14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018
+ Ἡ παγκ ό σμιος Ὕ ψωσις το ῦ τιμ ί ου κα ὶ ζωοποιο ῦ Σταυρο ῦ .
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη
κα ὶ ἡ
Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορὸς
Ἦ χος α’
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ. α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ,. ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ. β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ. γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἀπολυτίκιον Ἦχος α’
Σ ῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
ὁ β’ χορὸς
Σ ῶσον Κύριε τὸν λαόν σου…
ὁ α’ χορὸς
Σ ῶσον Κύριε τὸν λαόν σου ……
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
Μετ ὰ τ ὴ ν α’ Στιχολογ ί αν
Κ ά θισμα
Ἦ χος α’
ὁ α’ χορὸς
Το ῦ λ ί θου σφραγισθ έ ντος
Τ οῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν Φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ Ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι λῃστῇ΄ καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι, Μνήσθητί μου Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας΄ Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον
Τ οῦ Σταυροῦ σου τὸ ξύλον…
Μετ ὰ τ ὴ ν β’ Στιχολογ ί αν
Κ ά θισμα
ὁ α’ χορὸς
Ἦ χος πλ. β’
Μ όνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθη τοῦ θανάτου Κύριε΄ ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾍδης, ἀπήμεσε τρόμῳ΄ ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε, Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.
ὁ β’ χορὸς
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν… Τ ὸ α ὐ τ ὸ
Μ όνον ἐπάγη τὸ ξύλον…
Μετ ὰ τ ὸ ν Πολυ έ λεον
Κ ά θισμα
ὁ α’ χορὸς
Ἦ χος πλ. δ’ – Τ ὸ προσταχθ ὲ ν
Π ροδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ, ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ, Σταυροῦ τὸν τύπον, ὡς τὰς χεῖρας ἐξέτεινε σταυροφανῶς Σωτήρ μου΄ καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς, ἀνεῖλεν, ἀνθισταμένους σοὶ τῷ Θεῷ, νῦν δὲ οὗτος ἐσκότισται, ἐπὶ Σταυροῦ σε ὁρῶν, θανάτου κράτος λύοντα, καὶ τὸν ᾍδην σκυλεύοντα.
ὁ β’ χορὸς
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν… Τ ὸ α ὐ τ ὸ
Π ροδιετύπου μυστικῶς…
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
Ἁ γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
Ἁ γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ’
ὁ α’ χορὸς
Ε ἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
ὁ β’ χορὸς
Ε ἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
ὁ α’ χορὸς
Στ ί χ . ᾌ σατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Ε ἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον το ῦ Θεο ῦ ἡ μ ῶ ν.
Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου
ὁ α΄ χορὸς
Ἦχος β’
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Τῆς ῾Εορτῆς· (᾽Ιωαν. ιβ´ 28-36).
Εἶπεν ὁ Κύριος΄ Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν· Οὐ δι’ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι’ ὑμᾶς. νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς σὺ λέγεις, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε.
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Ὁ Ν’ ψαλμὸς (χύμα)
ὁ α΄ χορὸς
Δ ό ξα Πατρί… Ἦχος β’
Σύ μου σκέπη κραταιὰ ὑπάρχεις, ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω σε.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Σύ μου σκέπη κραταιὰ ὑπάρχεις, ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω σε.
ὁ α’ χορὸς
Ἦχος πλ.β’
Στίχ. Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Σ ταυρὲ τοῦ Χριστοῦ, Χριστιανῶν ἡ ἐλπίς, πεπλανημένων ὁδηγέ, χειμαζομένων λιμήν, ἐν πολέμοις νῖκος, οἰκουμένης ἀσφάλεια, ἀσθενούντων ἰατρέ, νεκρῶν ἡ ἀνάστασις, ἐλέησον ἡ μ ᾶ ς.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου… Ἐλέει καὶ οἰκτιρμοῖς…
Ὁ Καν ώ ν , ὃς τήνδε τὴν ἀκροστιχίδα φέρει.
Σταυρῷ πεποιθώς, ὕμνον ἐξερεύγομαι.
Ποίημα τοῦ Κυρίου Κοσμᾶ.
ᾠ δ ὴ α’
ὁ α’ χορὸς
Ἦ χος πλ. δ’ Ὁ Ε ἱ ρμ ὸ ς
Σ ταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι΄ τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν΄ ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν΄ ὅτι δεδόξασται.
ὁ β’ χορός
Σταυρὸν χαράξας Μωσῆς,…
ὁ α ’ χορὸς
Στίχ . Σ ταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Τὸν τύπον πάλαι Μωσῆς, τοῦ ἀχράντου πάθους, ἐν ἑαυτῷ προέφηνε, τῶν ἱερῶν μεσούμενος. Σταυρῷ δὲ σχηματισθείς, τεταμέναις τρόπαιον, παλάμαις ἤγειρε, τὸ κράτος διολέσας, Ἀμαλὴκ τοῦ πανώλους, διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ὁ β’ χορός
Στίχ . Σ ταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Τὸν τύπον πάλαι Μωσῆς,…
ὁ α ’ χορὸς
Δ ό ξα Πατρί …
Ἀ νέθηκε Μωϋσῆς, ἐπὶ στήλης ἄκος, φθοροποιοῦ λυτήριον, καὶ ἰοβόλου δήγματος, καὶ ξύλῳ τύπῳ Σταυροῦ, τὸν πρὸς γῆν συρόμενον, ὄφιν προσέδησεν, ἐγκάρσιον ἐν τούτῳ, θριαμβεύσας τὸ πῆμα΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
Ὑ πέδειξεν οὐρανός, τοῦ Σταυροῦ τὸ τρόπαιον, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ θεόφρονι, ἐχθρῶν ἐν ᾧ δυσμενῶν, κατεβλήθη φρύαγμα΄ ἀπάτη ἀνετράπη δέ, καὶ πίστις ἐφηπλώθη, γῆς τοῖς πέρασι θεία΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ᾠ δ ὴ γ’
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ῥ άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται΄ τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα΄ τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν, ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
ὁ β’ χορός
Ῥ άβδος εἰς τύπον τοῦ μυστηρίου…
ὁ α ’ χορὸς
Στίχ . Σ ταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ὡ ς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος, ἀπειθοῦντι λαῷ, καὶ σκληροκαρδίῳ, τῆς θεοκλήτου ἐδήλου, Ἐκκλησίας τὸ μυστήριον, ἧς ὁ Σταυρός, τὸ κράτος καὶ στερέωμα.
ὁ β’ χορός
Στίχ . Σ ταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ὡ ς ἐπαφῆκε ῥαπιζομένη…
ὁ α ’ χορὸς
Δ ό ξα Πατρὶ …
Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης, ὕδωρ σὺν αἵματι ἐξεβλήθη, ἐγκαινίζον διαθήκην, καὶ ῥυπτικὸν ἁμαρτίας, τῶν πιστῶν γὰρ Σταυρὸς καύχημα, καὶ Βασιλέων κράτος καὶ στερέωμα.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
Π λευρᾶς ἀχράντου λόγχῃ τρωθείσης,…
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
Κ ά θισμα
ὁ α ’ χορός
Ἦ χος πλ. δ’ – Τ ὸ προσταχθ ὲ ν
Ἐ ν Παραδείσῳ με τὸ πρίν, ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει, ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν΄ τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον, ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς΄ ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν Πλήρης δόξης ὁ οἶκός σου.
ᾠ δ ὴ δ’
ὁ β’ χορός
Ὁ Ε ἱ ρμ ὸ ς
Ε ἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
ὁ α ’ χορὸς
Ε ἰσακήκοα Κύριε,…
ὁ β’ χορός
Στίχ . Σ ταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Π ικρογόνους μετέβαλε, ξύλῳ Μωϋσῆς πηγὰς ἐν ἐρήμῳ πάλαι, τῷ Σταυρῷ πρὸς τὴν εὐσέβειαν, τῶν ἐθνῶν προφαίνων τὴν μετάθεσιν.
ὁ α ’ χορὸς
Στίχ . Σ ταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ὁ βυθῷ κολπωσάμενος, τέμνουσαν ἀνέδωκεν Ἰορδάνης ξύλῳ, τῷ Σταυρῷ καὶ τῷ Βαπτίσματι, τὴν τομὴν τῆς πλάνης τεκμαιρόμενος.
ὁ β’ χορός
Δ ό ξα Πατρὶ …
Ἱ ερῶς προστοιβάζεται, ὁ τετραμερὴς λαὸς προηγούμενος, τῆς ἐν τύπῳ μαρτυρίου σκηνῆς, σταυροτύποις τάξεσι κλεϊζόμενος.
ὁ α ’ χορὸς
Κα ὶ ν ῦ ν …
Θ αυμαστῶς ἐφαπλούμενος, τὰς ἡλιακὰς βολὰς ἐξηκόντισεν, ὁ Σταυρός, καὶ διηγήσαντο,…
ὁ β’ χορός
…ο ὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν.
ᾠ δ ὴ ε ‘
ὁ α ’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί΄ τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
ὁ β’ χορός
Ὢ τρισμακάριστον ξύλον!…
ὁ α ’ χορὸς
Στίχ . Σ ταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Σ ὲ τὸ ἀοίδιμον ξύλον, ἐν ᾧ ἐτάθη Χριστός, τὴν Ἐδὲμ φυλάττουσα, στρεφομένη ῥομφαία, Σταυρὲ ᾐδέσθη, τὸ φρικτὸν δὲ Χερουβίμ, εἶξε τῷ σοὶ παγέντι Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
ὁ β’ χορός
Στίχ . Σ ταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Σ ὲ τὸ ἀοίδιμον ξύλον,…
ὁ α ’ χορὸς
Δ ό ξα Πατρὶ …
Ὑ ποχθονίων δυνάμεις, ἀντίπαλοι τοῦ Σταυροῦ, φρίττουσι χαραττόμενον, τὸ σημεῖον ἐν ἀέρι ᾧ πολοῦσιν΄ οὐρανίων γηγενῶν, γένος δὲ γόνυ κάμπτει Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν …
Μ αρμαρυγαῖς ἀκηράτοις, φανεὶς ὁ θεῖος Σταυρός, ἐσκοτισμένοις ἔθνεσι, τοῖς ἐν πλάνῃ ἀπάτης τὸ θεῖον φέγγος, ἀπαστράψας οἰκειοῖ, τῷ ἐν αὐτῷ παγέντι Χριστῷ, τῷ παρέχοντι,…
ὁ α ’ χορὸς
…τ ὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
ᾠ δ ὴ ς ‘
ὁ β’ χορός
Ὁ Ε ἱ ρμ ὸ ς
Ν οτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς΄ ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.
ὁ α ’ χορὸς
Ν οτίου θηρὸς ἐν σπλάγχνοις,…
ὁ β’ χορός
Στίχ . Σ ταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ὁ γήρᾳ καμφθείς, καὶ νόσῳ τρυχωθείς, ἀνωρθοῦτο, Ἰακὼβ χεῖρας ἀμείψας, τὴν ἐνέργειαν φαίνων τοῦ ζωηφόρου Σταυροῦ, τὴν παλαιότητα καὶ γάρ, τοῦ νομικοῦ σκιώδους, γράμματος ἐκαινογράφησεν, ὁ ἐν τούτῳ σαρκὶ προσπαγεὶς Θεός, καὶ τὴν ψυχόλεθρον νόσον, τῆς πλάνης ἀπήλασε.
ὁ α ’ χορὸς
Στίχ . Σ ταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ὁ γήρᾳ καμφθείς,…
ὁ β’ χορός
Δ ό ξα Πατρί …
Ν εαζούσαις θεὶς παλάμας, ὁ θεῖος Ἰσραήλ, σταυροειδῶς κάραις ἐδήλου, ὡς πρεσβύτερον κλέος ὁ νομολάτρης λαός΄ ὑποπτευθεὶς ὅθεν οὕτως ἐξηπατῆσθαι, οὐκ ἠλλοίωσε τὸν ζωηφόρον τύπον΄ ὑπερέξει λαὸς γὰρ Χριστοῦ τοῦ Θεοῦ, νεοπαγὴς ἀνεβόα, Σταυρῷ τειχιζόμενος.
ὁ α ’ χορὸς
Κα ὶ ν ῦ ν …
Ν εαζούσαις θεὶς παλάμας,…
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς …
Κοντ ά κιον
Α ὐ τ ό μελον Ἦ χος δ ‘
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅ πλον ε ἰ ρ ή νης , ἀή ττητον τρ ό παιον .
Ὁ Ο ἶ κος
Ὁ μετὰ τρίτον οὐρανὸν ἀρθεὶς ἐν Παραδείσῳ, καὶ ῥήματα τὰ ἄῤῥητα καὶ θεῖα, ἃ οὐκ ἐξὸν γλώσσαις λαλεῖν, τί τοῖς Γαλάταις γράφει, ὡς ἐρασταὶ τῶν Γραφῶν, ἀνέγνωτε καὶ ἔγνωτε΄ Ἐμοί, φησί, καυχᾶσθαι μὴ γένοιτο, πλὴν εἰ μὴ ἐν μόνῳ τῷ Σταυρῷ τῷ τοῦ Κυρίου, ἐν ᾧ παθών, ἔκτεινε τὰ πάθη. Αὐτὸν οὖν καὶ ἡμεῖς βεβαίως κρατῶμεν τοῦ Κυρίου τὸν Σταυρὸν καύχημα πάντες΄ ἔστι γὰρ σωτήριον ἡμῖν τοῦτο τὸ ξύλον, ὅ πλον ε ἰ ρ ή νης ἀή ττητον τρ ό παιον .
Συναξ ά ριον
Τ ῇ ΙΔ ‘ το ῦ α ὐ το ῦ μην ό ς , ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.
Στίχοι
Τ ὰς ἐν λάρυγγι Σῶτερ ὑψώσεις φέρει,
Ὑ ψούμενον βλέπουσα τὸν Σταυρὸν κτίσις.
Ὑ ψώθη δεκάτῃ, Σταυροῦ ξύλον, ἡ δὲ τετάρτῃ.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ἡ κοίμησις τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου΄ ἐν ταύτῃ γὰρ ἀνεπαύσατο, ἀλλὰ διὰ τήν Ἑορτὴν τοῦ Τιμίου Σταυροῦ μετετέθη ἡ τούτου Ἑορτὴ εἰς τὸν Νοέμβριον μῆνα.
Κ αὶ μνήμη τῆς εὐσεβεστάτης Βασιλίσσης Πλακίλλης, συζύγου γενομένης τοῦ μεγάλου βασιλέως Θεοδοσίου.
Στίχοι
Φθαρτὸν λιποῦσα στέμμα γῆς ἡ Πλακίλλα,
Ἐν οὐρανοῖς ἄφθαρτον εὕρηκε στέφος.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, τῶν συνελθόντων ἐν τῇ Ἁγίᾳ καὶ Οἰκουμενικῇ Ἕ κτ ῃ Συνόδῳ, ἐπὶ τῆς Βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, υἱοῦ Ἰουστινιανοῦ τοῦ δευτέρου, τοῦ καλουμένου Ῥινοτμήτου, Σεργίου τὴν Ἐκκλησίαν Κωνσταντινουπόλεως ἰθύνοντος, καὶ Ἀγάθωνος τῶν Ῥωμαίων. Ἠθροίσθη δὲ ἐν τῷ Τρούλλῳ τοῦ Παλατίου, τῷ λεγομένῳ, Ὠάτῳ, ἀναθέματι καθυποβαλοῦσα Σέργιον, καὶ Πύῤῥον, καὶ Πέτρον, καὶ Παῦλον, Ἐπισκόπους γενομένους Κωνσταντινουπόλεως, Mακρόβιόν τε τὸν Ἀντιοχείας, καὶ Κῦρον τὸν Aλεξανδρείας, καὶ Ὀνώριον τὸν Ῥώμης, Στέφανόν τε καὶ Πολυχρόνιον, καὶ τοὺς σὺν αὐτοῖς. Ἥτις Ἁγία Σύνοδος ἐπὶ μὲν τοῦ δηλωθέντος Κωνσταντίνου τοῦ Πωγωνάτου συνηθροίσθη, ἡ δὲ τῶν Κανόνων ἔκδοσις ἐπὶ Ἰουστινιανοῦ τοῦ υἱοῦ αὐτοῦ γέγονε.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πάπα.
Στίχοι
ᾘδεῖτο Πάπας πρὸς τὰ στίγματα στένειν,
Βοηθὸν ἐγγὺς τὸν Θεὸν κεκτημένος.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεοκλῆς ξίφει τελειοῦται.
Στίχοι
Πρὸς κλῆσιν ἥκει καὶ Θεοκλῆς τὴν ἄνω,
Ἔχων ὄχημα τὴν τομὴν τὴν ἐκ ξίφους.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Βαλεριανός, τὸ νήπιον, ξίφει τελειοῦται.
Στίχοι
Βαλεριανῷ τῷ μικρῷ Θεὸς μέγας,
Ἐν οὐρανῷ δέδωκε πάμμεγα στέφος.
Ὁ ἅγιος νέος ὁσιομάρτυς Μακάριος, ὁ ἐν Θεσσαλονίκῃ μαρτυρήσας κατὰ τὸ 1527, ὁ καὶ μαθητὴς χρηματίσας τοῦ Πατριάρχου Κωνσταντινουπόλεως Νήφωνος, ξίφει τελειοῦται.
Τ αῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδ ὴ α ‘ Ἦ χος πλ . δ ‘
Σ ταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι΄ τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ὁ β ’ χορὸς
ᾠδ ὴ γ ‘
Ῥ άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται΄ τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,…
ὁ α’ χορός
…ε ἰς κράτος καὶ στερέωμα.
ὁ β ’ χορὸς
ᾠδ ὴ δ ‘
Ε ἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
ὁ α’ χορός
ᾠδ ὴ ε ‘
Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί΄ τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
ὁ β ’ χορὸς
ᾠδ ὴ Ϛ ‘
Ν οτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς΄ ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.
ὁ α’ χορός
ᾠδ ὴ ζ ‘
Ἔ κνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς΄ ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ὁ β ’ χορὸς
ᾠδ ὴ η ‘
Στίχ . Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Ε ὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν΄ ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα΄ καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον ε ἰ ς το ὺ ς α ἰῶ νας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός…
Ἡ Τιμιωτ έ ρα ο ὐ στιχολογε ῖ ται
ᾠ δ ὴ θ’
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Μ υστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Μ υστικὸς εἶ Θεοτόκε Παράδεισος,…
ὁ α’ χορὸς
Στίχ.Σ ταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἀ γαλλέσθω τὰ δρυμοῦ ξύλα σύμπαντα, ἁγιασθείσης τῆς φύσεως αὐτῶν, ὑφ’ οὗ περ ἐξ ἀρχῆς, ἐφυτεύθη Χριστοῦ, τανυθέντος ἐν ξύλῳ΄ δι’ οὗ νῦν ὑψουμένου, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ.Σ ταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ἱ ερὸν ἠγέρθη κέρας θεόφρoσι, τῆς κεφαλῆς τῶν ἁπάντων ὁ Σταυρός, ἐν ᾧ ἁμαρτωλῶν νοουμένων, συνθλῶνται τὰ κέρατα πάντα΄ δι’ οὗ νῦν ὑψουμένoυ, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.
ὁ α’ χορὸς
Ε ἱ ρμ ὸ ς δεύτερος
Ὁ διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενoς θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον, τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι.
ὁ β’ χορός
Στίχ.Σ ταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Μ ὴ τὴν πικρίαν τὴν τοῦ ξύλου, ἐάσας ἀναιρέσιμον Κύριε, διὰ Σταυροῦ τελείως ἐξήλειψας, ὅθεν καὶ ξύλον ἔλυσε ποτέ, πικρίαν ὑδάτων Μεῤῥᾶς, προτυποῦν τοῦ Σταυροῦ τὴν ἐνέργειαν΄ ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσιν.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί…
Ἀδιαλείπτως βαπτομένους, τῷ ζόφῳ τοῦ προπάτορος Κύριε, διὰ Σταυροῦ ἀνύψωσας σήμερον, ὡς γὰρ τῇ πλάνῃ ἄγαν ἀκρατῶς, ἡ φύσις προκατηνέχθη, παγκλήρως ἡμᾶς πάλιν ἀνώρθωσε, τὸ φῶς τὸ τοῦ Σταυροῦ σου, ὃν οἱ πιστοὶ μεγαλύνομεν.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
Ἵ να τὸν τύπον ὑποδείξῃς, τῷ κόσμῳ προσκυνούμενον Κύριε, τόν τοῦ Σταυροῦ ἐν πᾶσιν ὡς ἔνδοξον, ἐν οὐρανῷ ἐμόρφωσας, φωτὶ ἀπλέτῳ ἠγλαϊσμένον, Βασιλεῖ πανοπλίαν ἀήττητον΄ ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσιν.
ὁ α’ χορὸς
Καταβασίαι
Μ υστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Ὁ διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενoς θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον, τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις, τ ῶ ν ο ὐ ραν ῶ ν μεγαλύνουσι.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐ ξαποστειλ ά ριον
ὁ α’ χορὸς
Ἦ χος β’ – Τ ῶ ν μαθητ ῶ ν ὁ ρ ώ ντων σ ε
Σ ταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης΄ Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας΄ Σταυρός, βασιλέων τὸ κραταίωμα΄ Σταυρός, πιστῶν τὸ στήριγμα΄ Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.
ὁ β’ χορὸς
Σ ταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης…
ὁ α’ χορὸς
Γυνα ῖ κες ἀ κουτ ί σθητε
Σ ταυρὸς ὑψοῦται σήμερον, καὶ κόσμος ἁγιάζεται, ὁ γὰρ Πατρὶ συνεδρεύων, καὶ Πνεύματι τῷ Ἁγίῳ, ἐν τούτῳ χεῖρας ἁπλώσας, τὸν κόσμον ὅλον εἵλκυσας, πρὸς σήν Χριστὲ ἐπίγνωσιν, τοὺς οὖν εἰς σὲ πεποιθότας,…
ὁ β’ χορὸς
…θ είας ἀ ξ ί ωσον δ ό ξης.
ΑΙΝΟΙ
Ἦχος πλ. δ’
ὁ α’ χορός
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὢ το ῦ παραδ ό ξου θα ύ ματος
Ὢ τοῦ παραδόξου θαύματος! τὸ ζωηφόρον φυτόν, ὁ Σταυρὸς ὁ πανάγιος, εἰς ὕψος αἰρόμενος, ἐμφανίζεται σήμερον, δοξολογοῦσι πάντα τὰ πέρατα, ἐκδειματοῦνται δαίμονες ἅπαντες, ὢ οἷον δώρημα, τοῖς βροτοῖς κεχάρισται! δι’ οὗ Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὢ τοῦ παραδόξου θαύματος! τὸ ζωηφόρον φυτόν,…
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὢ τοῦ παραδόξου θαύματος! ὡς βότρυν πλήρη ζωῆς, ὁ βαστάσας τὸν ὕψιστον, ἀπὸ γῆς ὑψούμενος, Σταυρὸς ὁρᾶται σήμερον, δι’ οὗ πρὸς Θεὸν πάντες εἱλκύσθημεν, καὶ κατεπόθη εἰς τέλος θάνατος. Ὢ ξύλον ἄχραντον! ὑφ’ οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ, ἀθανάτου βρώσεως, Χριστὸν δοξάζοντες.
ὁ β ’ χορός
Στίχ . Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὢ τοῦ παραδόξου θαύματος! εὖρος καὶ μῆκος Σταυροῦ, οὐρανοῦ ἰσοστάσιον, ὅτι θείᾳ χάριτι, ἁγιάζει τὰ σύμπαντα, ἐν τούτῳ ἔθνη βάρβαρα ἥττηνται, ἐν τούτῳ σκῆπτρα ἀνάκτων ἥδρασται. Ὢ θείας κλίμακος! δι’ ἧς ἀνατρέχομεν εἰς οὐρανούς, ὑψοῦντες ἐν ᾄσμασι, Χριστὸν τὸν Κύριον.
ὁ α’ χορός
Δ ό ξα Πατρί … Κα ὶ ν ῦ ν .. Ἦ χος πλ . β ‘
Σ ήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ΄ φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες΄ χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος,…
ὁ β’ χορός
…ὁ ἔ χων τ ὸ μ έ γα ἔ λεος .
Δοξολογία Μεγάλη
εἰς ἦχον δ’ ( ΑΓΙΑ, Ἀργή )
ὁ α’ χορός
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Εἰς τό· «Δόξα Πατρί » τοῦ· «῞Αγιος ὁ Θεός » τῆς Δοξολογίας ὁ ῾Ιερεύς λαμβάνει τό θυμιατὸν καί θυμιᾷ ἐννεάκις τὸν ἐπὶ τῆς ῾Αγίας Τραπέζης εὑρισκόμενον ηὐτρεπισμένον διὰ βασιλικοῦ Τίμιον Σταυρὸν καί ποιεῖ τρεῖς μετανοίας. Μετὰ τό· «Καί νῦν » τοῦ· «῞Αγιος ὁ Θεός » τῆς Δοξολογίας οἱ Χοροὶ συγκεντρούμενοι πρὸ τῆς Βορείου Πύλης τοῦ ῾Ιεροῦ Βήματος ψάλλουσιν τὸ ᾀσματικόν· «῞Αγιος ὁ Θεός » καὶ ἄρχεται ἡ περιφορὰ τοῦ Τιμίου Σταυροῦ, προπορευομένων τῶν Λαμπαδούχων μετὰ ἑξαπτερύγων-πλὴν τοῦ Σταυροῦ- καὶ τῶν ῾Ιεροψαλτῶν. ῾Ο ῾Ιερεὺς αἴρει ἐπὶ τῆς κεφαλῆς αὐτοῦ τὸν δίσκον μετὰ τοῦ Τιμίου Σταυροῦ.
῾Η πομπή, ὅταν φθάσῃ εἰς τὸ μέσον τοῦ Σολέα, περιφέρεται τρὶς πέριξ τοῦ τρισκελίου. ᾽Ακολούθως ὁ ῾Ιερεὺς κρατῶν εἰς τὰς χεῖρας τὸν δίσκον ἐκφωνεῖ τό· «Σοφία· ᾽Ορθοί » καί ἐν συνεχείᾳ τίθησι τόν δίσκον ἐπί τοῦ τρισκελίου καί λαβών τό θυμιατὸν καί θυμιῶν κυκλοτερῶς τοῦ τρισκελίου τόν Τίμιον Σταυρόν ψάλλει τό· «Σῶσον, Κύριε, τόν λαόν σου… », ὅπερ ἐπαναλαμβάνουσιν οἱ δύο Χοροί.
Λαβὼν ἐν συνεχείᾳ ἀπὸ τὸν δίσκον τὸν Τίμιον Σταυρὸν μετὰ κλάδων βασιλικοῦ, κρατεῖ αὐτὸν ὑψηλὰ καί ἐκφωνεῖ· «᾽Ελέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου… ». Οἱ Χοροί ψάλλουσι μ´ φορὰς τό «Κύριε, ἐλέησον ». ῾Ο Διάκονος ἤ ἄλλος τις, ῥαντίζει μὲ κανίον τὸν ὑπὸ τοῦ ῾Ιερέως κρατούμενον τίμιον Σταυρὸν καὶ βασιλικὸν καί κλίνει μέχρι τοῦ ἐδάφους καὶ κατ’ ὀλίγον ἀνίσταται. ᾽Ελθὼν πρὸς τὰ δεξιὰ τοῦ τρισκελίου, βλέπων πρὸς βοῤῥᾶν ἐκφωνεῖ· «῎Ετι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καὶ ᾽Ορθοδόξων Χριστιανῶν » καὶ ποιεῖ τὴν β´ ῞Υψωσιν. ᾽Ελθὼν εἰς τὴν ἀνατολικὴν πλευρὰν καὶ βλέπων πρός δυσμάς ἐκφωνεῖ· «῎Ετι δεόμεθα ὑπέρ τοῦ ᾽Αρχιεπισκόπου ἡμῶν… » καὶ ποιεῖ τὴν γ´ ῞Υψωσιν. ᾽Ελθὼν πρὸς βοῤῥᾶν (ἀριστερά) ἐκφωνεῖ· «῎Ετι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας… τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν τοῦ ἱεροῦ Ναοῦ τούτου » καὶ ποιεῖ τὴν δ´ ῞Υψωσιν. ᾽Ελθὼν δὲ πάλιν πρὸ τοῦ τρισκελίου καὶ βλέπων πρὸς ἀνατολὰς ἐκφωνεῖ· «῎Ετι δεόμεθα ὑπὲρ πάσης ψυχῆς Χριστιανῶν ᾽Ορθοδόξων, ὑγείας τε καί σωτηρίας καί ἀφέσεως τῶν ἁμαρτιῶν αὐτῶν » καὶ ποιεῖ τὴν ε´ ῞Υψωσιν. Μετὰ τό· «Κύριε, ἐλέησον… » τίθησι τὸν Τίμιον Σταυρὸν καὶ τὸν βασιλικὸν ἐπὶ τοῦ δίσκου. Εἶτα ὁ ῾Ιερεὺς ἤ ὁ ᾽Αρχιερεύς, (ὅστις ἄν ᾖ χοροστατῶν) κατέρχεται τοῦ θρόνου, λαμβάνει ἐκ τοῦ δίσκου τὸν Τίμιον Σταυρὸν μετὰ κλάδων βασιλικοῦ, ὑψώνει τοῦτον καὶ ψάλλει τὸ Κοντάκιον· «῾Ο ὑψωθείς ἐν τῷ Σταυρῷ… ». Εἶτα ἀποθέτει αὐτὸν ἐπὶ τοῦ δίσκου, ποιεῖ τρεῖς μετανοίας μετὰ Σταυροῦ, ἀσπάζεται τὸν Τίμιον Σταυρὸν καὶ ψάλλει ἅπαξ· «Τὸν Σταυρὸν Σου προσκυνοῦμεν, Δέσποτα… », ὅπερ ἐπαναλαμβάνει ἀνὰ μίαν καὶ ἑκάτερος τῶν χορῶν καὶ γίνεται ὑπὸ τοῦ λαοῦ ἡ προσκύνησις τοῦ Τιμίου Σταυροῦ, τῶν Χορῶν ψαλλόντων τὰ ᾽Ιδιόμελα· «Δεῦτε, πιστοί… », κτλ.
ὁ α’ χορός
Ἦ χος β’
Δ εῦτε πιστοί, τὸ ζωοποιὸν ξύλον προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης, ἑκουσίως χείρας ἐκτείνας, ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὕς πρὶν ὁ ἐχθρός, δι’ ἡδονῆς συλήσας, ἐξορίστους Θεοῦ πεποίηκε. Δεῦτε πιστοί, ξύλον προσκυνήσωμεν, δι’ οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις. Ἐν σοὶ οἱ πιστότατοι βασιλεῖς ἡμῶν καυχῶνται, ὡς τῇ σῇ δυνάμει, Ἰσμαηλίτην λαὸν κραταιῶς ὑποτάττοντες. Σὲ νῦν μετὰ φόβου Χριστιανοὶ ἀσπαζόμενοι, τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες΄ Κύριε, ὁ ἐν αὐτῷ σταυρωθείς, ἐλέησον ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
ὁ β’ χορός
Ἦ χος πλ. α’
Δ εῦτε λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν΄ ὅτι ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε, τὸ δέ, τὴν ζωὴν ἐξήνθησεν, ἀναμάρτητον ἔχον προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη, ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν, ὁ διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.
ὁ α’ χορός
ὁ α ὐ τ ὸ ς
Ἡ φωνὴ τῶν Προφητῶν σου, Ἡσαΐου καὶ Δαυΐδ, ἐπληρώθη ὁ Θεός, ἡ λέγουσα΄ Ἥξουσι πάντα τὰ ἔθνη Κύριε, καὶ προσκυνήσουσιν ἐνώπιόν σου΄ ἰδοὺ γὰρ ὁ λαός, ὅς τῆς σῆς ἀγαθὲ χάριτος πεπλήρωται, ἐν ταῖς αὐλαῖς σου Ἱερουσαλήμ, ὁ Σταυρὸν ὑπομείνας ὑπὲρ ἡμῶν, καὶ τῇ ἀναστάσει σου ζωοποιῶν, φύλαξον καὶ σῶσον ἡμᾶς.
ὁ β’ χορός
Ἦ χος πλ. β’
Σ ήμερον τὸ φυτὸν τῆς ζωῆς, ἐκ τῶν τῆς γῆς ἀδύτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν΄ καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τήν αὐτοῦ πρὸς οὐρανοὺς καταγγέλλει ἀνύψωσιν, δι’ ἧς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γῆν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται, διὸ εὐχαρίστως βοήσωμεν΄ Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ δι’ αὐτοῦ συνυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρᾶς, ἀξίωσον τοὺς ὑμνοῦντάς σε.
ὁ α’ χορός
ὁ α ὐ τ ὸ ς
Ὁ τετραπέρατος κόσμος σήμερον ἁγιάζεται, τοῦ τετραμεροῦς ὑψουμένου σου Σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ τὸ κέρας τῶν πιστῶν, συνυψοῦται Βασιλέων ἡμῶν, ἐν αὐτῷ τῶν δυσμενῶν συντριβόντων τὰ κέρατα. Μέγας εἶ Κύριε καὶ θαυμαστὸς ἐν τοῖς ἔργοις σου! δόξα σοι.
ὁ β’ χορός
Ὁ α ὐ τ ὸ ς
Τ ῶν Προφητῶν αἱ φωναί, τὸ Ξύλον τὸ ἅγιον προκατήγγειλαν, δι’ οὗ τῆς ἀρχαίας ἠλευθερώθη κατάρας, τῆς τοῦ θανάτου ὁ Ἀδάμ΄ ἡ κτίσις σήμερον, ὑψουμένου τούτου, συνυψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλ’ ὁ μόνος ἐν ἐλέει ἀμέτρητος Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορός
Δ ό ξα Πατρί… Κα ὶ ν ῦ ν… Ἦ χος πλ. δ’
Ἡ φωνὴ τοῦ Προφήτου σου, Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα΄ Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ Ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα, καὶ λέγοντα΄ Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν Ἀνάστασιν, δι’ ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε Παντοδύναμε Κύριε δόξα σοι.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α’
Σ ῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, δι ὰ το ῦ Σταυρο ῦ σου πολ ί τευμα.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
Στίχ . Ὁ Θεός, ὁ Θεός μου πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; Mακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ . Ὁ Θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Π άντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . Π εριεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρὶ… Καὶ νῦν.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β’
Στίχ . Ἵ να τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στίχ.. M νήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ…
Στίχ .Ἐ λυτρώσω ράβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…
Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ…
Δόξα Πατρὶ…Καὶ νῦν …
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ’
Στίχ . Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σαλευθήτω ἡ γῆ.
Ἦχος α’
Σ ῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Στίχ .Κ ύριος ἐν Σιὼν μέγας καὶ ὑψηλὸς ἐστιν ἐπὶ πάντας τοὺς λαούς.
Σ ῶσον, Κύριε, τὸν λαόν σου,…
Στίχ. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν.
Σ ῶσον, Κύριε, τὸν λαόν σου,…
Μικρὰ Εἴσοδος .
Εἰσοδικὸν
Ἦχος β’
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ὑ ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιος ἐστι. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστάς ἐκ νεκρῶν …..
…ψ άλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον )
Ἦχος α’
Σ ῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.(τρίς)
ὁ β’ χορὸς
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον Α ὐ τ ό μελον Ἦ χος δ’
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅ πλον ε ἰ ρ ή νης, ἀή ττητον τρ ό παιον.
Ἀντί τοῦ Τρισαγίου: « Τ όν Σταυρόν σου προσκυνοῦμεν
Ἀπόστολος (Α´ Κορ. α´ 18-24).
Προκείμενον ἦχος βαρὺς
Ὑ ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν.
Στίχ.Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.
Πρ ὸ ς Κορινθ ί ους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Ἀ δελφοί, ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν. Γέγραπται γάρ΄ «᾽Απολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ἐπειδὴ καὶ ᾽Ιουδαῖοι σημεῖον αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, ᾽Ιουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, ᾽Ιουδαίοις τε καὶ Ἕλλησι, Χριστ ὸ ν Θεο ῦ δ ύ ναμιν κα ὶ Θ εο ῦ σοφ ί αν .
Ἀ λληλούϊα ( γ ’)
Εὐαγγέλιον
Ἐκ τοῦ κατ ὰ Ἰ ω ά ννην (᾽Ιω. ιθ´ 6-11, 13-20, 25-28, 30).
Τ ῷ καιρῷ ἐκείνῳ συμβούλιον ἐποίησαν οἱ ᾽Αρχιερεῖς καὶ οἱ Πρεσβύτεροι κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ παρεγένοντο πρὸς Πιλάτον, λέγοντες΄ Σταύρωσον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλάτος͵ Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε΄ ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι΄ Ἡμεῖς νόμον ἔχομεν͵ καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν͵ ὅτι ἑαυτὸν Υἱὸν Θεοῦ ἐποίησεν. Ὅτε οὖν ἤκουσεν ὁ Πιλάτος τοῦτον τὸν λόγον͵ μᾶλλον ἐφοβήθη΄ καὶ εἰσῆλθεν εἰς τὸ Πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ΄ Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς, ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. Λέγει οὖν αὐτῷ ὁ Πιλάτος΄ Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς΄ Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ΄ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. Ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τῶν λόγον, ἤγαγεν ἔξω τὸν Ἰησοῦν͵ καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον͵ Ἑβραϊστὶ δὲ Γαββαθᾶ. Ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα͵ ὥρα δὲ ὡσεὶ ἕκτη΄ καὶ λέγει τοῖς Ἰουδαίοις΄ Ἴδε ὁ Βασιλεὺς ὑμῶν. Οἱ δὲ ἐκραύγασαν΄ Ἆρον ἆρον͵ σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλάτος΄ Τὸν Βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς΄ Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἀπήγαγον. Καὶ βαστάζων τὸν Σταυρὸν αὑτοῦ, ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον͵ ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ΄ ὅπου αὐτὸν ἐσταύρωσαν͵ καὶ μετ΄ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν͵ μέσον δὲ τὸν Ἰησοῦν. Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλάτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον΄ Ἰησοῦς ὁ Ναζωραῖος ὁ Βασιλεὺς τῶν Ἰουδαίων. Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων΄ ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως, ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί͵ Ἑλληνιστί, Ῥωμαϊστί. Εἱστήκεισαν δὲ παρὰ τῷ Σταυρῷ τοῦ Ἰησοῦ ἡ Μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς Μητρὸς αὐτοῦ͵ Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν Μητέρα καὶ τὸν Μαθητὴν παρεστῶτα ὃν ἠγάπα͵ λέγει τῇ Μητρί αὑτοῦ΄ Γύναι͵ ἰδοὺ ὁ Υἱός σου. Εἶτα λέγει τῷ Μαθητῇ΄ Ἰδοὺ ἡ Μήτηρ σου. Καὶ ἀπ΄ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ Μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα ἤδη τετέλεσται͵ κλίνας τὴν κεφαλὴν, παρ έ δωκε τ ὸ πνε ῦ μ α.
Δ όξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Ε ἰ ς τ ό , Ἐ ξαιρ έ τως
Ἦ χος πλ . δ ‘
Μ υστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σ ὲ μεγαλ ύ νομεν .
Κοινωνικ ὸ ν
ὁ β’ χορός
Ἦ χος δ ‘ ( ΑΓΙΑ )
Ἐ σημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου Κύριε. Ἀλληλούϊα.
Ἀντὶ τοῦ «Εἴδομεν τό φῶς…»
ὁ α’ χορός
Ἦχος α ‘
Σ ῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα,
ἦχος β ’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)
Ἀ πόλυσις «… ῾Ο ἀναστάς ἐκ νεκρῶν … »
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.