«YMNOI ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ» Ι. ΝΑΥΠΛΙΩΤΗΣ/ Φ. ΚΕΤΣΕΤΖΗΣ/ ΣΠ. ΜΑΪΔΑΝΟΓΛΟΥ/ΑΘ. ΒΟΥΓΙΟΥΚΛΗΣ/ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΥΜΝΩΔΟΙ-ΒΑΤΟΠΑΙΔΙΝΟΣ ΧΟΡΟΣ

 

Advertisements

«ΕΝ ΤΗ ΓΕΝΝΗΣΕΙ» ΗΧΟΣ Α΄ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΑΛ. ΦΩΤΑΚΟΠΟΥΛΟΣ/ Φ. ΚΕΤΣΕΤΖΗΣ – Γ. ΣΙΑΠΕΡΟΠΟΥΛΟΣ/ΧΟΡΟΣ ΠΑΝΑΓΙΑΣ ΕΒΡΟΥ

Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α’
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

«Τῇ ἀθανάτῳ σου Κοιμήσει»ΗΧΟΣ ΠΛ. Β’ ΔΟΞΑ..ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ Μ. ΚΑΛΑΪΤΖΗΣ/ΓΡ. ΠΑΠΑΕΜΜΑΝΟΥΗΛ/Φ, ΓΙΑΝΝΑΚΑΚΗΣ /Δ. ΚΑΡΑΜΠΑΣΗΣ

Ἦχος πλ. β’
Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ’ ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Συνέχεια ανάγνωσης «Τῇ ἀθανάτῳ σου Κοιμήσει»ΗΧΟΣ ΠΛ. Β’ ΔΟΞΑ..ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ Μ. ΚΑΛΑΪΤΖΗΣ/ΓΡ. ΠΑΠΑΕΜΜΑΝΟΥΗΛ/Φ, ΓΙΑΝΝΑΚΑΚΗΣ /Δ. ΚΑΡΑΜΠΑΣΗΣ

«ΘΕΑΡΧΙΩ ΝΕΥΜΑΤΙ» ΟΚΤΑΗΧΟΝ ΔΟΞΑ …ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ Π. ΝΕΟΧΩΡΙΤΗΣ-Γ. ΜΠΑΚΟΠΟΥΛΟΣ/ΔΗΜ. ΠΑΪΚΟΠΟΥΛΟΣ/ΑΘ. ΒΟΥΓΙΟΥΚΛΗΣ/ΘΡ. ΣΤΑΝΙΤΣΑΣ

Δόξα… Καὶ νῦν…
Ἦχος α’
Θεαρχίῳ νεύματι, πάντοθεν οἱ θεοφόροι Ἀπόστολοι, ὑπὸ νεφῶν μεταρσίως αἰρόμενοι.
Ἦχος πλ. α’
Καταλαβόντες τὸ πανάχραντον, καὶ ζωαρχικόν σου σκῆνος, ἐξόχως ἠσπάζοντο.
Ἦχος β’
Αἱ δὲ ὑπέρτατοι τῶν οὐρανῶν Δυνάμεις, σὺν τῷ οἰκείῳ Δεσπότῃ παραγενόμεναι.
Ἦχος πλ. β’
Τὸ θεοδόχον καὶ ἀκραιφνέστατον σῶμα προπέμπουσι, τῷ δέει κρατούμεναι, ὑπερκοσμίως δὲ προῴχοντο, καὶ ἀοράτως ἐβόων, ταῖς ἀνωτέραις ταξιαρχίαις· ἰδοὺ ἡ παντάνασσα θεόπαις παραγέγονεν.
Ἦχος γ’
Ἄρατε πύλας, καὶ ταύτην ὑπερκοσμίως ὑποδέξασθε, τὴν τοῦ ἀενάου φωτὸς Μητέρα.
Ἦχος βαρὺς
Διὰ ταύτης γὰρ ἡ παγγενὴς τῶν βροτῶν σωτηρία γέγονεν, ᾗ ἀτενίζειν οὐκ ἰσχύομεν, καὶ ταύτῃ ἄξιον γέρας ἀπονέμειν ἀδύνατον.
Ἦχος δ’
Ταύτης γὰρ τὸ ὑπερβάλλον, ὑπερέχει πᾶσαν ἔννοιαν.
Ἦχος πλ. δ’
Διὸ ἄχραντε Θεοτόκε, ἀεὶ σὺν ζωηφόρῳ Βασιλεῖ, καὶ τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ πάσης προσβολῆς ἐναντίας τὴν νεολαίαν σου· τὴν γὰρ σὴν προστασίαν κεκτήμεθα.
Ἦχος α’
Εἰς τοὺς αἰῶνας, ἀγλαοφανῶς μακαρίζοντες.

Συνέχεια ανάγνωσης «ΘΕΑΡΧΙΩ ΝΕΥΜΑΤΙ» ΟΚΤΑΗΧΟΝ ΔΟΞΑ …ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ Π. ΝΕΟΧΩΡΙΤΗΣ-Γ. ΜΠΑΚΟΠΟΥΛΟΣ/ΔΗΜ. ΠΑΪΚΟΠΟΥΛΟΣ/ΑΘ. ΒΟΥΓΙΟΥΚΛΗΣ/ΘΡ. ΣΤΑΝΙΤΣΑΣ