Ἀκολουθία Ἀποστόλων ἐκ ΑΜΠΛΙΑ, ΑΠΕΛΛΗ, ΑΡΙΣΤΟΒΟΥΛΟΥ, ΝΑΡΚΙΣΟΥ, ΟΥΡΒΑΝΟΥ καί ΣΤΑΧΥΟΣ

Ψαλλομένη τῇ 31η Ὀκτωβρίου

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ.Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος α’ Τῶν οὐρανίων Ταγμάτων.

Εἰς πᾶσαν ἐξέδραμε τὴν γῆν, ὑμῶν ὁ σωτήριος, φθόγγος Κυρίου Ἀπόστολοι, φέγγει τῆς χάριτος, καταυγάζων πάντων, τὰς καρδίας ἔνδοξοι, καὶ λύων τῆς ἀπάτης τήν ζόφωσιν· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. (Δίς).

Στάχυς ὁ πανόλβιος Χριστοῦ, κήρυξ καὶ Ἀπόστολος, καὶ Ἀπελλῆς ὁ θαυμάσιος, καὶ Ἀριστόβουλος, Οὐρβανός, Ἀμπλίας καὶ ὁ θεῖος Νάρκισσος, Τριάδα Παναγίαν κηρύξαντες, ἔθνη ἐφώτισαν, καὶ δουλείας ἐλυτρώσαντο, οὓς ἐν πίστει, πάντες μακαρίσωμεν. (Δίς).

Φωστῆρες ὑπέρλαμπροι Χριστοῦ, σκεύη καθαρώτατα, ὅλην τὴν αἴγλην τοῦ Πνεύματος, πίστει χωρήσαντες, Ἐκκλησίας στῦλοι, οὐρανοὶ περίδοξοι, τὴν δόξαν τοῦ Θεοῦ διηγούμενοι, Αὐτῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. (Δίς).

Δόξα. Ἦχος πλ. β΄.

Τῆς ἀποστολικῆς διδασκαλίας γεωργοὶ γενόμενοι, ἐν αὔλαξιν ψυχῶν κατεβάλετε τῆς ἀληθείας τὰ σπέρματα, Ἀπόστολοι πανεύφημοι. Καὶ περιελθόντες τὴν σύμπασαν, ὡς καλοὶ ἔμποροι, διεσαλπίσατε τὸ σωτήριον κήρυγμα τοῦ Εὐαγγελίου, ταῖς ὑπὸ τῆς ἀθεΐας καὶ πλάνης ἐζοφωμέναις ψυχαῖς, ἀμητὸν πλούσιον ποιησάμενοι· καὶ ἐνεπλήσατε τὰ οὐράνια ταμεῖα σεσωσμένων ψυχῶν· ὅθεν ἡμεῖς τῆς στρατευομένης Ἐκκλησίας δεόμεθα, ὅπως ἱλεώσητε τὸν πανάγιον Κριτήν, ὑπὲρ ἡμῶν, ἵνα τύχωμεν τῆς αἰωνίου μακαριότητος.

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

Καθολικῆς α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. α΄ 3-9).

Ἀδελφοί, εὐλογητὸς ὁ Θεός καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ Αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ἡμᾶς, τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ, ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι (εἰ δέον ἐστί ), λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως, πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. Ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς Ὅν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.

Καθολικῆς α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. α΄ 13-19).

Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλά κατὰ τὸν καλέσαντα ἡμᾶς Ἅγιον καὶ αὐτοὶ Ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε. Διότι γέγραπται· Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ Ἅγιός εἰμι. Καί εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.

Καθολικῆς α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. β΄ 11-24).

Ἀγαπητοί, παρακαλῶ ὑμᾶς, ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε Βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν, ὡς δι’ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν, ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν, ὡς ἐλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς δοῦλοι Θεοῦ. Πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν Βασιλέα τιμᾶτε. Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ· εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστός ἀπέθανεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν. 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Τὴν ἑξάριθμον φάλαγγα τῶν σοφωτάτων Ἀποστόλων, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν, καὶ ἐν εὐθυμίᾳ ψυχῆς ἀνακράξωμεν· χαίρετε, κήρυκες τῆς πίστεως, καὶ τῶν εἰδώλων καταλῦται, οἱ διαλύσαντες τὸ κράτος τοῦ βελίαρ, καὶ φωτίσαντες τοὺς ἐζοφωμένους ὑπὸ τῆς πλάνης λαοὺς τὴν ὀρθὴν θεογνωσίαν· δεόμεθα πρσβεύετε ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Ἦχος β΄.

Τίς διηγήσεται Ἅγιοι, τοὺς κόπους καὶ τοὺς ἀγῶνας ὑμῶν ὑπὲρ τοῦ Εὐαγγγελίου, τοὺς διωγμούς, τοὺς βασάνους καὶ τὰς θλίψεις; Ἡ γὰρ δύναμις τοῦ Παρακλήτου, ὑμᾶς ἐπτέρωσε καὶ μακρὰς πορείας ἀνελάβετε. Καὶ ὑπὲρ ἄνθρωπον κεκοπιάκατε, καὶ νῦν χοροβατοῦντες ἐν οὐρανῷ μνήσθητε καὶ ἡμῶν μακάριοι.

Ἦχος γ΄.

Τοῦ Παρακλήτου τὴν δύναμιν ἠμφιεσμένος Ἀμπλία Ἀπόστολε, σοφὲ Ἱεράρχα, ἀξίως τοῦ Εὐαγγελίου διηκόνησας, καὶ πολλοὺς ἐφώτισας καὶ τέκνα Θεοῦ ἐποίησας. Ὡσαύτως καὶ Οὐρβανὸς μάλα ἐμόχθησεν, ὑπὲρ τοῦ Εὐαγγελίου καὶ πλείστους τῷ Σωτῆρι προσήγαγε, ἐκ τῆς πλάνης τῆς εἰδωλομανίας. Διὸ καὶ ὁ Θεὸς ἀξίως αὐτοὺς ἐδόξασε, καὶ φίλους Αὐτοῦ ἀνέδειξε, καὶ Ἱεράρχας πιστοὺς, ἐν τῷ ἄνω θυσιαστηρίῳ κατέστησε.

Ἦχος δ΄.

Ποταμοὶ θεολογίας ἀνέβλυσαν ἐκ τοῦ στόματος ὑμῶν, παμμακάριστοι Ἀπόστολοι, ἐξ ὧν ἐποτίσατε τοὺς ἐν σκότει ὄντας καὶ τυφλώττοντας. Καὶ τῷ ἀγκρίστρῳ τῆς χάριτος, υἱούς φωτὸς αὐτοὺς ἀνεδείξατε, καὶ τῆς Ἐκκλησίας σκεύη τίμια. Ὄντως, μέγιστοι ὑμῶν οἱ κόποι καὶ οἱ ἀγῶνες, Ἱεράρχαι πανσεβάσμιοι· διὸ καὶ ὁ Θεὸς ὑμᾶς ἀντεδόξασε, ἐν τῷ Παραδείσῳ τῆς τρυφῆς. Τοῦ βλέπειν αὐτοψὶ τὴν Ἁγίαν Ἀναφοράν, καὶ εὐφραίνεσθαι εἰς τοὺς ἀτελευτήτους αἰῶνας.

Δόξα. Ἦχος πλ. δ΄.

Τοὺς λαμπροὺς φωστῆρας τῆς οἰκουμένης, καὶ γενναίους προμάχους τῆς πίστεως, τοὺς πανευφήμους καὶ πνευματοφόρους Ἀποστόλους, ἐν ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν· Στάχυν, τὸν Πρόεδρον τῆς Βυζαντίου Ἐκκλησίας, Ἀμπλίαν καὶ Οὐρβανὸν τοὺς εὐκλεεῖς Ἱεράρχας, Ἀπελλῆν τὸν Πρόεδρον Ἡρακλείας, Νάρκισσον Ἐπίσκοπον Ἀθηνῶν, καὶ Ἀριστόβουλον, λογικῶν προβάτων ποιμένα. Δεόμεθα ὑμῶν Ἀρχιερεῖς καὶ Ἀπόστολοι καὶ Μάρτυρες, ὅπως ἱλεώσητε τὸν Θεόν, ἁγίαις ἱκεσίαις ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.

Φωστῆρες μέγιστοι κόσμῳ, διαφανέντες σοφοί, τοὺς ἐπὶ γῆς ἀνθρώπους, ἐφωτίσατε πάντας, τῇ αἴγλῃ τῶν δογμάτων τῶν ἱερῶν, καὶ θαυμάτων ταῖς λάμψεσι, καὶ τὴν σωτήριον γνῶσιν δι’ ἧς Θεός, σώζει πάντας ἐδιδάξατε.

Στ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Στάχυ παμμάκαρ ὡράθης, τοῦ Βυζαντίου Ποιμήν, ποδηγετῶν σὴν ποίμνην, πρὸς νομὰς σωτηρίους, ἀπήλασας τοῦ σκότους τοὺς ἀρχηγούς, τῷ πανσόφῳ κηρύγματι, καὶ τῶν εἰδώλων τὴν πλάνην ἀποσοβῶν, θεοφόρους ἀπειργάσω σοφέ.

Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Ἡράκλεια γάννυται λίαν, ἐπὶ τῇ μνήμῃ σου, κατέχουσα ἐν κόλποις, Ἀπελλῆ θεοφόρε, τὸ τίμιόν σου σῶμα ὡς θησαυρόν, ἐσαεὶ ἀδαπάνητον, τὸν ὁδηγήσαντα πάντα πρὸς τὴν ζωήν, τὴν αἰώνιον καὶ ἄφθαρτον.

Δόξα. Ἦχος πλ. β΄.

Ἐπέλαμψε σήμερον ἡ πάμφωτος μνήμη τῶν σοφωτάτων Ἀποστόλων, Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ναρκίσσου καὶ Ἀριστοβούλου. Καὶ συγκαλεῖ πάντας ὑψηλῷ κηρύγματι, ἵνα ἀνυμνήσωμεν τοὺς ἀγῶνας καὶ τὰ σκάμματα, καὶ λαμπρῶς ἀναβοήσωμεν· χαίρετε, φωστῆρες παμφαεῖς, καὶ στύλοι ἄσειστοι τῆς τοῦ Χριστοῦ Ἐκκλησίας· ὑμεῖς τὴν φλόγα τῆς ἀθεΐας κατεσβέσατε, καὶ τὸν ζόφον τῶν εἰδώλων ἐμειώσατε· διὸ δεόμεθα πρεσβεύσατε τῷ Θεῷ, ὅπως ἵλεως γένηται ἡμῖν ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ’.

Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. 

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Ὡς ἥλιοι λαμπροί, ὡς πολύφωτα ἄστρα, ἐλάμψατε σαφῶς, θεϊκῇ ἐπινεύσει, καὶ κόσμον ἐφωτίσατε, ταῖς σοφαῖς διδαχαῖς ὑμῶν, θείᾳ χάριτι, καὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀνειλκύσατε, ἀπὸ βαράθρου κακίας, Ἀπόστολοι ἔνδοξοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.

Ἀπόστολοι Χριστοῦ, Ἐκκλησίας τὸ κλέος, ὑπέστητε πολλούς, αἰκισμοὺς καὶ κακώσεις, εἱρκτάς τε καὶ θάνατον, εὐφροσύνως ἀείμνηστοι, πᾶσαν ἔφοδον, ὑπὲρ Χριστοῦ τῆς ἀγάπης· ὅθεν σήμερον, τὴν ἱερὰν ὑμῶν μνήμην, τελοῦμεν ἐν ᾄσμασιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀπόθου ὦ ψυχή, ῥαθυμίας τὸν ὕπνον, καὶ ἄναψον φαιδράν, μετανοίας λαμπάδα, καὶ ἔξελθε χαίρουσα, τῆς τοῦ βίου συγχύσεως, εἰς ἀπάντησιν, τοῦ ἀθανάτου Νυμφίου, δέξαι λέγουσα, καὶ μὴ ἀπώσῃ με Λόγε, λιταῖς τῆς τεκούσης Σε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἀρωγοὺς καὶ προστάτας καὶ ἀντιλήπτορας, θεμελίους ὡς λίθους τῆς Ἐκκλησίας Χριστοῦ, ἡ Ἑλλὰς ὁμοφρόνως ἀνακηρύσσει ὑμᾶς, φωτισθεῖσα ὑφ’ ὑμῶν, τὴν ἐπίγνωσιν Χριστοῦ, Ἀπόστολοι θεοφόροι· διὸ καὶ πόθῳ γεραίρει, τὴν ἱερὰν καὶ θείαν μνήμην ὑμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον· χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε· χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν· χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα΄ 12-20).

Ὁ Ν’ Ψαλμός.

Δόξα. Ταῖς τῶν Ἀποστόλων…

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός…

Τῇ δόξῃ τοῦ Χριστοῦ περιλαμφθέντες, καὶ ταῖς ἀκτῖσι τοῦ Ἁγίου Πνεύματος πυρσευόμενοι, δοχεῖα σοφίας καὶ ἀρετῆς ἀνεδείχθητε, Ἀπόστολοι μακάριοι· καὶ πᾶσαν τὴν οἰκουμένην ἐφωτίσατε, τῇ σοφίᾳ τοῦ κηρύγματος ὑμῶν· καὶ προσηγάγετε αὐτοὺς σεσωσμένους τῷ ἀθανάτῳ Βασιλεῖ, πρεσβεύειν ὑπὲρ τῶν τιμώντων τὴν μνήμην ὑμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τῶν Ἀποστόλων δύο.

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Πιστῶς ἐπαινῶ τοὺς Θεοῦ ὑπηρέτας. Ἰωσήφ.

ᾨδὴ α’. Ἦχος α’. Σοῦ ἡ τροπαιοῦχος.

Πίστει τούς  γεραίροντας ὑμῶν, τὸ ἱερὸν θεηγόροι μνημόσυνον, καὶ πανηγυρίζοντας, χαρμονικῶς παθῶν ἀχλύος ῥύσασθε, καὶ τῆς αἰωνίου, χαρᾶς μετόχους ἐργάσασθε.

Ἴχνεσιν ἑπόμενοι Χριστοῦ, τοῦ σαρκωθέντος δι’ οἶκτον πανόλβιοι, Τούτου τε προστάξεσι, θεαρχικαῖς καθυπουργοῦντες ὤφθητε, πάντων πλανωμένων, καθηγηταὶ πρὸς εὐσέβειαν.

Στάχυν καὶ Ἀμπλίαν τὸν σοφόν, καὶ Οὐρβανὸν Ἀπελλῆν τε καὶ Νάρκισσον, καὶ τὸν Ἀριστόβουλον, τοὺς τοῦ Χριστοῦ Μαθητὰς χρηματίσαντας, πίστει συνελθόντες, χρεωστικῶς μακαρίσωμεν.

Θεοτοκίον.

Τὸ περιφανὲς ὄρος Θεοῦ, τὴν κιβωτὸν τὴν ἁγίαν καὶ τράπεζαν, στάμνον τε τὴν πάγχρυσον, τὸ καθαρὸν τοῦ Κυρίου παλάτιον, τὴν Εὐλογημένην, ἐν γυναιξὶ μακαρίσωμεν. 

ᾨδὴ α’. Κανών β΄. Ἦχος β΄. Δεῦτε λαοί.

Δεῦτε πιστοί, ᾠδὴν καινὴν ἀναμέλψωμεν, καὶ εὐσεβῶς τιμήσωμεν τοὺς Ἀποστόλους Χριστοῦ, καὶ πανηγυρίσωμεν, τὴν θείαν μνήμην αὐτῶν.

Τοὺς λογικοὺς οὐρανοὺς Χριστοῦ εὐφημήσωμεν, ὡς ὑπὲρ ἥλιον λάμψαντας καὶ φωτίσαντας γῆν, ἐν ᾠδαῖς πνευματικαῖς, αὐτοὺς γεραίροντες.

Ὑπομονῆ καὶ καρτερία διήλθετε, τὴν ὑφήλιον ἅπασαν, καὶ ἐκηρύξατε, τὸν σωτήριον Λόγον, ζωγροῦντες τοὺς ἀνθρώπους, πρὸς τὴν εὐσέβειαν.

Θεοτοκίον.

Λόγον Θεοῦ, Ἁγνὴ τὸν προάναρχον ἔτεκες, ἀμήτορα τεχθέντα τὸ πρίν, καὶ νῦν ἀπάτορα γεγονότα· διὸ Θεοῦ Μητέρα Σε ὑμνοῦντες μεγαλύνομεν.

ᾨδὴ γ’. Κανών α΄. Ὁ μόνος εἰδώς.

Ὡς στάχυς πολύφορος σοφέ, ὡράθης λόγῳ γνώσεως, τοὺς τῷ λιμῷ τακέντας τῆς πίστεως, ἐκτρέφων Στάχυ θεομακάριστε, καὶ τροφῆς τῆς κρείττονος, κοινωνοὺς ἐν χάριτι, ἐργαζόμενος σθένει τοῦ Πνεύματος.

Σαγήνῃ τῇ γλώττῃ εὐφυῶς, χρησάμενος ἠλίευσας, ἐκ τοῦ βυθοῦ τῆς πλάνης Ἀπόστολε, καὶ προσηγάγου θεῖον ὀψώνιον, τῷ ἐλθόντι Νάρκισσε, σῶσαι τὸ πλανώμενον, Βασιλεῖ καὶ Δεσπότῃ τῆς κτίσεως.

Ἐπέδραμες οἷὰ περ ἀστήρ, Ἑῴας ἐξορμώμενος, καὶ Βρεττανίας πόλεις ἐπέφθασας, Χριστοῦ κηρύττων τὸ Εὐαγγέλιον, καὶ φωτίζων χάριτι, μάκαρ Ἀριστόβουλε, τούς πιστῶς δεχομένους τὸν λόγον σου.

Θεοτοκίον.

Παστὰς φωτοφόρος τοῦ Χριστοῦ, καὶ θρόνος ὑψηλότατος, Θεογεννῆτορ ὤφθης Πανάμωμε· ἐν Σοὶ γὰρ μόνος ἀναπαυσάμενος, τοὺς ἡμῶν ἀφείλετο, κόπους καὶ τὴν μέλλουσαν, τοῖς ἀξίοις ηὐτρέπισεν ἄνεσιν. 

Κανών β΄. Στερέωσον ἡμᾶς.

Τιμήσωμεν ἐνθέως ἐν ᾄσμασι, τοὺς ἱεροὺς Χριστοῦ Ἀποστόλους, ὡς φωτίσαντας τὰ πέρατα, καὶ θεογνωσίαν αὐτοῖς διασπείραντας.

Ἐθραύσατε εἰδώλων σεβάσματα, πανεύφημοι τοῦ Χριστοῦ Ἀπόστολοι, καὶ τοὺς λαοὺς ἐσαγηνεύσατε, εἰς Εὐαγγελίου τὴν ἐπίγνωσιν.

Τοὺς καθεύδοντας ἐν σκότει ἠγείρατε, πανάγιοι ὑπηρέται τοῦ Λόγου καὶ τοὺς λαοὺς ἐσαγηνεύσατε, τῷ ἀγκίστρῳ τοῦ Πνεύματος Ἅγιοι.

Θεοτοκίον.

Ὁ Ποιητὴς καὶ Κτίστης τοῦ σύμπαντος, Σὲ τὴν Πανάμωμον λίαν ᾑρέτισεν, ἵνα γεννήσῃς τὸν μέγαν ἥλιον, τὸν Σωτῆρα πάντων τῶν ὑμνούντων Σε.

Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου, Σωτήρ.

Εἰς ἅπασαν τὴν γῆν, ὁ σοφὸς ὑμῶν φθόγγος, ἐξῆλθεν ἀληθῶς, τοῦ Κυρίου αὐτόπται, Ἀπόστολοι ἔνδοξοι, Οὐρβανὲ σὺν Ἀμπλίᾳ τε, Ἀριστόβουλε, καὶ Ἀπελλῆ σὺν Ναρκίσσῳ, μετὰ Στάχυος, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, ἀπαύστως πρεσβεύσατε

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

ᾨδὴ δ’. Κανών α΄. Ὄρος Σε τῇ χάριτι.

Ἀστράψας ἐν γῇ, δικαιοσύνης ὁ Ἥλιος, ὥς περ ἀκτῖνας μυστικάς, προσεπαφῆκεν ἐμφανῶς, Στάχυν τε καὶ Νάρκισσον, καὶ Οὐρβανὸν Ἀμπλίαν καὶ Ἀριστόβουλον, καὶ Ἀπελλῆν τοὺς ἐν σκότει φωτίζοντας.

Ἰσχὺϊ τοῦ θείου, δυναμούμενος Πνεύματος, τοὺς κατοικοῦντας, Ὀδησσόν, υἱοὺς ἀπέδειξας φωτός, Ἀμπλία Ἀπόστολε, ἐπιτελῶν θαυμάτων ἔργα παράδοξα, καὶ καταργῶν τῶν δαιμόνων τὰς φάλαγγας.

Ναμάτων ἐνθέων, πεπλησμένος ἐξέδραμες, καθάπερ ῥεῦμα Οὐρβανέ, σωτηριῶδες τὰ πικρά, καὶ ἄποτα νάματα, ἀποσοβῶν καὶ καταρδεύων ἐν χάριτι, τῶν εὐσεβούντων παμμάκαρ τὸ πλήρωμα.

Θεοτοκίον.

Ὡράθης Ἀγγέλων, ὑπερέχουσα Δέσποινα· τὸν γὰρ ἐκείνοις φοβερόν, ἀνερμηνεύτως ἐν γαστρί, χωρῆσαι ἠξίωσαι, καὶ ἐν χειρὶ βαστάσαι καθάπερ νήπιον, τῶν ἡμερῶν τε καὶ χρόνων ἐπέκεινα. 

Κανών β΄. Ἀκήκοα Κύριε.

Ὑμεῖς θεόπται Ἀπόστολοι τοῦ Χριστοῦ, ὤφθητε ἐγγράφοντες σαφῶς, ἐν ταῖς καρδίαις τῶν πιστῶν διὰ Πνεύματος, λόγον σωτηρίας παναοίδιμοι.

Ἐθραύσατε τὰς μηχανὰς τῶν ἐχθρῶν, καὶ πρὸς τὸν Θεὸν ὡδηγήσαντες, καὶ πολίτας οὐρανοῦ αὐτούς, Ἅγιοι ἐποιήσατε.

Τοὺς ὑπὸ ζόφον τῆς πλάνης καθεύδοντας, ἐφωτίσατε πάντας καὶ κληρουχίας τῆς οὐρανίου μετόχους ἐποιήσατε.

Θεοτοκίον.

Τὴν Μητέρα Θεοῦ ἀνυμνήσωμεν, ὡς τῶν ἄνω Δυνάμεων τιμιωτέραν, καὶ γὰρ αὕτη τὸν Κύριον, τῆς δόξης ἐβάστασε.

ᾨδὴ ε’. Κανών α΄. Ὁ φωτίσας.

Τοῦ Ποιμένος τοῦ καλοῦ τὰ ἀμώμητα πρόβατα, μέσον λύκων ὑπ’ Αὐτοῦ προφανῶς ἀπεστάλησαν, τούτους τιθασεύοντες, καὶ εἰσελαύνοντες πρὸς μάνδραν, τὴν νοητήν, διὰ πίστεως.

Ὁ μέγας σε Βυζαντίου Ἀνδρέας κατέστησεν, Ἐπίσκοπον τοὺς ἐκεῖσε πιστοὺς ἐκδιδάσκοντα, Στάχυ ἱερώτατε, καὶ κυβερνῶντα πρὸς λιμένας, τοὺς γαληνοὺς θείᾳ χάριτι.

Ὑπέρτιμον ὥς περ λίθον σε ἔσχεν ἀκρόγωνον, Ἡρακλείας ἡ σεπτὴ Ἐκκλησία στηρίζοντα, Ἀπελλῆ μακάριε, ταύτην ἐν λόγῳ ἀληθείας· ὅθεν ἀξίως ὑμνοῦμέν σε.

Θεοτοκίον.

Συνέλαβες ὑπὲρ λόγον τὸν Λόγον καὶ ἔτεκες, Πανύμνητε, Ὅν Πατὴρ ἐκ γαστρὸς ἀπεγέννησε, πρὸ αἰώνων Ἄχραντε· ὅθεν ὡς τούτου Σε Μητέρα, χρεωστικῶς μακαρίζομεν. 

Κανών β΄. Μεσίτης Θεοῦ.

Πύργοι Χριστοῦ, ἀῤῥαγεῖς Ἀπόστολοι Ἅγιοι, τὰς μηχανὰς τῶν ἐχθρῶν πάσας καταστρέψαντες, εἰς ὁδὸν σωτηρίας, τὰ ἔθνη ἐφωτίσατε.

Ὑμεῖς θεόπται Ἀπόστολοι, νομοθέται ὤφθητε, ἐγγράφοντες τὸν τοῦ Πνεύματος νόμον ἐν ταῖς καρδίαις πιστῶν, καὶ βοῶντες τοῖς λαοῖς· εὐλογεῖτε τὸν Κύριον.

Ἡγέραι λαῶν ὁδηγοῦντες εἰς σωτηρίαν, τὸν γαληνὸν λιμένα καὶ ἀκύμαντον Θεοῦ, ὤφθητε τοῦ Χριστοῦ, Ἀπόστολοι μακάριοι.

Θεοτοκίον.

Στάμνος τοῦ μάννα πάλαι φέρουσα Δέσποινα, τὸ ὕδωρ τὸ ζῶν ἐν τῇ γαστρί Σου ἐβάστασας, καὶ τοὺς τῇ πλάνῃ λιμώττοντας, ἀφθαρσίας τὸ ὕδωρ ἐκέρασας.

ᾨδὴ ς’. Κανών α΄. Ἐκύκλωσεν ἡμᾶς.

Θαλάσσας τῶν ἐθνῶν διαταράξαντες, ταῖς θείαις ἐπιβάσεσι, διεσώσατε τοὺς πάλαι τῇ πικρᾷ, ἅλμῃ συμπνιγέντας καὶ προσήξατε, τῷ Λυτρωτῇ διασωθέντας θεομακάριστοι.

Ἐλέους θελητὴν Θεὸν ἐκήρυξας, καὶ πλάνης ἠλευθέρωσας, θεῖε Νάρκισσε ψυχὰς τῶν ἀσεβῶν, μέγας γεγονὼς Ἀθηνῶν Πρόεδρος, καὶ φυτουργὸς φυτῶν ὡραίων θεομακάριστε.

Ὁ θεῖος Οὐρβανὸς λόγον ζωήῤῥυτον, καὶ χάριν τῶν ἰάσεων, ἀναβλύσας ἐφειλκύσατο λαούς, πρὸς τὸν φωτισμὸν τῆς θείας χάριτος, ὡς μιμητὴς τοῦ σαρκωθέντος, καὶ κόσμον σώσαντος.

Θεοτοκίον.

Ὑμνοῦμέν Σε δι’ ἧς ἐδικαιώθημεν, οἱ πρότερον κατάκριτοι, καὶ συνήφθημεν ἀΰλοις Λειτουργοῖς, καὶ τοῦ Παραδείσου ἠξιώθημεν, ἐν γυναιξὶν εὐλογημένη Θεοχαρίτωτε. 

Κανών β΄. Ἐν ἀβύσσῳ.

Τῇ δυνάμει τοῦ Πνεύματος Ἅγιοι, δυσσεβείας πυρὰν ἀπεσβέσατε, καὶ φθορᾶς τοὺς ἀνθρώπους ἐῤῥύσασθε, εὐλογοῦντες ὑμνοῦντες τὸν Κύριον.

Λύκους πονηροὺς ἐδιώξατε ἐκ τῆς ποίμνης ὑμῶν Ἅγιοι, τῇ πανοπλίᾳ τοῦ Πνεύματος, τῇ σφενδόνῃ τῇ θείᾳ, τούτους ἐλαύνοντες.

Νενικηκότες τυράννους Ἀπόστολοι, ἐκ τῆς μάνδρας Χριστοῦ ἐξεβάλετε, ἐν τῇ δυνάμει Κυρίου καὶ τὰ ἔνεδρα, τούτων συνετρίψατε.

Θεοτοκίον.

Κλίμακα θείαν εἰς οὐρανοὺς ἄγουσαν, εἰκονίζουσάν Σε Πάναγνε, οἱ θεηγόροι Ἀπόστολοι, σαφέστατα προκατήγγειλαν.

Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.

Εἰς τὰ τοῦ κόσμου δραμόντες πληρώματα, θεογνωσίας τὸν λόγον ἐσπείρατε, καὶ στάχυν πολύχουν δρεψάμενοι, Βασιλεῖ τῶν ἁπάντων προσήξατε, Ἀπόστολοι Χριστοῦ παναοίδιμοι. 

Ὁ Οἶκος.

Τῶν Ἀποστόλων τὴν μνήμην πάντες, ὡς σωτηρίας ἡμέραν εὐφημήσωμεν νῦν, καὶ εὐσεβῶς μακαρίσωμεν. Αὕτη γὰρ πάσῃ τῇ οἰκουμένῃ, ὥς περ ἥλιος λάμπει, φωτὸς ἀκτῖσι πᾶσαν ἀχλὺν ἐκδιώκουσα, καὶ καταλάμπουσα τοὺς πόθῳ ταύτην ἐκτελοῦντας, καὶ πίστει γεραίροντας· διὸ προθύμως συνδράμωμεν, ἀνυμνοῦντες αὐτοὺς καὶ κραυγάζοντες· ἐκ τῶν κινδύνων ῥύσασθε ἡμᾶς, Ἀπόστολοι Χριστοῦ παναοίδιμοι.

Συναξάριον.

Τῇ ΛΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν 70· Στάχυος, Ἀπελλοῦ, Ἀμπλίου, Οὐρβανοῦ, Ναρκίσσου καὶ Ἀριστοβούλου.

Στίχοι·

Στάχυς δρεπάνῳ τῆς τελετῆς, ὡς στάχυς,

ἐκ τοῦ παρόντος ἐκθερίζεται βίου.

Ἡ τετράχορδος τῶν Ἀποστόλων λύρα,

σιγᾷ στερήσει πνευμάτων ὡς κολλάβων.

Ψυχάς, Ἀριστόβουλος, ἀγρεύσας λόγῳ,

Xριστῷ πρόσεισι, μισθὸν αἰτῶν τῆς ἄγρας.

Πρώτῃ ἐν τριακοστῇ Ἀπόστολοι ἓξ τέλος εὗρον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις. Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Κανών α΄. Σὲ νοητήν, Θεοτόκε.

Ὑπομονῇ, πειρασμῶν ἐρρύσθητε, ἐχθροῦ πειράζοντος ὑμᾶς, ἑπομβρίαις δὲ λογικαῖς, ἔνδοξοι Ἀπόστολοι, ὅλον κατεπτύσατε, φλογμὸν τῆς πλάνης κραυγάζοντες· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Περιφανῶς, ἄριστα βουλεύεσθαι καὶ τελειότατα τοὺς σούς, Ἀριστόβουλε φοιτητάς, μάκαρ ἐξεπαίδευσας, ὡς τὴν ἐνυπόστατον, Σοφίαν σχών σε παιδεύουσαν, τὸν αἰνετόν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ἡ τῶν πιστῶν, ἱερὰ ὁμήγυρις, ἱερωτάταις ἐν φωναῖς, μακαρίζει σε Ἀπελλῆ· τέλος γὰρ μακάριον ἔσχες πολιτείαν τε, ἀγγελικὴν μέλπων πάντοτε· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον.

Ῥῦσαι ἡμᾶς, πειρασμῶν καὶ θλίψεων, καὶ συμφορῶν παντοδαπῶν, καὶ Βαρβάρων ἐπιδρομῆς, Δέσποινα πανύμνητε, ὅπως Σε δοξάζωμεν, καὶ τὸν ἐκ Σοῦ τεχθέντα Θεόνυμφε, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον. 

Κανών β΄. Ἀντίθεον πρόσταγμα.

Τοῦ ἐχθροῦ τὰς ἐπάλξεις κρημνίσαντες Ἅγιοι, τῶν εἰδώλων ναοὺς ἠφανίσατε, βοῶντες· οὐκ ἐστὶν ὡς ὁ Θεὸς ἡμῶν, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Τόξον δυνατῶν ψαλμικῶς ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν, ἐξ οὐρανῶν παρὰ Κυρίου, τοῦ Θεοῦ τῶν δυνάμεων, τοῦ Δεδοξασμένου καὶ Παντοκράτορος.

Ψαλμικῶς ὡς κριοὶ ἐνεδύσασθε δύναμιν, τοῦ Παρακλήτου Ἅγιοι θεομακάριστοι, διδάσκειν τὴν σύμπασαν νόμον Θεοῦ, καὶ πράττειν τεράστια, εὐλογοῦντες ὑμνοῦντες τὸν Κύριον.

Θεοτοκίον.

Τοὺς Ἀποστόλους τοῦ Χριστοῦ, ἱκετεύομεν σὺν Σοὶ Θεογεννῆτορ, ῥύσασθαι πάσης ἀλογίας τοὺς βροτούς, καὶ πρὸς οὐρανὸν ανελκύσασθαι, οὓς σὺν Σοὶ Παρθένε, πιστῶς μακαρίζομεν.

ᾨδὴ η’. Κανών α΄. Ἐν καμίνῳ Παῖδες Ἰσραήλ.

Ἐν τῷ κόσμῳ ὥσπερ ἀστραπαί, ἐφάνητε θεόπται, φλογίζοντες μὲν τὴν πλάνην, τοὺς δὲ μέλποντας υἱούς, ἡμέρας δεικνύοντες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῷ νοστίμῳ ἅλατι τῶν σῶν, Ἀμπλία διδαγμάτων, τῆς πλάνης σηπεδόνα, ἀπεκάθηρας· διό, τιμῶντές σε ψάλλομεν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀνυμνείσθω Στάχυς ὁ κλεινός, Ἀμπλίας Ἀπελλῆς τε, καὶ Νάρκισσος Οὐρβανός τε, καὶ ὁ πάνσοφος βοῶν, πιστῶς Ἀριστόβουλος· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Σὲ καὶ τεῖχος καὶ καταφυγήν, καὶ κλίμακα πρὸς ὕψος, μετάγουσαν τὸ ἀνθρώπινον, παναμώμητε Ἁγνή, εἰδότες κραυγάζομεν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 

Κανών β΄. Κάμινός ποτε.

Τῶν Ἀποστόλων τὸν χορὸν, τὸν πανάγιον πιστοὶ ἀνυμνήσωμεν, ἐν εὐφροσύνῃ ψυχῆς βοῶντες· ὑμνεῖτε τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Παρακλήτου τὴν πυράν, εἰσδεξάμενοι Χριστοῦ Ἀπόστολοι, τὰς ψυχὰς καθαρθέντες θεοπρεπῶς, τὴν σύμπασαν καλῶς ἐφωτίσατε, τοῦ δοξάζειν μόνον Θεόν, τὸν πρὸ αἰώνων.

Τοὺς θείους Ἀποστόλους Χριστοῦ, τὴν τοῦ Πνεύματος εἰσδεξαμένους λαμπηδόνα, καὶ τῇ σοφῇ αὐτῶν διδαχῇ φωτίσαντας, τοὺς καθεύδοντας ἐν ζόφῳ ἀθεΐας ὑμνήσωμεν ἐνθέως, ὡς φωστῆρας Ἐκκλησίας.

Θεοτοκίον.

Πατρὸς τὸν σύνθρονον Υἱόν, συλλαβοῦσα ἐν γαστρὶ Θεοκυῆτορ, τοὺς βροτοὺς πάσης ἀλογίας λυτρούμενον καὶ πρὸς οὐρανὸν ὁδὸν διανοίξαντα, Ὃν ὑμνοῦσι πάντες λαοί, εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ’. Κανών α΄. Tύπον τῆς ἁγνῆς.

Ἵνα τὰ τῆς γῆς πληρώματα, πεπληρωμένα πλάνης τοῦ πολεμήτορος, καὶ μεμεστωμένα, σκοτασμοῦ ἀθεότητος, τῷ φωτὶ καταυγάσῃς τῆς γνώσεως, τὰς σὰς σωτηριώδεις, αὐγὰς Οἰκτίρμον τούτοις ἔπεμψας.

Ὤφθης φερωνύμως ἔνδοξε, σωτηριώδης στάχυς, σῖτον τοῖς χρῄζουσι, φέρων στηριγμόν, θεογνωσίας παρέχοντα, καὶ λιμοῦ νοητοῦ ἐξαιρούμενον, τοὺς πίστει σε καὶ πόθῳ, ἱεροκῆρυξ μακαρίζοντας.

Στόμα τοῦ Θεοῦ γενόμενος, τὰς τῶν ῥητόρων γλώσσας ἀλάλους ἔδειξας, καὶ ἐκ φάρυγγος, τοῦ δυσμενοῦς Ἀριστόβουλε, ἀνιμήσω ψυχὰς καὶ προσήγαγες, Κυρίῳ σεσωσμένας, διὰ τελείας ἐπιγνώσεως.

Ἤδη οὐρανοὺς γηθόμενοι, θεοειδεῖς οἰκοῦντες, Θεοῦ Ἀπόστολοι, τοὺς ἐπὶ τῆς γῆς, εἰλικρινῶς ὑμᾶς σέβοντας, καὶ γνησίως ὑμᾶς μακαρίζοντας, μετόχους αἰωνίου, καταξιώσατε λαμπρότητος.

Θεοτοκίον.

Φέρεις τὸν τὰ πάντα φέροντα, καὶ γαλουχεῖς τὸν πᾶσι τροφὴν παρέχοντα μέγα καὶ φρικτόν, τὸ ὑπὲρ νοῦν Σου μυστήριον, κιβωτὲ τοῦ σεπτοῦ ἁγιάσματος, Παρθένε Θεοτόκε· ὅθεν πιστῶς Σε μακαρίζομεν. 

Κανών β΄. Ἀνάρχου γεννήτορος.

Τὴν θείαν πανήγυριν τῶν Ἀποστόλων ὑμνήσωμεν, καὶ ᾠδαῖς εὐφροσύνης καὶ ψαλμοῖς μέλψωμεν, τῶν ἐν σκότει φωστῆρας καὶ τῶν πιστῶν παρακλήτορας, καὶ φωταγωγοὺς καὶ ὁδηγοὺς πρὸς πλάτη τὰ οὐράνια.

Αἰνέσωμεν τιμήσωμεν τοὺς Ἀποστόλους Χριστοῦ σήμερον, τοὺς σοφοὺς ὑποφήτας καὶ διδασκάλους θεοκήρυκας, ἵνα ταῖς αὐτῶν ἱκεσίαις, τύχωμεν τῆς αἰωνίου ἀπολαύσεως.

Σωτήρια δόγματα, τῇ οἰκουμένῃ ἐσπείρατε, καὶ τὴν πονηρὰν γῆν καταστροφῇ παρεδώκατε, καὶ ὡς λαμπάδες φωταυγεῖς τοὺς λαοὺς ἐφωτίσατε, σέβειν καὶ δοξάζειν τὸν Κύριον τῶν ὅλων.

Θεοτοκίον.

Παράδεισος ἐπίγειος ἡμῖν ξῦλον ζωῆς Ἄχραντε, κεκτημένη γέγονας καὶ βροτοὺς ἐζωογόννησας, ἐξελοῦσα τῆς πλάνης καὶ πρὸς οὐρανοὺς ὁδηγήσασα· διό Σε ὑμνοῦμεν, τὴν Κεχαριτωμένην.

Ἐξαποστειλάριον. Ἦχος β’. Γυναῖκες ἀκουτίσθητε.

Στάχυς, Ἀμπλίας, Νάρκισσος, καὶ Ἀπελλῆς ὁ ἔνδοξος, καὶ Ἀριστόβουλος θεῖος, καὶ Οὐρβανὸς οἱ φωστῆρες, νῦν παρ’ ἡμῶν κατὰ χρέος, φαιδρῶς ἀνευφημείσθωσαν, ὡς τοῦ Χριστοῦ Ἀπόστολοι, ὑπὲρ ἡμῶν πρεσβεύοντες, τῶν πόθῳ ἐπιτελούντων, τὴν ἱερὰν αὐτῶν Μνήμην. 

Ἕτερον. Ὅμοιον.

Ἀπόστολοι θεόσοφοι, Χριστοῦ τοῦ Πανοικτίρμονος, Στάχυ Ἀμπλία Ἀπελλῆ, καὶ Οὐρβανὲ μακάριε, πρεσβεύσατε σὺν Ναρκίσσῳ, καὶ θείῳ Ἀριστοβούλῳ, Θεῷ τῷ Παντοκράτορι, πταισμάτων δοῦναι ἄφεσιν, τοῖς τὴν ὑμῶν θείαν μνήμην, ἐπιτελοῦσιν ἐν πίστει.

Θεοτοκίον.

Ἐπίβλεψον Πανύμνητε, εἰς τὴν κληρονομίαν Σου, καὶ τῇ ἀμάχῳ Σου ταύτην, συντήρησον δυναστείᾳ· τῆς βασιλείας ἴθυνον, τὰ σκῆπτρα καὶ κραταίωσον, τὰ ἔθνη καταπράϋνον, καὶ ἔκχεον τὴν εἰρήνην, ἐπὶ τὰ πέρατα κόσμου.

Αἶνοι. Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν.

Τί ὑμᾶς καλέσω Ἀπόστολοι; Οὐρανοὺς, ὅτι τὴν δόξαν διηγεῖσθε τοῦ Θεοῦ; Ἀστραπὰς τοῦ Παρακλήτου, φωτιζούσας τοὺς λαούς· δοχεῖα, ἱερώματα τοῦ Πνεύματος· φωστῆρας, πᾶσαν κτίσιν καταυγάζοντας· πολλὰ ὑμῶν τὰ θαυμάσια, καὶ ἡ τοῦ Θεοῦ δόξα ἄφθαστος· πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ὑμῶν. (Δίς).

Τί ὑμᾶς προσείπω Ἀπόστολοι; Ἁλιέας τῶν ἀνθρώπων, ἐκ βυθοῦ εἰδωλικοῦ· στρατηγοὺς τῆς Ἐκκλησίας, καθαιρέτας τοῦ κακοῦ· Ποιμένος, τοῦ Καλοῦ πρόβατα ἄμωμα· λύκων, ἐν μέσῳ νοητῶν ἀναστρεφόμενα; Πολλὰ ὑμῶν τὰ χαρίσματα, καὶ μείζονα τὰ τεράστια· πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ὑμῶν.

Τὰς ἐθνῶν θαλάσσας ξηράναντας, καὶ τοὺς ἅλμῃ συμπνιγέντας διεσώσατε καλῶς, καὶ προσήξατε Κυρίῳ, τῷ Δεσπότῃ τοῦ παντός, ἡμέρας, καὶ φωτὸς υἱοὺς ποιήσαντες, καὶ πλήρως, ἐκ φθορᾶς ἀνεκαινίσατε· ὄντως μεγάλα ὑμῶν τὰ θαύματα, καὶ φοβερὰ τὰ τεράστια, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ὑμῶν.

Δόξα. Ἦχος πλ. δ΄.

Ἀπόστολοι Χριστοῦ, τῆς Ἐκκλησίας τὰ θεῖα ἐγκαλλωπίσματα, καὶ τῆς πλάνης τῶν εἰδώλων δεινοὶ ὁλοθρευταί, οἱ φωτοδόται τῶν ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένων, οἱ ὁδηγοὶ πρὸς τὴν ἄνω Βασιλείαν. Καὶ νῦν ἐν οὐρανοῖς ἀπολαυόντες τὴν τρυφὴν τοῦ Παραδείσου, καὶ τὸ ἀμήχανον κάλλος τῆς ἐν Τριάδι θεότητος, μετὰ τῶν Ἁγίων καὶ Ἀγγέλων, δυσωπεῖτε διηνεκῶς τὸν Κύριον, τοῦ καταπέμψαι εἰρήνην τῷ κόσμῳ, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

http://orthodoxhymnographyb.blogspot.com/2017/05/blog-post_39.html

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s