ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΛΟΥΚΑ (18 ΟΚΤΩΒΡΙΟΥ 2018)

18 ΟΚΤΩΒΡΙΟΥ 2018

+Μνμη το γου ποστλου κα Εαγγελιστο Λουκ.

Αποτέλεσμα εικόνας για ΑΠΟΣΤΟΛΟΣ ΛΟΥΚΑΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

τι πρέπει σοι πᾶσα δόξα…

ὁ α’ χορὸς

Ἦχος γ’

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

ΘεὸςΚύριος, καὶἐπέφανενἡμῖν…

ὁ α’ χορὸς

Στίχ,’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, . Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορός

πολυτκιον  χος γ’

πόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς  ἡμῶν.

ὁ β’ χορός

Δόξα Πατρί…

πόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ,…

ὁ α’ χορός

Κα νν… Θεοτοκον,

Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ς φιλάνθρωπος

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος… 
ΚΑΘΙΣΜΑΤΑ 
Μετὰ τὴν α´ Στιχολογίαν.
 
ὁ α’ χορός

Ἦχος  α´.

Τὸν τάφον σου Σωτήρ

ς ἥλιον εὑρὼν Παῦλον τὸν θεηγόρον, ηὐγάσθης παρ᾿ αὐτοῦ, τῇ τοῦ Πνεύματος αἴγλῃ, καὶ θεῖος ἀπόστολος, τοῦ Χριστοῦ ἐχρημάτισας, τὴν σοφίαν γάρ, τὴν ἀληθῆ ἀγαπήσας, ἀπεμώρανας, τὴν κοσμικὴν ἀγνωσίαν, τῷ θείῳ κηρύγματι.

ὁ β’ χορός

Δόξα. Ἦχος πλ. α´.Τὸν συνάναρχον Λόγον.

ς τὴν σύμπασαν κτίσιν ὁ θεῖος φθόγγος σου, ἐξεχύθη ὡς φέγγος ζωῆς ἀπόστολε, καὶ τῶν δογμάτων σου Λουκᾶ ταῖς ἐπιλάμψεσιν, ἀνακηρύττει ἐμφανῶς, τοῖς ἐν ζόφῳ τῶν δεινῶν, τὴν γέννησιν τοῦ Σωτῆρος, καὶ τὸ ἑκούσιον πάθος, καὶ τὴν τριήμερον ἀνάστασιν.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Τῆς ἁγνῆς Θεοτόκου καὶ θεομήτορος, τῆς τεκούσης τὸν Λόγον τοῦ προανάρχου Πατρός, τὸν χαρακτῆρα τῆς μορφῆς ὡς καθιστόρησας, ταύτῃ παρέστησας αὐτόν, ἥτις ἐβόησε Λουκᾶ: Ἡ χάρις εἴη ἐν τούτῳ, τοῦ ἐξ ἐμοῦ γεννηθέντος, πρὸς σωτηρίαν πάσης κτίσεως.

Μετὰ τὴν β´ Στιχολογίαν. 
ὁ α’ χορός

                                                            Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Τοῦ Λόγου ἀπόστολος καὶ ὑπηρέτης σοφός, τοῦ Παύλου συνέκδημος καὶ φοιτητὴς ἱερός, Λουκᾶ ἐχρημάτισας, τούτου γὰρ ἀνενδότως, ἠκολούθεις τοῖς τρόποις, γράφων, ὡς ζωῆς ῥήσεις τοὺς αὐτοῦ θείους λόγους, οὓς νῦν ἡ Ἐκκλησία κατέχουσα τέρπεται.

ὁ β’ χορός

Δόξα…

Τοῦ Λόγου ἀπόστολος….

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

ς θάλαμος πάμφωτος τὸν Θεὸν Λόγον χωρεῖς, ὡς τράπεζα ἔμψυχος ἐν ταῖς χερσί σου κρατεῖς, τὸν πάντα βαστάζοντα, τούτου ἁγνὴ δυσώπει, ἐκ χειρὸς ἀλλοτρίου, ῥῦσαί με καὶ τῷ θείῳ, καταυγάσει με φέγγει, σοὶ γὰρ ἀπὸ καρδίας Κόρη προσέδραμον.

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορός

Κάθισμα Ἦχος πλ. δ´. Τὴν σοφίαν καὶ Λόγον

Τῆς Ἐδὲμ ὁ θεόβρυτος ποταμός, ὁ τὴν γῆν καταρδεύων πνευματικῶς, Λουκᾶς ὁ θεόσοφος ἀνυμνείσθω ἐν ᾄσμασι, τὸ τοῦ Εὐαγγελίου θεόπνευστον ὄργανον, τὸ ἐκφωνοῦν τῇ κτίσει Τριάδος ἐπίγνωσιν, σήμερον γὰρ ὤφθη, τῇ σεπτῇ αὐτοῦ μνήμῃ, καὶ παύει νοσήματα καὶ διώκει τὰ πνεύματα, καὶ ἰᾶται τοὺς κράζοντας: Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐφημοῦσί σε πόθῳ, ἀπόστολε ἔνδοξε.

ὁ β’ χορός

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Τοῦ Υἱοῦ σου Παρθένε ταῖς ἀστραπαῖς, ἀποστόλων ὁ θίασος πυρσωθείς, φῶς θεῖον γεγένηται ἐν λυχνία ὁρώμενον, καὶ τῇ θεογνωσίᾳ φωτίζον τὰ σύμπαντα, καὶ ἅλας θεραπεῦον ψυχῶν τὰ ἑλκώματα. Ὅθεν ἐκδυσώπει σὺν αὐτοῖς Θεοτόκε, ῥυσθῆναι κολάσεως, καὶ τυχεῖν θείας χάριτος, τοὺς ἐν πίστει βοῶντάς σοι, χαῖρε ὄρος πῖον Θεοῦ, χαῖρε θεῖον τοῦ Λόγου ἀλάβαστρον, χαῖρε τῆς παρθενίας, λειμὼν ὁ μυρίπνοος.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορός

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

ὁ β’ χορός

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

ὁ α’ χορός

Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ..

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Κατὰ Λουκᾶν

Τῷ καιρῷ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, καὶ εἶπε πρὸς αὐτούς: Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν, Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. Καὶ ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε, εἰς μαρτύριον ἐπ᾿ αὐτούς. Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ν’ ψαλμὸς χύμα 

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς  τοῦ Ἀποστόλου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Ἦχος πλ. β’

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Σήμερον, ὁ τῆς κενώσεως τοῦ Λόγου ἑρμηνεύς, καὶ τοῦ Εὐαγγελίου συγγραφεὺς ἱερός, Λουκᾶς ὁ ἀπόστολος, ὡς πηγὴ ἐξ οἴκου Κυρίου τῇ οἰκουμένῃ προέρχεται, ἀρυσώμεθα οὖν πάντες ἀφθαρσίας ὕδωρ, καὶ τῷ Σωτῆρι βοήσωμεν· Ὁ κρατὴρ τῆς ζωῆς, Ὑπερούσιε Θεότης, ταῖς τοῦ Ἀποστόλου σου πρεσβείαις, ἀποκάθαρον ἡμᾶς ἐκ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Θεοτόκου.

ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν,…

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ α’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.  

Κανν το γίου,

Θεοφάνους.

δ α’  χος πλ.δ

ὁ α’ χορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἡ κεκομμένη…

Τῆς ἀνωτάτω σοφίας τὸ στόμα σου, κρατῆρα θεῖον Σοφέ, πάντες ἐπιστάμενοι, Ἀπόστολε Λουκᾶ, τὸν μέγαν καὶ ἀπόρρητον, τῆς χάριτος πλουτοῦντες θησαυρόν, προθύμως ἀρυόμεθα, τῷ Κυρίῳ ψάλλοντες· Ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μυσταγωγῶν σε Χριστὸς τὰ οὐράνια, καὶ θεοπνεύστους γραφάς, ἀμέσως διανοίγων σοι Ἀπόστολε Λουκᾶ, καὶ μύστην ἀναδείκνυσι, καὶ κήρυκα σοφὸν τῶν ὑπὲρ νοῦν, εὐτόνως ἀνακράζοντα· τῷ Κυρίῳ  ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.

ὁ α’ χορὸς

Δξα Πατρί…

Χειροτονεῖ σε τῷ Παύλῳ συνέκδημον, ἡ Ἐκκλησία Χριστοῦ, Λουκᾶ παμμακάριστε, τῇ χάριτι αὐτοῦ εὐθέως διαλάμποντα, ἑπόμενόν τε ἴχνεσιν αὐτοῦ, καὶ συνανακράζοντα. τῷ Κυρίῳ  ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορὸς

Κα νν…Θεοτοκον

Τῆς ἀνεκφράστου καὶ θείας συλλήψεως, τῆς πανυμνήτου Ἁγνῆς, τὸν τρόπον διεσάφησας, Ἀπόστολε Λουκᾶ, τὸ Πνεῦμα τὸ Πανάγιον· ἐλήλυθε σαφῶς γὰρ ἐπ’ αὐτήν, καὶ Λόγος ἐπεσκίασεν, ᾧ συμφώνως ψάλλομεν· Ἐνδόξως γὰρ δεδόξασται.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ γ’

 ὁ α’ χορὸς

Ερμς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,… 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.  

ὁ β’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

δ γ’ 

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σ ε τ στερωμα

Σοῦ τὸ Εὐαγγέλιον, Λουκᾶ θεσπέσιε ἄνωθεν, Ἀνατολήν, ἐπισκεψαμένην, τοὺς ἀνθρώπους παρίστησι.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Πράξεις ἐνθεώτατα, διαπραττόμενος ἄριστα, πανευσεβῶς, τὰς τῶν Ἀποστόλων, γραφικῶς ἀνιστόρησας.

ὁ α’ χορὸς

Δξα Πατρί…

Παῦλος ὁ μακάριος, τῶν ἐγκωμίων σοι ἔπλεξε, τὰς ἀπαρχάς, καὶ τοὺς σοὺς ἐπαίνους, ἐπιγράψας παρέθετο.

ὁ β’ χορὸς

Κα νν…Θεοτοκον

Σὲ νῦν μακαρίζουσιν, ὡς προεφήτευσας Ἄχραντε, αἱ γενεαί, πᾶσαι τῶν ἀνθρώπων, διὰ σοῦ νν σζμεναι.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,… 

ὁ β’ χορὸς

Κθισμα  χος πλ.δ’ Τν Σοφίαν κα Λόγον

ς συνέκδημος Παύλου ἀναδειχθείς, τοὺς ποικίλους κινδύνους καρτερικῶς, ὑπέμεινας πανεύφημε, τοῦ Κυρίου Ἀπόστολε, καὶ τὸν δρόμον ἀθλήσει, τελέσας τῆς πίστεως, σὺν αὐτῷ ἐν ὑψίστοις, εὐφραίνει Μακάριε· ὅθεν καὶ τῷ κόσμω, τὸ Χριστοῦ Εὐαγγέλιον, κηρύξας ἐφώτισας, τὴν ὑφήλιον ἅπασαν. Λουκᾶ πανσεβάσμιε, πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς  ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

 ὁ α’ χορὸς

Δξα Πατρί… Κα νν…ὅμοιον

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν ἀκατάφλεκτον βάτον, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν ἀνάκλησιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ  καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς  προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ δ’

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.  

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.  

 ᾠδ δ’ 

Ερμός   Ἐπβης φ’ ππους

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ς ὤφθης τῇ αἴγλῃ, πεφωτισμένος τοῦ Πνεύματος, ἠξιώθης χερσί σου, τοὺς νόμους αὐτοῦ, τοῖς  θεοφίλοις ἄριστα διατυπώσασθαι, τοῖς  πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

χάρις εὑροῦσα, τοῦ Παρακλήτου σε σκήνωμα, ἐξεχύθη πλουσίως, σοῖς χείλεσι, καὶ τῆς εἰρήνης κήρυκα, πᾶσιν ἀνέδειξε, τοῖς  πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.

Δξα Πατρί…

γώνων τῷ Παύλῳ, ὡς κοινωνὸς ὤφθης Ἔνδοξε, καὶ στεφάνων ἐνδίκως ἠξίωσαι, τῆς βασιλείας, ἔνθα νῦν συναγαλλόμενοι, κραυγάζετε συμφώνως· Δόξα τῇ δυνάμει σου Κύριε.

Κα νν…Θεοτοκον

Καθεῖλε δυνάστας, ἀπὸ τῶν θρόνων ὁ Κύριος, ἡ Παρθένος καὶ Μήτηρ ὡς ἔφησε, τοὺς δὲ πεινῶντας, θείων ἀγαθῶν ἐνέπλησε, τοὺς πιστῶς μελῳδοῦντας· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ ε’

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.  

δ ε’ 

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Φτισον μς

Φῶς τὸ νοητόν, τῇ καρδίᾳ σου δεξάμενος, τῶν μολυσμάτων ἐκ τῶν πρὶν καθαρθείς, ἀγάπης νόμῳ, τοῖς  πᾶσι Λουκᾶ μετέδωκας.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σὺ ταῖς  ἀστραπαίς, ταῖς τῆς χάριτος πανόλβιε, κατηυγασμένος καθωράθης σαφῶς, πυρίνῃ γλώσσῃ, ἐνθέως Λουκᾶ φθεγγόμενος.

Δξα Πατρί…

Παύλῳ τῷ σοφῷ, συνοδεύειν ἐπεπόθησας· ἀγαπητὸς γὰρ προσηγόρευσαι, ὡς ὑπηρέτης, Εὐαγγελιστὰ τῆς χάριτος.

Κα νν…Θεοτοκον

Χαίροις ἀληθῶς, παρθενίας τὸ κειμήλιον, ἡ τῆς Προμήτορος ἀνάκλησις, καὶ τῆς κατάρας ἡ λύσις τοῦ Προπάτορος.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ ς’

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς, Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον. 

δ ς’ 

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τν δησιν κχε

Εἰς ὄρος τῶν ἀρετῶν Ἀπόστολε, ἀναβὰς τῷ ποθουμένῳ  ὡμίλεις, καὶ ὡς Μωσῆς θεογράφους, τὰς πλάκας, ἐγγεγραμμένας δακτύλῳ  του Πνεύματος, ἐδέξω  Μακάριε διττάς, Λουκᾶ τῆς οἰκουμένης διδάσκαλε.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν κόσμον σαῖς διδαχαῖς ἐφώτισας, οἷα ῥήτωρ τῆς σεπτῆς Ἐκκλησίας· ταῖς γὰρ αὐγαῖς, τῆς ἀκτίστου Τριάδος, πεπυρσευμένος ὡράθης Θεόληπτε, καὶ γέγονας ὥσπερ ἀστήρ, δᾳδουχῶν οἰκουμένης τὰ πέρατα.

Δξα Πατρί…

Τὰς νόσους νῦν τῶν ψυχῶν Θεόπνευστε, ἰατρεύεις τῶν σωμάτων ὡς πάλαι, ἐμπιστευθείς, οὐρανόθεν τὸ δῶρον, καὶ ὡς πλουτήσας τὴν χάριν τοῦ Πνεύματος· ὁ Παῦλος γὰρ σε μαρτύρων, ἰατρὸν γεγονέναι παρίστησιν.

Κα νν…Θεοτοκον

πέβλεψεν ἐπὶ σὲ ὁ Κύριος, τὴν ἐμὴν ἀνακαινίζων οὐσίαν, ὡς δυνατός, μεγαλεῖα ποιήσας, Θεογεννῆτορ ὡς ἔφης Πανάμωμε· καὶ ἔσωσέ με διὰ σοῦ ἐκ φθορᾶς, ς Θες κα φιλνθρωπος.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς… 

Κοντκιον  χος δ'(χῦμα)

πεφνης σμερον

Μαθητὴς γενόμενος τοῦ Θεοῦ Λόγου, σὺν τῷ Παύλῳ  ἅπασαν, ἐφωταγώγησας τὴν γῆν, καὶ τὴν ἀχλὺν ἀπεδίωξας, τὸ θεῖον γράψας Χριστοῦ Εὐαγγέλιον.

Οκος

ς ἰατρὸς καὶ μαθητὴς Λουκᾶ ἠγαπημένος, μυστικῇ χειρουργίᾳ τὰ πάθη τῆς ψυχῆς μου, καὶ τὰ τοῦ σώματος ὁμοῦ ἴασαι, καὶ δὸς μοι κατὰ πάντα εὐεκτεῖν, καὶ σοῦ τὴν παναοίδιμον γηθόμενος γεραίρειν πανήγυριν, ὄμβροις τε δακρύων, ἀντὶ μύρων τὸ σεπτόν σου καὶ πάντιμον σῶμα καταβρέχειν· ὡς στήλη γὰρ ζωῆς ἐγγεγραμμένη τῷ ναῷ τῷ θαυμαστῷ τῶν Ἀποστόλων πᾶσιν ἐκφώνει, καθάπερ καὶ σὺ τὸ πρῶτον, τὸ θεῖον γράψας Χριστοῦ Εὐαγγέλιον.

Σ υ ν α ξ ά ρ ι ο ν

 Τ ΙΗ‘ το ατο μηνς, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.

Στχοι

  •  «Εἰς Ἐμμαοὺς βλέπειν σε κἂν πρὶν εἰργόμην,

  • (Λουκᾶς λέγει), τρανῶς σε νῦν Χριστὲ βλέπω».

  • Ὀγδοάτῃ δεκάτῃ πέρατος βίου ἔμμορε Λουκᾶς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου τοῦ γέροντος.

Στχοι

  • Γέρων Μαρῖνος ἐξελέγχει γραῦν πλάνην,

  • Τόλμη νεάζων, καὶ τελειοῦται ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰουλιανοῦ τοῦ ἐν τῷ Εὐφράτῃ.

Στχοι

  • Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου,

  • Ἰουλιανὸς ἄσμενος παρατρέχει.

Ἅγιος Μνάσων ἐπίσκοπος Κύπρου, καὶ οἱ Ἅγιοι τεσσαράκοντα παῖδες ξίφει τελειοῦνται.

 Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων Γαβριὴλ καὶ Κυρμιδώλη τῶν ἐν Αἰγύπτῳ

ἀθλησάντων τῷ 1522

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ’. ᾨδὴ α’

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος.  δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός 
Τος Μαθητας συνέλθωμεν

Λουκᾶ Χριστοῦ Ἀπόστολε, μύστα τῶν ἀπορρήτων, καί των ἐθνῶν Διδάσκαλε, μετὰ Παύλου τοῦ θείου, καὶ τῆς ἁγνῆς Θεοτόκου, ἧς τὴν θείαν εἰκόνα, ἐκ πόθου ἀνιστόρησας, ἐκδυσώπει θεόπτα, ὑπὲρ ἡμῶν, τῶν μακαριζόντων σε καὶ τιμώντων, τὴν ἱεράν σου κοίμησιν, Πάνσοφε μυστολέκτα.

 ὁ β’ χορός

Θεοτοκίον

Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ Σατὰν ἡμᾶς λάβῃ, μὴ ᾍδης, μὴ ἀπώλεια· ἀλλὰ τῷ τοῦ Υἱοῦ σου, τότε φρικτῷ, ἀνευθύνως βήματι παραστῶμεν· ὡς Θεομήτωρ γὰρ ἁγνή ὅσα θέλεις ἀνύεις.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος α΄’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τῶν οὐρανίων ταγμάτων. Γερασίμου.

Τῷ θεοῤῥήμονι Παύλῳ φοιτήσας, ἔνδοξε, τῶν ὑπὲρ νοῦν δογμάτων θεηγόρος ἐκφάντωρ,  καὶ θεῖος ὑποφήτης τῆς τοῦ  Χριστοῦ, ἀνεδείχθης   σαρκώσεως,   τῶν   ἀποστόλων   συνάριθμος   γεγονώς, Λουκᾶ, θεῖον ἐνδιαίτημα.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τοῦ Παρακλήτου τὴν χάριν, Λουκᾶ, δεξάμενος, ὡς ἥλιος ἐκλάμπεις τοῖς ἐν σκότει τῆς πλάνης, καὶ πᾶσι τὴν σωτήριον δαδουχῶν, εὐσεβείας ἐπίγνωσιν, υἱοὺς φωτὸς ἀπειργάσω τοὺς ἐν νυκτί, τῆς ἀγνοίας ἐγκαθεύδοντας.  

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

 Τῆς θεϊκῆς ἐπιπνοίας ῥήτωρ θεόσοφος, καὶ θεῖος ὀξυγράφος καὶ λαμπρὸς μυστολέκτης, ἐγένου, ἀνατάξας θεουργικῶς, τὸ σεπτὸν Εὐαγγέλιον, δι᾽ οὗ ἀρδεύεις, ἀπόστολε, δαψιλῶς, Ἐκκλησίας τὰ βλαστήματα.

ὁ β’ χορὸς

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τοῦ διδασκάλου τῷ θρόνῳ, Λουκᾶ ἀπόστολε, σὺν ἀποστόλοις θείοις παριστάμενος μάκαρ, ψυχῶν τὴν θεραπείαν, ὡς ἰατρός, καὶ σωμάτων τὴν ἴασιν, δίδου ἡμῖν, τοῖς ὑμνοῦσι χαρμονικῶς, τὴν ἁγίαν σου μετάστασιν

αχορὸς

Δόξα ΠατρίἮχος πλ. δ

Δαυϊτικῶς συνελθόντες οἱ Πιστοὶ ἐν ᾄσμασι, τῷ μυστικῷ ῥήτορι τοῦ Λόγου, Λουκᾶ ἐκβοήσωμεν· Ἡ γλῶσσά σου κάλαμος γραμματέως ἐδείχθη, Χριστοῦ τοῦ ὀξυγράφου, ὡραΐζουσα τὰς ὄψεις, πρὸς τὴν γνῶσιν τῶν ἐθνῶν, τῆς θείας ἐπιγνώσεως, ἐν ᾗ ἀνεκήρυξας τὸ Εὐαγγέλιον, καὶ τῶν συναποστόλων σου τὰς Πράξεις συνεγράψω. Διὸ παριστάμενος τῇ Τριάδι καὶ Θεῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν..

βχορός

Καὶ νῦν… Θεοτοκίον

Τὰ οὐράνια ὑμνεῖ σε κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. δ΄’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

· Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

· μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

· Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

· Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

· Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

· τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

· Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

· Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

· Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

· τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

· Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ ..

ὁ α’ χορός

Καὶ νῦν…. .

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,

ὁ β’ χορός

γιος Ἰσχυρός,

ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

πολυτκιον  χος γ

πόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς  ἡμῶν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὐ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.  γ´Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρίΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στίχ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

πολυτκιον  χος γ

πόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς  ἡμῶν. Εἰσοδικὸν

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ψάλλοντάς σοι, Ἀλληλούϊα.

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτκιον  χος γ

πόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς  ἡμῶν.

Τοῦ Ναοῦ
Κοντάκιον Ἦχος β

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.  

Τρισάγιον.
Ἀπόστολος

Προκείμενον ἦχος πλ.δ΄.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. ( Δ’5-11, 14-16)

δελφοί, ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.  Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.  Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ,  ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,  σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε.  Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα, – περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν, –  καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς.  Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ’ οἶκον αὐτοῦ ἐκκλησίαν·  καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.  Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. χρις μεθ’ μν· μν.

λληλούϊα (γ’)     

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν (ι΄ 16 – 21)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς·  Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.  Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.  Εἶπε δὲ αὐτοῖς· Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.  ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.  πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.  Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. λληλούϊα.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα,

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

᾽Απόλυσις ( …Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…)

https://agioskosmasoaitolos.wordpress.com

18 ΟΚΤ18 ΕΟΡΤΗ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΛΟΥΚΑ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s