2 ΟΚΤΩΒΡΙΟΥ 201 8
+ Μν ή μη το ῦ Ἁ γ ί ου Ἱ ερομ ά ρτυρος Κυπριανο ῦ , κα ὶ Ἰ ουστ ί νης τ ῆ ς Παρθ έ νου .
Τ ῌ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ (01/10/18)
ὁἹ ερε ύ ς : Ε ὐλογητὸς ὁ Θεὸς ἡμῶν,…..
ὁἈ ναγν ώ στης:
· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖἡμῶν Θεῷ.
· Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖἡμῶν Θεῷ.
· Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷἡμῶν.
Ψαλμ ὸ ς ργ’ (103)
· Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
· Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
· Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰὑπερῷα αὐτοῦ.
· Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
· Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
· Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
· Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
· Ἀπὸἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
· Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
· Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲἐπιστρέψουσι καλύψαι τὴν γῆν.
· Ὁἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
· Ποτιοῦσι πάντα τὰ θηρία τοῦἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
· Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
· Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦἀπὸ καρποῦ τῶν ἔργων σου χορτσθήσεται ἡ γῆ.
· Ὁἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
· Τοῦἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
· Τοῦἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
· Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
· Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦἐρωδιοῦἡ κατοικία ἡγεῖται αὐτῶν.
· Ὄρη τὰὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
· Ἐποίησε σελήνην εἰς καιρούς ὁἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
· Ἔθου σκότος, καὶἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
· Σκύμνοι ὠρυόμενοι τοῦἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
· Ἀνέτειλεν ὁἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
· Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸἔργον αὐτοῦ, καὶἐπὶ τὴν ἐργασίαν αὐτοῦἕως ἑσπέρας.
· Ὡς ἐμεγαλύνθη τὰἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖἑρπετὰὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
· Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
· Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
· Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
· Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
· Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
· Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
· Ὁἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
· ᾌσω τῷ Κυρίῳἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
· Ἠδυνθείη αὐτῷἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
· Ἐκλείποιεν ἁμαρτωλοὶἀπὸ τῆς γῆς, καὶἄνομοι, ὥστε μὴὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Κα ὶ π ά λιν
· Ὁἥλιος ἔγνω τὴν δύσιν αὐτοῦἔθου σκότος, καὶἐγένετο νύξ.
· Ὡς ἐμεγαλύνθη τὰἔργα σου, Κύριε πάντα ἐν σοφίᾳἐποίησας.
Δόξα Πατρί… Κα ὶ ν ῦ ν …
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
ὁ δι ά κονος:
· Ἐ ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. …..
ὁ α’ χορός
Ἦ χος δ’. Ψαλμ ὸ ς ρμ’ (140)
Κ ύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός
Κ ατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
ὁ α’ χορός
Στίχ . Ἐ ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ὡς γενναῖον ἐν Μάρτυσι
Ἱ ερέων ἐν χρίσματι, καὶ Μαρτύρων ἐν αἵματι τῶ Θεῷ προσήγγισας, τελεώτατα, Κυπριανὲ παναοίδιμε, τὸ ἄνθος τῆς φύσεως, ἡ τῶν λόγων καλλονή· τῆς σοφίας ἀκρόπολις, τῆς ὀρθότητος, τῶν δογμάτων ἡ στάθμη, τὼν κανόνων, παναρμόνιος εὐθύτης· Ἐκκλησιῶν ἡ εὐπρέπεια.
ὁ β’ χορός
Στίχ . Ἕ νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Τ ῶν ἀθλούντων τὴν εὔκλειαν, τῶν Μαρτύρων τὸν στέφανον, ὑπογράφων ἔπεισας τοὺς θεόφρονας, κατατολμᾶν γενναιότατα, ποικίλων κολάσεων, καὶ δεσμῶν καὶ φυλακῆς, καὶ σωμάτων γυμνώσεως, καὶ στρεβλώσεων, καὶ κρυμοῦ δριμυτάτου καὶ μαστίγων, καὶ θανάτου τελευταῖον, Κυπριανὲ πανσεβάσμιε.
ὁ α’ χορός
Στίχ. Ἀ πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἐ πῳδαῖς ταῖς τοῦ δαίμονος, τὰς ᾠδὰς τὰς τοῦ Πνεύματος, καὶ Σταυροῦ τὸ τρόπαιον ἀντιτάξασα, τὴν παρθενίαν ἐτήρησας· καὶ Μάρτυς ἀήττητος, προσηνέχθης τῶ Χριστῷ, ἱερώτατον σφάγιον· ὅθεν ἔτυχες, τὼν στεφάνων τῆς νίκης, Ἰουστῖνα, τῶν Παρθένων καὶ Μαρτύρων, κεκοσμημένη φαιδρότησι.
ὁ β’ χορός
Στίχ. Ὅ τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ
Ὡ ς ἀστὴρ φαεινότατος, ἐκ νυκτὸς ἀνατέταλκας, ἀγνωσίας ἔνδοξε Θείῳ Πνεύματι· ἐξ οὐρανοῦ ὡς ὁ Παῦλος γάρ, τὴν κλῆσιν δεξάμενος, πειραθεὶς τῆς τοῦ ἐχθροῦ, ἀσθενείας δεήσεσι, τῆς Θεόφρονος, Ἰουστίνης· μεθ’ ἧς καὶ τῆς ἀφθάρτου, ἠξιώθης εὐκληρίας, Κυπριανὲ ἱερώτατε.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Ὡ ς διέγνως τὴν δύναμιν, ἀπρακτοῦσαν ἐν ἄπασι, μαγικοῖς τεχνάσμασι τοῦ ἀλάστορος, Χριστῷ προσῆλθες θερμότα- τα, καὶ Τούτου τοῖς ἴχνεσιν, ἠκολούθησας σαφῶς, καὶ ποιμὴν καὶ διδάσκαλος ἐνθεώτατος, τῆς Αὐτοῦ Ἐκκλησίας ἀνεδείχθης, καὶ ἐνήθλησας νομίμως, Κυπριανὲ παμμακάριστε
ὁ β’ χορός
Στίχ . Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Π αρθενίαν ἀμόλυντον, κεκτημένη πανεύφημε, τοῦ Βελίαρ ἤσχυνας τὰ σοφίσματα, καὶ Τῷ Σωτῆρι νενύμφευσαι, δεσμοῖς θείας πίστεως, τῷ κλεινῷ Κυπριανῷ, συνδεθεῖσα καὶ ἤνυσας τῆς ἀθλήσεως, σὺν αὐτῷ Ἰουστίνα μακαρία, στερροτάτῃ διανοίᾳ, τὸν θεῖον δρόμον καὶ κάλλιστον.
ὁ α’ χορός
Δόξα… Ἦχος πλ. β’.
Σ ήμερον ὡς δίφωτος λαμπὰς ἐξέλαμψαν, τῇ ἐτησίῳ αὐτῶν μνήμῃ, Κυπριανὸς ὁ Θεόσοφος, καὶ Ἰουστίνα ἡ Θεόφρων, τὴν Ἐκκλησίαν λαμπρύνοντες· τοῦ Τρισηλίου γὰρ Φωτός, τὰς ἀκτῖνας δεχόμενοι, σκότος παθῶν λύουσι, καὶ Τῷ Σωτῆρι οἰκειοῦνται, τοὺς βοῶντας αὐτοῖς· χαίροις ὁ τῇ ἄνωθεν προνοίᾳ τελεσθείς, καὶ μαρτυρικῶς τὸν βίον σφραγίσας, Κυπριανὲ Ἱερομάρτυς· χαίροις ἡ τῆς παρθενίας τὸν χιτῶνα, αἵματι οἰκείῳ πορφυρώσασα, ὡς ἁγνὴ παρθένος, καλλιμάρτυς Ἰουστίνα· χαίροις δυὰς ὑπέρτιμε, τῶν εὐσεβῶν προστάται, καὶ μεσῖται πρὸς Κύριον, καὶ πονηρῶν πνευμάτων, ἰσχυρότατοι διῶκται. Ἀλλ’ ὡς ἔχοντες παρρησίαν, Τῇ Ὑπερθέῳ Τριάδι πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον Ἦχος πλ. β’
Τ ίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Σοφία Ὀρθοί !
Ἦχος β’
Φ ῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ἑσπέρας Προκείμενον
Τῇ Δευτέρᾳ ἑσπέρας Ἦχος δ’
ὁ α’ χορός
Κ ύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
ὁ β’ χορός
Κ ύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
ὁ α’ χορός
Στίχ . Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεός της δικαιοσύνης μου.
Κ ύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ’, 1, 9-14)
Ο ὕτως λέγει Κύριος ὁ Θεός· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ Μοι μάρτυρες, καὶ Ἐγὼ Μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὅν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι Ἐγώ εἰμι. Ἔμπροσθέν Μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ’ Ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ Ἐμοῦ ὁ σώζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδησα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς Ἐμοὶ μάρτυρες καὶ Ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ’ ἀρχῆς καὶ οὐκ ἐστιν ὁ ἐκ τῶν χειρῶν Μου ἐξαιρούμενος· ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, Ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ’, 1-9)
Δ ικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος· ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὖρεν αὐτοὺς ἀξίους Ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς· καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ, ὅτι Χάρις καὶ Ἔλεος ἐν τοῖς ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. ε’, 15 – στ’, 3)
Δ ίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἀλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου, ὅς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει.
Ὁ διάκονος:
Ε ἴπωμεν πάντες ἐξ ὅλης …..Ὅ τι ἐλεήμων…..
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Π ληρώσωμεν τὴν ἑσπερινὴν …..Ε ἴη τὸ κράτος τῆς βασιλείας σου…..
Ἀπόστιχα
Εἰς τὸν Σ τ ί χ ο ν , Στιχηρὰ Προσόμοια .
ὁ α’ χορός
Ἦχος πλ α’. Χαίροις ἀσκητικῶν.
Χ αίροις Κυπριανὲ ἱερέ, ἱερωσύνης ἱερᾶς ὑποτύπωσις· ὁ πλάνην λιπὼν πατρώαν, καὶ ἀπὸ μάγων ὀφθείς, τοῦ Εὐαγγελίου μύστης ἔνθεος· ἐντεῦθεν ἐποίμανας, εὐσεβείας τοῖς δόγμασιν, ὡς Ἱεράρχης, ἱερὸς καὶ Θεόσοφος, τὴν ἀπόλεκτον, τοῦ Χριστοῦ ποίμνην Ὅσιε. Ὅθεν καὶ τὴν εὐσέβειαν, κρατύνων τοῖς πέρασιν, ἀθλητικῶς ἠγωνίσω, καταβαλὼν τὸν πολέμιον. Καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ Μέγα Ἔλεος.
ὁ β’ χορός
Στίχ . Δ ίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χ αίροις Παρθενομάρτυς Χριστοῦ, τῆς παρθενίας ὁ λειμὼν ὁ μυρίπνοος, Θεόληπτε Ἰουστίνα, ἡ τὴν μανίαν ἐχθροῦ, τοῦ Σταυροῦ τῷ ὅπλῳ καταισχύνασα· ἐντεῦθεν ἐγνώρισε, τὴν ἀπάτην τοῦ ὄφεος, γνώμῃ εὐθείᾳ, καὶ Χριστῷ προσελήλυθε, μετὰ πίστεως, ὡς ἀρνίον πραότατον, πρώην ὁ ἀντικείμενος, τῷ λόγῳ τῆς Χάριτος, Κυπριανὸς ὁ Θεόφρων, μεθ’ οὗ καὶ χαίρουσα ἤθλησας. Καὶ νῦν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ Μέγα Ἔλεος.
ὁ α ’ χορός
Στίχ . Τ οῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χ αίροις Κυπριανὲ ἱερέ, καὶ Ἰουστίνα τοῦ Χριστοῦ νύμφη ἄφθορε, προστάται καὶ πολιοῦχοι, ὑμῶν τῆς θείας Μονῆς, τῆς ἀνακειμένης ὑμῖν πάντοτε· ὑμῶν τῇ πρεσβείᾳ γάρ, πάσης θλίψεως ρύεται, καὶ τοὺς ἐν ταύτῃ, προσιόντας ἑκάστοτε, πληροῖ χάριτος, ταῖς ὑμῶν παρακλήσεσιν· ἔνθεν ὑμᾶς γεραίρουσα, δοξάζει τὸν Κύριον, Τὸν δι’ ὑμῶν χορηγοῦντα, τοῖς ἀσθενοῦσι τὴν ἴασιν. Αὐτὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ Θείον Ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί .. Ἧχος πλ . δ ‘.
Ὑ περφρονήσας τῶν φθαρτῶν, τῇ ἐπιγνώσει τοῦ κρείττονος, ὠκειώθης Κυρίῳ, Κυπριανὲ ἱερώτατε· Ἰουστίναν γὰρ τὴν πάνσεμνον, βουληθεὶς χειρώσασθαι, τῆς ἐν Χριστῷ ἐλευθερίας, ἔγνως τὴν ἀλήθειαν, καὶ σεαυτὸν ὑπέταξας, τῷ λόγῳ τῆς πίστεως· καὶ Ἀποστολικὸν ἐπιδειξάμενος ζῆλον, μαρτυρικῶν ἐπάθλων ἠξίωσαι, ὑπὲρ ἡμῶν δεόμενος, τῶν προσιόντων τῇ πρεσβείᾳ σου.
ὁ α’ χορός
Καὶ νῦν…. Θεοτοκίον
Δ έσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
ὁ προεστὼς: Νῦν ἀπολύεις ..Τρισάγιον…..
ὁ α’ χορός
Ἦχος γ’. Θείας πίστεως.
Θ είου Πνεύματος, τῇ χορηγίᾳ, φῶς προσέλαβες, Θεογνωσίας, Κυπριανὲ καταισχύνας τὸν δράκοντα· καὶ μαρτυρίου τὸν δρόμον διήνυσας, σὺν Ἰουστίνῃ ὁμοῦ τῇ Θεόφρονι· μεθ’ ἧς πρέσβευε, Τριάδι τῇ πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ Μέγα Ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί… Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἐ πιστρέψας ἐκ πλάνης πρὸς τὴν εὐσέβειαν, Κυπριανὲ Θεοφάντορ τῆς Ἐκκλησίας Χριστοῦ, Ἱεράρχης καὶ σοφὸς ποιμὴν γεγένησαι, καὶ ἀθλήσας ἀνδρικῶς, σὺν Ἰουστίνῃ τῇ σεμνῇ, καθείλετε τὴν ἀπάτην· μεθ’ ἧς Χριστὸν ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Χ αῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου..
Ἀ πόλυσις
«…Χ ριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν….»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.