πάνσοφε.
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Ὡ ς Θεὸν συλλαβοῦσα, τὸν δημιουργόν τε καὶ κτίστην καὶ Κύριον, γενεαὶ σε πᾶσαι, τῶν ἀνθρώπων Ἁγνὴ μακαρίζουσι, καὶ τῶν Ἀσωμάτων, αἱ νοεραὶ Ταξιαρχίαι, ὡς Μητέρα Θεοῦ σε δοξάζουσιν.
τῆς Θεοτόκου
ᾠ δ ὴ ς’
Τ ὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς΄ Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θ ανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π ροστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡ ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐ ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
τοῦ Ἁγίου
ᾠ δ ὴ ς’. Ἦχος ὁ αὐτός –
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱλάσθητί μοι Σωτὴρ
Σ οφίᾳ πνευματικῇ, τον κόσμον ὅλον ἐπλούτισας, τοῦ λόγου διανομεύς, γενόμενος πλούσιος, πλουσίᾳ γὰρ ἄνωθεν, ἱεράρχα χάρις, ἐξεχύθη σοῦ τοῖς χείλεσιν.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ε ἰς πᾶσαν ὡς ἀστραπή, τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου΄ ἡ δύναμις δὲ τῶν σῶν ῥημάτων, Χρυσόστομε, ὡς σάλπιγξ πανεύσημος, οἰκουμένης πάντα, περιήχησε τὰ πέρατα.
Δ ό ξα Πατρί…
Τ ὸν ἄνωθεν ὑφαντόν, χιτῶνα περιβαλλόμενος, παμμάκαρ τῶν ἀρετῶν, καὶ λόγων λαμπρότητα, περιποιησάμενος, ἀληθείας ὤφθης, περιδέξιον ἑδραίωμα.
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Ὁ παντοκρατορικῇ, δυνάμει φέρων τὰ σύμπαντα, τὸ ἀσθενὲς τῆς σαρκός, ἐκ σοῦ περιβάλλεται, Παρθένε πανάμωμε, ἐπ’ εὐεργεσίᾳ, τῶν ἀνθρώπων ὁ Φιλάνθρωπος.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντάκιον Ἦχος πλ. β’
Τὴν ὑπὲρ ἡμῶν
Ἐ κ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων, πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστομε, παμμακάριστε Ὅσιε, ἐπαξίως εὐφημοῦμέν σε, ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Ὁ Οἶκος
Τ ῷ τῶν ὅλων Ποιητῇ κλίνω τὸ γόνυ, τῷ προαιωνίῳ Λόγῳ χεῖρας ἐκτείνω, λόγου ζητῶν χάρισμα, ἵνα ὑμνήσω τὸν Ὅσιον, ὃν αὐτὸς ἐμεγάλυνε, φησὶ γὰρ τῷ Προφήτῃ, ὁ ζῶν εἰς τοὺς αἰῶνας΄ Δοξάζω τοὺς ἐν πίστει δοξάζοντάς με. Ὁ οὖν ἐν τοῖς πάλαι τὸν Σαμουὴλ ἀνυψώσας, ἐδόξασε νῦν τὸν Ἱεράρχην΄ τὸ τάλαντον γὰρ ὃ ἐπιστεύθη, καλῶς ἐμπορευσάμενος, τῷ Βασιλεῖ προσήγαγε, διὸ καὶ ὑπερύψωσεν αὐτὸν ὁ ὑπερούσιος. Τούτου χάριν αἰτῶ ὁ ἀνάξιος ἐγὼ λόγον δοθῆναί μοι, ἵνα ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι αὐτόν. Τῶν περάτων γὰρ ὑπάρχει καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ ΙΓ ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου.
Στίχοι
Μύσας ὁ Χρυσοῦς Ἰωάννης τὸ στόμα,
Ἀφῆκεν ἡμῖν ἄλλο τὰς βίβλους στόμα.
Ἀμφὶ τρίτην δεκάτην σίγησεν χρύσεα χείλη.
Τ ῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Δαμασκηνοῦ Κωνσταντινουπολίτου καὶ ἐν Κωνσταντινουπόλει κατὰ τὸ 1681 μαρτυρήσαντος.
Τ αῖς τοῦ Χρυσοῤῥήμονος πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ ’ . ᾨδὴ α ’
Ἀ νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.
ὁ β’ χορός
ᾨδὴ γ ’
Τ οὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου…
ὁ α’ χορός
…σ τεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾨδὴ δ ’
Τ ὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
ᾨδὴ ε ’
Ἐ ξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ σου· σύ γάρ ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος Ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, τήν εἰρήνην βραβεύουσα.
ὁ β’ χορός
ᾨδὴ ς ’
Τ ὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ὁ α ’ χορός
ᾨδὴ ζ ’
Ο ὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾨδὴ η’
Στίχ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Π αῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ε ἰ ς π ά ντας το ὺ ς α ἰῶ νας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Ἅ πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀ ειπ ά ρθενε.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος γ’. Ἐν πνεύματι τῷ Ἱερῷ
Τ οῖς χρυσαυγέσι λόγοις σου, ἡ Χριστοῦ Ἐκκλησία, φαιδρύνεται λαμπρύνεται, ὦ Χρυσόστομε Πάτερ, ψυχαὶ δὲ κατευφραίνονται, τῶν πιστῶν γεραίρουσαι, τὴν παναγίαν σου μνήμην, σὺ γὰρ πᾶσιν ἐφάνης, σωτηρίας ὁδηγός, καὶ κῆρυξ τῆς μετανοίας.
ὁ β’ χορός
Ἦχος β’. Ἕτερον Γυναῖκες ἀκουτίσθητε
Τ ὸν μεγαλοφωνότατον, τῆς μετανοίας κήρυκα, τὸν θησαυρὸν τῶν πενήτων, τὸ στόμα τῆς Ἐκκλησίας, τὸ χρύσεον καὶ εὔλαλον, τῶν Γραφῶν τὴν σαφήνειαν, Ἰωάννην τόν πάνσοφον, ἀνευφημήσωμεν πάντες, ὡς ὑπ’ αὐτοῦ στηριχθέντες.
ὁ α’ χορός
Θεοτοκίον ὅμοιον
Π αρθένε παναμώμητε, Κυρία μου καὶ Δέσποινα, τὸν σὸν Υἱὸν ἐκδυσώπει, σὺν τῷ κλεινῷ Χρυσοστόμῳ, πειρατηρίων ῥύσασθαι, παντοίων τοὺς ὑμνοῦντάς σε, καὶ αἰωνίων ἅπαντας, ἀγαθῶν ἀξιῶσαι΄…
ὁ β’ χορός
…δύνασαι γὰρ ὅσα θέλεις.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος δ’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἔδωκας σημείωσιν
Χ ρυσοῦ τηλαυγέστερον, τὰ ἱερά σου διδάγματα, προχεόμενος πάνσοφε, πλουτίζεις Χρυσόστομε, πενομένας φρένας, καὶ ἀποδιώκεις, τῶν παθημάτων τὴν ἀχλύν, φιλαργυρίας πικρὸν χειμῶνά τε, διὸ σε μακαρίζομεν, χρεωστικῶς καὶ τὴν κόνιν σου, τῶν λειψάνων σεβόμεθα, ὡς πηγὴν ἁγιάσματος.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ στῦλος ὁ πύρινος, ὁ ποταμὸς ὁ τοῖς νάμασι, τῶν δογμάτων κατάῤῥυτος, ὁ νοῦς ὁ οὐράνιος, τῆς θεολογίας, τὸ πάγχρυσον στόμα, ἁμαρτωλῶν ἐγγυητής, τῆς μετανοίας κῆρυξ ὁ ἔνθεος, φωστὴρ ὁ διαυγέστατος, ὁ ἐπουράνιος ἄνθρωπος, ὁ μακάριος σήμερον, ἀνυμνείσθω Χρυσόστομος.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἥ λιος πολύφωτος, τὴν οἰκουμένην τοῖς λόγοις σου, καταυγάζων γεγένησαι, ἀστὴρ φαεινότατος, λαμπὰς φανοτάτη, πυρσὸς τοὺς θαλάσση, τῇ κοσμικῇ διαπαντός, χειμαζομένους ὁ προσκαλούμενος, πρὸς ὅρμον γαληνότατον, τῆς σωτηρίας ἐν χάριτι, χρυσόλογε Χρυσόστομε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἀ δίκως τῆς ποίμνης σου, ἀπελαθεὶς Πάτερ Ὅσιε, προσωμίλησας θλίψεσι, πικραῖς ἐξορίαις τε, ἐν αἷς ἠξιώθης, μακαρίου τέλους, οἷα γενναῖος ἀθλητής, καταπαλαίσας τὸν πολυμήχανον, καὶ νίκης διαδήματι, σὲ ὁ Χριστὸς ἐστεφάνωσε, Ἰωάννη Χρυσόστομε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ. δ’
Ἀνατολίου
Χ ρυσέοις ἔπεσι, καὶ θεοφθόγγοις διδάγμασι, κατακοσμήσας τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, πλοῦτον πνευματικὸν ἐθησαύρισας ἐν αὐτῇ, τὰ σὰ θεοπαράδοτα λόγια΄ διὸ στέφανον ἐξ ἀκηράτων ἀνθέων, πλεξαμένη τοῖς ᾄσμασι, τῇ ἱερᾷ σου προσφέρει μνήμῃ, πάγχρυσε τῇ ψυχῇ σὺν τῇ γλώττῃ, Ἰωάννη Θεόσοφε. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν Ὅσιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν… Ἦχος ὁ αὐτός
Δ έσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.δ’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ ἀπολυτίκιον
Ἦχος πλ.δ ’.
Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθ ῆ ναι τ ὰ ς ψυχ ὰ ς ἡ μ ῶ ν.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
Ἦχὸς β´ .
Στίχ . α´ . Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ . β´ . Ε ὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . γ´ . Κ ύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρὶ … Καὶ νῦν .
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β ‘
Στίχ . α´ . Α ἴνει, ἡ ψυχή μου, τὸν Κύριον΄ αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
Στίχ . β´ . Μ ακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, …
Στίχ . γ´ . Β ασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σ ῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, …
Δόξα Πατρὶ … Καὶ νῦν …
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ ‘
Στίχ . Τ ὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ . Ο ἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
Ἡ τοῦ στόματός σου…
Μικρὰ Εἴσοδος .
Εἰσοδικὸν
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός,…
…ψ άλλοντάς σοι, Ἀ λληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον. Ἦ χος πλ. δ’
Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τοῦ Ναοῦ
Κοντ ά κιον Ἦ χος δ’
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)
Ὁ ὑ ψωθε ὶ ς ἐ ν τ ῷ Σταυρ ῷ
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Α ὕ τη ὑ π ά ρχει σκην ὴ ἐ πουρ ά νιος.
Τρισάγιον.
Ἀπόστολος
Τοῦ Ἱεράρχου΄ (῾Εβρ. ζ´ 26-28, η´ 1-2).
Προκείμενον ἦχος α’
Τ ὸ στόμα μου λαλήσει σοφίαν καὶ καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀ κούσατε ταῦτα πάντα τὰ ἔθνη.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἀ δελφοί, τοιοῦτος ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, «ἣν ἔπηξεν ὁ Κύριος», καὶ ο ὐ κ ἄ ν θρωπος .
Ἀ λληλούϊα ( γ ’)
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην. (Ἰω. ι´ 9-16)
Ε ἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.Ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει΄ καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει , ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν΄ καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν΄ καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν .
Δ όξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Ε ἰ ς τ ό , Ἐ ξαιρ έ τως
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ ὲ μεγαλ ύ νομεν .
Κοινωνικὸν
Ε ἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀ λληλούϊα.
ἦχος β ’
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. ( γ΄ ).
Ἀ πόλυσις
«…Χ ριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.